Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 2.433:
τοῖς παραδείγμασιν, ἀνὴρ δὲ ἡγεμονικὴν τάξιν παρὰ τοῦ Κρείττονος εἰληχὼς, εἶτα δὴ
καὶ πλείους χρόνους ἐπιβιοὺς, οὐκ ἄν ποτε δυνηθείη διὰ τῶν καλλίστων ἁπάντων τὴν
ἀρχὴν τελεώσασθαι· τῷ μὲν γὰρ ἰδιώτῃ αὔ ταρκεςαὔταρκες ἴσως εἰς ἀρετὴν ἥ τε τῆς ψυχῆς φύσις
καὶ ἡ πρώτη τοῦ βίου ἔνστασις, ὅτι μὴ πολλὰ τούτῳ τὰ ἀντιπίπτοντα ἔξωθεν, μηδ'
ἀλλοιοῖ τὴν ψυχὴν τὰ συμβαίνοντα, βασιλεῖ δὲ τοῦτο πῶς δώσομεν, ᾧ μηδὲ τὸ
Γραμμή 2.745:
τοὺς λογισμοὺς ἀπεπέμπετο· ἐβούλετο δὲ ὁ λόγος, ὡς παρὰ τοῦ Θεοῦ βασιλεύοι καὶ παρ'
ἐκείνου μόνου φυλάττοιτο, καὶ ὅτι, τῆς τελεωτέρας φρουρᾶς τετυχηκὼς, τῆς
ἀνθρωπικῆς καὶ ἀτελεστέρας καταφρονοίη.

'''6.133''' Ἐγὼ γοῦν πολλάκις τοὺς κυβερνήτας καὶ οἰκοδόμους ἀντιπαραθεὶς, καὶ τελευτῶν
καὶ οἰκοδόμους ἀντιπαραθεὶς, καὶ τελευτῶν τοὺς λοχαγοὺς καὶ στρατηγοὺς· «Οὐδεὶς μὲν οὖν τούτων, ἔφασκον, τῶν πρὸς Θεὸν ἐλπίδων ἔρημος
τὸ οἰκεῖον ἔργον μεταχειρίζεται, ἀλλ' ὅμως ὁ μὲν πρὸς κανόνα ἰσάζει τὸ οἰκοδόμημα, ὁ δὲ τοῖς πηδαλίοις ἰθύνει τὴν ναῦν, καὶ τῶν ἐν τοῖς πολέμοις ἕκα στος ἀσπίδα τε φέρει καὶ ξιφηφορεῖ,
οὖν τούτων, ἔφασκον, τῶν πρὸς Θεὸν ἐλπίδων ἔρημος τὸ οἰκεῖον ἔργον μεταχειρίζεται,
καὶ τῇ μὲν κεφαλῇ κράνος ἀρκεῖ, τὸ δὲ λοιπὸν σῶμα ὁ θῶραξ ἀμπέχει»· εἶτα δὴ ἀπὸ τοῦδε μᾶλλον
ἀλλ' ὅμως ὁ μὲν πρὸς κανόνα ἰσάζει τὸ οἰκοδόμημα, ὁ δὲ τοῖς πηδαλίοις ἰθύνει τὴν
ναῦν, καὶ τῶν ἐν τοῖς πολέμοις ἕκα στος ἀσπίδα τε φέρει καὶ ξιφηφορεῖ, καὶ τῇ μὲν
κεφαλῇ κράνος ἀρκεῖ, τὸ δὲ λοιπὸν σῶμα ὁ θῶραξ ἀμπέχει»· εἶτα δὴ ἀπὸ τοῦδε μᾶλλον
ἐπιχειρῶν, ὅτι τάδε μᾶλλον πρέπει τῷ βασιλεῖ οὐκ ἔπειθον παντοίως ἐπιχειρῶν· τοῦτο
δὲ χρηστὸν μὲν τρόπον κατηγορεῖ, ἐνδόσιμον δὲ τοῖς ἐπιχει ρεῖν ἐθέλουσι γίγνεται.

===Η συνωμοσία κατά του βασιλιά===

'''6.134''' Περὶ τῆς εἰς τὸν βασιλέα ἐπιβουλῆς. Ἀμέλει καὶ πλείστων τοῦτο κακῶν
ἐγεγόνει ἀρχὴ, ὧν ἓν ἢ δύο θέμενος, ἐντεῦθεν καὶ περὶ τῶν ἄλλων εἰκάζειν τοῖς
ἀναγινώσκουσι δίδωμι· ἐρῶ δὲ βραχύ τι τῆς ὑποθέσεως παρεκβατικώτερον, ὅτι ταῖς μὲν
εὖ πραττούσαις πόλεσιν ἐκ τῶν ἀρίστων καὶ τῶν εὐγενῶν τε ἅμα καὶ ἀγενῶν οἱ
κατάλογοι, κἂν ταῖς πολιτικαῖς τάξεσι, κἂν τοῖς στρατεύ μασιν· οὕτω γοῦν Ἀθηναῖοι
ἐπολιτεύσαντο καὶ ὁπόσαι πόλεις τὴν ἐκείνων δημοκρατίαν ἐζήλωσαν· παρ' ἡμῖν δὲ
τουτὶ τὸ καλὸν ἔρριπται καὶ ἠτίμασται, καὶ λόγος οὐδεὶς εὐγενείας, ἀλλ' ἄνωθεν ἐκ
κλήρου διαδοχῆς, Ῥωμύλου πρώτου ἀρξαμένου τῆς τοιαύτης συγχύσεως, ἥ τε σύγκλητος
διέφθαρτο, καὶ ὁ βουλόμενός ἐστι δημοποίητος. Ἀμέλει πλείους ἂν εὕροι τις παρ'
ἡμῖν σισυροφόρους τὴν στολὴν μεταλλάξαντας· ἄρχουσι γοῦν πολλάκις ἡμῶν οὓς ἐκ
τῶν βαρβάρων ἐωνησάμεθα, καὶ τὰς μεγάλας πιστεύονται δυνά μεις οὐ Περικλεῖς, οὐδὲ
Θεμιστοκλεῖς, ἀλλ' οἱ ἀτιμότατοι Σπάρτακοι.

'''6.135''' Καὶ γέγονέ τις ἐν τῇ κατ' ἐμὲ ἡλικίᾳ, κάθαρμά τι βαρβαρικὸν, πᾶσαν
ὑπεραναβεβηκὼς ἀγερωχίαν Ῥωμαϊκὴν, εἰς ὕψος δὲ τοσοῦτον ἐλάσας ὥς τινας καὶ τῶν
γενομένων αὐτοκρατόρων αἰκίσασθαι πρότερον δι' ὑπερ οψίαν δυνάμεως, εἶτα ἐπειδή
περ εἰς τὸ κράτος ἀνήχθησαν, μεγαλαυχεῖν τοῦτον πρὸς ἐνίους, ὅτι· «Τοὺς βασιλέας Ῥω
μαίων ταύτῃ τῇ χειρὶ πολλάκις τετύπτηκα (τὴν δεξιὰν ἐπιδεικνύς)»· πρὸς ταύτην οὖν
ἐγὼ τὴν φωνὴν ἅπαξ δεινο παθήσας, μικροῦ δεῖν τὸν μεγάλαυχον ἐκεῖνον βάρβαρον
ταῖν χεροῖν ἀπηγχόνισα, οὐκ ἐνεγκὼν τὴν τοῦ λόγου πληγήν.

'''6.136''' Τούτου δή τι οὐκ ἔλαττον μίασμα οὐ πολλῷ πρότερον τὸ τῆς παρ' ἡμῖν συγκλήτου κατέχρανεν εὐγενὲς, πρῶτον μὲν τῷ αὐτοκράτορι ὑπηρετηκὸς, ἔπειτα δὴ τοῖς ἐν τέλει
παρεισφθαρὲν καὶ εἰς τὴν κρείττονα τάξιν ἀριθμηθὲν, ἀνὴρ καὶ τὸ γένος, ὥς μοι δεδήλωται,
ἄσημος, καὶ εἴ τι ἄλλο τις εἰπεῖν βούλοιτο, ἀγενέστατος καὶ φαυλότατος· ἀλλ' ἐπειδὴ τῶν παρὰ Ῥωμαίοις ποτίμων ναμάτων ἐγεύσατο, δεινὸν ἄλλως πεποίηται, εἰ μὴ καὶ τῆς πηγῆς ἐγκρατὴς
γένοιτο, καὶ βασιλεύσοι τῶν εὐγενεστάτων Ῥωμαίων ὁ ἀργυρώνητος. Τοῦτο τοιγαροῦν
εἰς νοῦν ὁ ἀγενὴς ἐκεῖνος βαλλόμενος, ἕρμαιον πρὸς τὸν σκοπὸν τὸ τοῦ αὐτοκράτορος
ποιεῖται ἀτείχιστον, καὶ μηδενὶ τῶν γενναιοτέρων φράσας τὸ μελετώμενον,
ἀπραγμάτευτον τὴν ἐπιτυχίαν ποιεῖται τοῦ ἐφετοῦ· καὶ ἀπὸ τοῦ θεάτρου εἰς τὰ
ἀνάκτορα τὴν πομπὴν ποιουμένῳ τῷ αὐτοκράτορι, τοῖς ὀπισθοφυλακοῦσιν ἑαυτὸν
συντάξας συνείπετο, καὶ τῶν βασιλικῶν ἀδύτων ἐντὸς γεγονὼς, αὐτοῦ που παρὰ τοῖς
ὀπτανείοις ἐνήδρευε, παντὸς οἰομένου τοῦ προστυγχάνοντος ὅτι τοι ὁ βασιλεὺς αὐτῷ
τὴν προσεδρείαν εἰρήκει, καὶ διὰ ταῦτα οὐδεὶς τῶν πάντων τῶν βασιλείων τοῦτον
ἔξωσεν αὐλῶν. Ἔμελλε δ' οὖν, ὡς ὕστερον τὸ ἀπόρρητον τῆς ψυχῆς ἐξεταζόμενος
ἀνεκάλυψεν, ὑπνώττοντι τῷ βασιλεῖ ἐπιθήσεσθαι καὶ σιδή ρῳ ἀποκτενεῖν, ὃ δὴ καὶ ὑπὸ
κόλπον εἶχε, <καὶ> τὸ κράτος εἰς ἑαυτὸν μεταθέσθαι.

'''6.137''' Τοῦτο γοῦν βουλευσάμενος, ἐπειδή περ ὁ βασιλεὺς ἀνεπαύσατο,
ἐκκείμενος πᾶσιν, ὥς μοι προείρηται, ὁ τολμητίας ἐπὶ τὸ ἔργον χωρεῖ· βραχὺ δέ τι
προεληλυθὼς πλανᾶται τὰς γνώμας, καὶ σκοτοδίνης καὶ ἰλίγγου πεπλή ρωται, καὶ τῇδε
κἀκεῖσε περιθέων ἁλίσκεται. Καὶ ὁ βασι λεὺς τὸν ὕπνον εὐθὺς ἀποσυληθεὶς, τῶν
φυλάκων ἤδη συνειλεγμένων καὶ πικρῶς ἐξεταζόντων τὸν βάρβαρον, ἐν δεινῷ μὲν
ποιεῖται τὴν τόλμαν καὶ βαρυθυμεῖ ὡς εἰκὸς, εἰ τοιοῦτος ἀνὴρ βασιλέως
καταπεφρόνηκε. Καὶ τοῦτον μὲν εὐθὺς δεσμώτην ποιεῖται, εἰς τὴν αὔριον δὲ ἐξεταστὴς
αὐτῷ πικρότατος περὶ τοῦ τολμήματος κάθηται, καὶ ἀνακρί νει, εἰ συνωμότας πρὸς τὴν
ἐπιβουλὴν ἔσχηκεν, εἰ προηγή σατό τις τούτου τοῦ σκέμματος, εἰ προβεβούλευκέ τις τὴν
τόλμαν αὐτῷ· ὡς δ' οὐδὲν ὑγιὲς πρὸς τὰς ἐν λόγοις ἀνακρί σεις ἀπήγγειλεν, βασάνοις
αὐτὸν πικροτάταις αἰκίζεται, καὶ γυμνὸν ἐπὶ ξύλου μετεωρίσας ἀπὸ θατέρου ποδῶν ἡμι
θανῆ ποιεῖται ταῖς μάστιξιν, ὑφ' ὧν ἐκεῖνος, ὡς οἶμαι, συμπιεζόμενος καταγγέλλει τῶν
ἐν τέλει τινὰς ὡς κοινω νοὺς τοῦ τολμήματος, καὶ γεγόνασι πάρεργον βαρβαρικῆς
ἀλογίας ἄνδρες ἐννομώτατοι καὶ ἀσφαλέστατοι· ἀλλ' ὅ γε μετὰ ταῦτα χρόνος ἐκεῖνον
ὲν τοῖς ἀτιμοτάτοις ἔτι συν αριθμεῖ, τούτους δὲ ἐς τὴν ἀρχαίαν τάξιν ἐπανεσώσατο.

'''6.138''' Ὁ δέ γε αὐτοκράτωρ βραχύν τινα χρόνον τῆς τοῦ σώματος ἐπιμεληθεὶς
φυλακῆς, αὖθις ἠμέλησε τῆς φρουρᾶς, ὅθεν μικροῦ δεῖν αὐτός τε ἀνήρπαστο καὶ ἡ Πόλις
ἐν κλύδωνι ἐγεγόνει καὶ δεινῷ μείζονι· δηλώσει δὲ ὁ λόγος ὅθεν τε ἤρξατο τὸ κακὸν καὶ
ἐφ' ὅσον κεχώρηκε, καὶ ὅπως ἀτυχήσας ὁ βασιλεὺς παρ' ἐλπίδας αὖθις εὐτύχηκεν. Ἱλα
ρὰν εἶχεν ὁ αὐτοκράτωρ πρὸς πᾶσαν παιδιὰν τὴν ψυχὴν καὶ ἐβούλετο ψυχαγωγεῖσθαι
ἀεὶ, παρεμυθεῖτο δὲ τοῦτον οὔτε ὀργάνου φωνὴ, οὔτε ἦχος αὐλῶν, οὐ φωνὴ ἐμμελὴς,
οὐκ ὀρχήματα, οὐχ ὑπορχήματα, οὐδέ τι ἄλλο τῶν οὕτως ἐχόντων· εἰ δέ τῳ ἡ γλῶττα
ἐδέδετο φυσικῶς καὶ ὀρθοεπεῖν οὐκ ἠδύνατο, ἢ εἴ τις ἕτερος ἁπλῶς ἐφλυάρει τὸ ἐπιὸν
ἅπαν φθεγγόμενος, ταῦτα ἐκεῖνον ὑπερφυῶς ηὔφρανεν, καὶ ὅλως τὸ διημαρτημένον,
τῆς παιδιᾶς τοῦτο ἐκεῖνος ἐτίθετο σπούδασμα.

'''6.139''' Ἀμέλει καὶ ἐπεχωρίαζε τηνικαῦτα ἐντὸς τῆς βασιλείου αὐλῆς τοιοῦτόν τι
ἡμίφωνον κάθαρμα, οἷ γὰρ ἐπείχετο παντάπασιν ὁμιλοῦντι ἡ γλῶσσα ἢ διωλίσθαινε
κατατείνοντι· ὁ δὲ ἀνὴρ οὗτος καὶ προστιθεὶς τῷ τῆς φύσεως ἁμαρτήματι, εἰς ταὐτὸν
τὸν λόγον τῇ ἀφωνίᾳ συνή λαυνεν· ἀνεπαίσθητος γὰρ ἐν ἀμφοῖν ὧν εἰπεῖν βούλοιτο ὁ
ἀκροατὴς ἦν.

'''6.140''' Τοῦτον πρῶτα μὲν ἀφελῶς εἶδεν ὁ αὐτοκράτωρ, καὶ παρεγίγνετο ἐκ
διαστημάτων μακρῶν μετὰ τὸ κατὰ χειρὸς ὕδωρ, εἶτα, οἷος ἐκεῖνος, θερμότερος
ἐγεγόνει περὶ τὴν ἡδονὴν τῆς φλυαρίας, καὶ προστιθεὶς ἀκόρεστος ἦν τῆς τοῦ ἀνδρὸς
ἐντυχίας· ὅθεν οὐδ' εἶχεν αὐτῷ καιρὸν ἡ παιδιὰ, ἀλλὰ καὶ χρηματίζοντι καὶ
ἀρχαιρεσιάζοντι καὶ ἄλλο τι τῶν κοινῶν πράττοντι συνῆν ἐκεῖνος, τὴν φυσικὴν
ἁμαρτίαν ἐπιδεικνύμενος καὶ τὴν τέχνην ὑποκρινόμενος. Ἀμέλει τοι καὶ πλάττει τὸν
ἄνθρωπον, ἢ ἀναπλάττει ἀπὸ τοῦ κρείτ τονος σχήματος, καὶ ἀπὸ τῶν τριόδων εἰς τὸν
Ῥωμαϊκὸν μεθιστᾷ ἄξονα, καὶ τοὺς ἐντίμους αὐτῷ σχεδιάσας βαθμοὺς μετὰ τῶν
κορυφαίων ἱστᾷ, καὶ ἁπανταχοῦ τὸν ἄνδρα ποιεῖ, καὶ τὰ πρῶτα τῶν σωματοφυλάκων
χειροτονεῖ. Ὃς δὴ τὸ ἀπραγμάτευτον αὐτῷ τῆς γνώμης ἐπιδεικνύμενος, οὐδ' ἐν καιρῷ
προῄει τῷ αὐτοκράτορι, ἀλλ' ὁπότε ἡ γνώμη τούτῳ παρεκελεύσατο· ἐφίλησε γοῦν
προσελθὼν καὶ στῆθος καὶ πρόσωπον, καὶ προσεφθέγξατο μὴ φθεγξάμενον, καὶ διαχέας
εἰς γέλωτα ἐπὶ τῆς αὐτῆς καθῆστο κλίνης, καὶ τὰς πεπο νηκυίας τοῦ κρατοῦντος χεῖρας
συσφίγξας ἤλγυνεν ὁμοῦ τε καὶ ἔθελξεν.

'''6.141''' Ἐγὼ γοῦν οὐκ εἶχον τίνα θαυμάσαιμι πρότερον, τὸν ἄνδρα τοῦτον
μεταποιηθέντα πρὸς τὴν τοῦ βασιλέως γνώμην τε καὶ προαίρεσιν, ἢ τὸν αὐτοκράτορα
πρὸς τοῦτον μεθαρμοσάμενον τὴν ψυχήν· ἅτερος γὰρ θατέρῳ ἐνδόσιμος ἐγεγόνει καὶ
ἁλωτός· καὶ ὃ μὲν <ὁ> αὐτοκράτωρ ἐβούλετο, ὁ ὑποκριτὴς ἔπραττεν, ὃ δὲ οὗτος
ἔπραττεν, ἐκεῖνος ἐβού λετο. Τὰ γοῦν πολλὰ καὶ συνιεὶς ὁ αὐτοκράτωρ τῆς ὑποκρί σεως,
ὅμως ἠγάπα παρ' ἐκείνου παιζόμενος· ἔνθεν τοι καὶ κατετρύφα τῆς τοῦ κρατοῦντος
ἀβελτερίας ὁ σκηνουργὸς, καὶ ἄλλο τι ἐπ' ἄλλῳ ἐπλάττετο πρὸς τὸ εὔηθες ἐκείνῳ
οἰκείως συναρμοζόμενον.

6.142 Ἀμέλει ὁ μὲν βασιλεὺς οὐδὲ τὸ ἀκαριαῖον τῆς ἐκείνου συνουσίας
ἀπολελεῖφθαι ἐβούλετο, ὁ δὲ δυσχεραίνων τὴν προσεδρείαν, ἠγάπα τὰς ἐλευθέρους
διατριβάς· ἅπαξ γοῦν ἵππον ἀπολωλεκὼς τῶν πρὸς τὴν σφαῖραν ἐπιτηδείων, ἐπειδή περ
ἀγχοῦ τῷ βασιλεῖ συνεκάθευδεν, ἀθρόον ἐξανα στὰς μέσης νυκτὸς ἐκεῖνόν τε
ὑπνώττοντα ἤγειρε, καὶ ἑαυτὸν κατασχεῖν οὐχ οἷός τε ἦν ἐνθουσιῶντα ὑφ' ἡδονῆς· ὁ δὲ
βασιλεὺς, μηδέν τι πρὸς τὴν ἀνάστασιν δυσχεράνας, ἠρωτήκει ὅ τι πεπόνθοι καὶ ὁπόθεν
αὐτῷ προσεγεγόνει τὸ σκίρτημα· ὁ δὲ περιπτυχήσας αὐτοῦ τὸν αὐχένα καὶ πολλὰ
καταφιλήσας τὸ πρόσωπον· «Εὕρηταί μοι, φησὶν, ὦ βασι λεῦ, ὁ ἀπολωλὼς ἵππος,
ἐκτομίας δέ τις αὐτὸν ἐποχεῖται, ἔξωρος ἤδη καὶ ῥυτίδων ἀνάπλεως, καὶ εἴ γε βούλει,
νῦν ἐντεῦθεν ἀφιππευσάμενος αὐτόν σοι μετὰ τοῦ ὀχήματος κομιοῦμαι». Ἐπὶ τούτοις
ἡδέως πάνυ γελάσας ὁ βασιλεὺς· «Ἀλλ' ἀφίημί σε, φησὶ, σὺ δὲ ὡς τάχιστά μοι ἐπάνελθε
ἀπαγγελλόμενος τῷ εὑρήματι.» Ἀπῄει γοῦν αὐτίκα ταῖς συγκειμέναις χρησόμενος
ἡδοναῖς· καὶ ἐπειδὴ τέλος εἶχεν αὐτῷ τὰ συσσίτια, ἧκεν ἑσπέρας ἀσθμαίνων καὶ
πνευστιῶν, καί τινα ἐκτομίαν ἐπισυρόμενος· «Οὗτος γοῦν, ἔφησεν, ὦ βασιλεῦ, ὁ τὸν
ἐμὸν ἀπελαύνων ἵππον· ὁ δὲ ἔχων οὐ δίδω σιν, ἀλλὰ μηδὲ τὴν ἀρχὴν αὐτὸν κεκλοφέναι
ἐπόμνυται.» Ἐπὶ τούτοις ὁ μὲν γέρων ἐκεῖνος ἐῴκει δακρύοντι καὶ ἀπο ρουμένῳ πρὸς
τὴν ἐπήρειαν, ὁ δὲ βασιλεὺς οὐκ εἶχεν ὅπως ἐπισχήσει τὸν γέλωτα.

6.143 Τὸν μὲν οὖν παρεμυθήσατο ἑτέρῳ ἵππῳ καλ λίονι, τῷ δέ γε ἐκτομίᾳ τὸ
πεπλασμένον ἀπέσβεσε δάκρυον, τοσαῦτα δοὺς ὁπόσα οὐδ' ὄναρ αὐτὸς προσεδόκησεν·
ἦν δ' ἄρα οὗτος τῶν μάλιστα θεραπευόντων τὸν ἄνδρα τῆς ὑπο κρίσεως, καὶ ὃν ὁ
τεθεραπευμένος ἐβούλετο βασιλικῆς πρὸ πολλοῦ φιλοτιμίας τυχεῖν, ἐπεὶ δ' οὐκ εἶχεν
ὅπως ὑπὲρ ἀγνῶτος ἀνδρὸς ἀξιώσει τὸν αὐτοκράτορα, τήν τε σκηνὴν τοῦ ὀνείρατος
πλάττεται, κἀκεῖνον πάρεργον ποιεῖται τοῦ ἀνδρὸς ψευδοῦς τε ἐνυπνίου καὶ παχυτέρας
ψυχῆς. Τὸ δέ γε δεινότερον, ὅτι πάντες μὲν ᾔδειμεν τὴν ὑπόκρισιν, ἐλέγχειν δὲ τὴν
ὑπόκρισιν, πολλοῦ γε καὶ δεῖ, βασιλικῆς τε ἀλογίας καὶ ὑποκρίσεως ἐκκειμένης
ἐτυγχάνομεν ὄντες θηράματα, καὶ γελᾶν ἠναγκάσμεθα ἐφ' οἷς ὁ καιρὸς ἐδίδου θρηνεῖν·
καὶ εἴ γε μὴ σπουδαίων ἐπηγγειλάμην ἀναγραφὴν, ἀλλὰ φλυάρων καὶ ἀσπουδάστων,
πολλὰ ἂν τῷ λόγῳ συνη γήοχα διηγήματα· ἀλλὰ τοῦτο μὲν ὡς ἐκ πολλῶν ἓν ἐκκεί σθω,
ὁ δέ γε λόγος τὰ ἑξῆς διηγήσεται.
6.144 Οὐ τοίνυν τὸν ἀνδρῶνα μόνον ὁ ἀνὴρ οὗτος κατέλαβεν, ἀλλὰ καὶ εἰς τὴν
βασίλειον γυναικωνῖτιν παρεισ φθαρεὶς ἄμφω τὰς βασιλίδας ὑποποιεῖται, καὶ τὸν λῆρον
πάντη πλασάμενος, παρὰ μὲν τῆς μείζονος τετέχθαι διϊσχυρίζετο, τὴν δὲ νεωτέραν
τεκεῖν ἀρρήτους ὅρκους ἀπώμνυτο, ὡς συμπεσούσης οὕτω τῆς γενέσεως, καὶ ὥσπερ
ἀναμιμνῃσκόμενος ὅπως ἀποτεχθείη, τάς τε ὠδῖνας συνεῖρε καὶ τῆς μητρῴας θηλῆς
ἀναισχύντως ἐμέμνητο· μάλιστα δὲ τὸν τῆς Θεοδώρας τόκον κατέλεγεν ἀστειότατα. ὅτι
τε εἴποι ἐγκυμονουμένη αὐτῷ καὶ ὅπως ἀποτεχθείη· ἐφ' οἷς τὸ τῶν γυναικῶν ἐκείνων
ἀβέλτερον τῷ ὑποκριτῇ θηραθὲν πᾶσαν αὐτῷ θύραν ἀπορρήτων εἰσόδων ἀνέῳξε, καὶ
οὐκ εἶχέ τις ῥᾳδίως αὐτῷ ἀπαριθμήσασθαι ὁπόσα τούτῳ φοιτῴη ἀπό τε τοῦ ἀνδρῶνος
ἀπό τε τῆς γυναικωνίτιδος.
6.145 Χρόνον μὲν οὖν τινα ἐπὶ τούτων μόνων εἱστήκει τὰ παίγνια· ἐπεὶ δὲ
ἀπεληλύθει τῶν τῇδε ἡ βασιλὶς, περὶ οὗ δὴ αὐτίκα λέξομεν, ἀρχαὶ δὴ μεγάλων κακῶν
τῷ ἁπλοϊ κωτάτῳ τούτῳ ἐπονηρεύθησαν, ἐρῶ δὲ μέρος τι προαφαρ πάσας ἧς ὁ μετὰ
ταῦτα λόγος ἅψεται ὑποθέσεως. Ἐπαλλα κεύετό τις μεῖραξ τῷ αὐτοκράτορι, ἐξ ἔθνους
<οὐ> μεγίστου ὁμηρεύουσα παρ' ἡμῖν, γενναῖον μὲν οὐδὲν ἔχουσα, ἀλλ' ὡς ἐκ βασιλικοῦ
αἵματος παρ' αὐτῷ σεβομένη καὶ τὰ πρῶτα τῆς τιμῆς ἔχουσα· ταύτης τῆς μείρακος
ἔρωτα δεινὸν ὁ ὑποκριτὴς ἐκεῖνος ἐγκυμονεῖ· εἰ μὲν οὖν κἀκείνη ἑαυτὴν ἀπεδεδώκει τῷ
ἐραστῇ οὐκ ἔχω διϊσχυρίσασθαι, ἀλλ' ὅμως ἐῴκει ἀντερασθῆναι· ἀλλ' ἡ μὲν ἴσως
ἐσωφρόνει τὸν ἔρωτα, ὁ δὲ οὐκ εἶχεν ὅπως τοῦτο μόνον ὑποκριθείη· ἑώρα γοῦν ἀναιδῶς
καὶ θαμὰ προσῄει, καὶ ἀτεχνῶς ἐπυρπολεῖτο τὰ στέρνα· ὡς δὲ οὐκ εἶχεν ὅπως ἂν
ἐγκρατὴς τοῦ ἔρωτος γένοιτο καὶ ὅλην τὴν ἐρωμένην ἑαυτῷ εἰσποιήσαιτο βασι λίδα, ὃ
δὴ καὶ ἀκουσθῆναι παράλογον πάντη καὶ ἄπιστον, ἀλλ' ὅμως ἐκεῖνος εἴτε συντυχίᾳ
κακοήθων ἀνθρώπων χρη σάμενος, εἴτε ἀφ' ἑαυτοῦ τὰς ὁρμὰς εἰληφὼς, εἰς νοῦν
βάλλεται τῆς τῶν Ῥωμαίων ἡγεμονίας τυχεῖν. Ῥᾷστον γοῦν αὐτῷ τὸ βούλευμα
καταφαίνεται, οὐ γὰρ τὸ ἀποκτεῖναι μόνον τὸν αὐτοκράτορα ἀπραγμάτευτον τούτῳ
λελόγιστο· ὁ δὲ καὶ τὰς κλεῖς εἶχε τῶν ἀπορρήτων εἰσόδων καὶ πάντα αὐτῷ κατὰ τὸ
βουλητὸν ἐπεζύγωτο καὶ ἀνέῳκτο· ἠπάτητο δὲ, ὅτι καὶ πολλοῖς τοῦτο βουλομένοις ἐστί·
κολάκων γὰρ οὐκ ὀλίγη μερὶς αὐτῷ παρετρέφετο, καί τις <τῶν> παρ' αὐτῷ κορυφαίων
ὅλον ἐκεῖνον εἰσποιησάμενος, τὰ πρῶτα τῶν μισθοφόρων ἐτύγχανεν ὤν.
6.146 Τοῦτο τοιγαροῦν τὸ βούλευμα πρῶτον μὲν ἀπόρρητον εἶχε, καὶ οὐδενὶ τῶν
πάντων καταφανὴς ἦν περὶ τοῦ τοιούτου σκεπτόμενος· ἐπεὶ δὲ ὁ ἔρως αὐτὸν ἐξεκύ
μαινε, καὶ ὑπὲρ πάντα ἐγεγόνει, τολμᾷ δὴ τὸ πρᾶγμα καὶ ἀνακαλύπτει πολλοῖς τὴν
γνώμην, ὑφ' οὗ δὴ καὶ τάχος ἁλίσκεται· ἥλω δὲ οὐ πρὸ μιᾶς ὥρας, ἀλλ' ἔλαττον τοῦ δει
νοῦ ἐκείνου ἀποτελέσματος· ἐπειδὴ γὰρ ἑσπέρα κατέλαβε, καὶ ὁ βασιλεὺς ὡς εἰώθει
ὑπνίαζεν, ὁ μὲν ἴσως τὸ φονουρ γὸν σιδήριον ἔθηγεν, ἐφοίτησε δέ τις αὐτίκα τῶν οἷς
ἐκεῖνος τὸ σκέμμα διωμολόγησεν, ὡς ἔχων τι τῷ βασιλεῖ προσαγγεῖλαι, καὶ ἐπείπερ
εἰσέδυ τὸ καταπέτασμα, πνευ στιῶν ὅλως καὶ οὔπω τὸ ἆσθμα ἐπέχων· «Ἀποκτενεῖ σε,
βασιλεῦ, αὐτίκα ὁ φίλτατος (τὸν ἄνδρα ὀνομαστὶ εἰρηκώς)· σκέψαι γοῦν ὅπως ἐκφεύξῃ
ὑπόγυον θάνατον». Ταῦτα ὁ μὲν εἰρήκει, ὁ δὲ διηπόρει καὶ πιστεύειν οὐκ εἶχεν· ὁ δὲ
γνοὺς, ῥίπτει μὲν τὸ σιδήριον, εἴσεισι δὲ τὸν ἐκεῖσε ναὸν καὶ τῇ ἱερᾷ προσφεύγει
τραπέζῃ, καὶ ἀπαγγέλλει τὸ βού λευμα καὶ πᾶσαν τὴν ἐπὶ τούτῳ σκηνὴν, καὶ ὁπόσα
προβε βουλεύκει καὶ <ὡς> ἔμελλεν αὐτίκα ἀναιρήσειν τὸν αὐτοκράτορα.
6.147 Ὁ δὲ οὐδ' ὅτι σέσωστο χάριν εἶχε Θεῷ, ἀλλ' ὅτι ἑαλώκει ὁ φίλτατος
ἐβαρυμηνία τῷ προσαγγείλαντι καὶ προὐλάμβανε τῇ ἀπολογίᾳ τὴν κατηγορίαν. Ἐπεὶ δὲ
οὐκ ἦν κρύψαι τὴν ἐπιβουλὴν εἰς τοὐμφανὲς ἀναρραγεῖσαν, καθιστᾷ μὲν ἐς τὴν
ἐπιοῦσαν δικαστηρίου σκηνὴν, εἰσάγει δὲ πεδή την <τὸν> ἁλόντα ὡς κριθησόμενον· καὶ
ἐπειδὴ εἶδε δεδε μένον τὼ χεῖρε, μικροῦ δεῖν ἀνωλόλυξεν, ὡς ἐπὶ καινῷ καὶ ἀτόπῳ
θεάματι, καὶ δακρύων τοὺς ὀφθαλμοὺς ὑποπλησθείς· «Ἀλλὰ λύσατέ μοι, φησὶ, τουτονί·
μαλθακίζεται γάρ μοι ἐπ' αὐτῷ ἡ ψυχή.» Καὶ ἐπειδὴ λελύκασι τῶν δεσμῶν οἷς τοῦτο
προστέτακτο, ἠρέμα πρὸς τὴν ἀπολογίαν προσβιβά ζων καὶ αἰτίας εὐθὺς ἀφιείς· «Σοὶ μὲν
ἐλευθέρα, φησὶν, ἡ γνώμη παντάπασιν· οἶδα γάρ σου τὸ ἁπλοϊκὸν καὶ ἐλεύθε ρον· ἀλλά
μοι λέγε, τίνες οἱ πρὸς τὴν ἄτοπον γνώμην σεσυνελάσαντες; τίς ἔκλεψέ σου τὸ
ἄπλαστον φρόνημα; τίς ἐσύλησέ σου τὸν ἀπερίεργον νοῦν; ἐπὶ τούτοις εἰπὲ καὶ τίνος
ἐρᾷς τῶν ἐμῶν; τί δέ σε τῶν πάντων θέλγει; οὐ γὰρ ἀτυχήσεις οὐδενὸς ὧν λίαν
ἐπιτεθύμηκας».

'''6.148''' Ταῦτα μὲν ὁ αὐτοκράτωρ, διῳδηκὼς ἐπὶ πᾶσι τοῖς ὀφθαλμοῖς καὶ δακρύων
τέγγων ῥοῇ. Ὁ δὲ πρὸς μὲν τὰς πρώτας ἐρωτήσεις, ὥσπερ μηδὲν ἠρωτημένος, οὐδ'
ὁτιοῦν ἀπεκρίνατο, πρὸς δὲ τὰς δευτέρας ἔνθα τὰ περὶ τῆς ἐπιθυμίας καὶ τοῦ ἔρωτος
ἔκειτο, θαυμασίως τὸ δρᾶμα ὑπο κρινόμενος τοῦ σοφίσματος, τάς τε χεῖρας τοῦ
αὐτοκράτο ρος κατεφίλησε καὶ τοῖς γόνασι τὴν κεφαλὴν ἐπιθείς· «Ἐπὶ τοῦ θρόνου με,
φησὶ, κάθισον τοῦ βασιλικοῦ, καὶ μαργαρώδει στέμματι κατακόσμησον, χάρισαι δέ μοι
καὶ τουτονὶ τὸν στρεπτὸν (τὸν περὶ τὸν τράχηλον ἐπιδείξας κόσμον), καὶ τῆς σῆς μοι
κοινώνησον εὐφημίας. Τούτου γὰρ καὶ πρότερον ἤρων, καὶ νῦν διαφερόντως ἐρῶ.»
'''6.149''' Ἐσκίρτησεν ἐπὶ τούτοις ὁ αὐτοκράτωρ καὶ λαμπρόν τι ἠγαλλιάσατο·

ἐβούλετο δὲ αὐτῷ ταῦτα, τὸ μνηστεῦσαι ἐκείνῳ ἐλευθερίαν τοῦ ἀτόπου τολμήματος, ὡς
ὑπονοίας καὶ κατακρίσεως διὰ τὸ ἁπλοῦν τοῦ φρονήματος ἐλευθέρῳ παντάπασι· «Καὶ
ταινιώσω σοι, φησὶ, καὶ τὴν κεφαλὴν, καὶ ἁλουργεῖ ἐσθῆτι περιβαλῶ, μόνον μοι κατά
στηθι τὴν ψυχὴν καὶ κατεύνασόν μοι τὸν κλύδωνα καὶ, τὴν νύκτα τῆς ὄψεως ἀπελάσας,
ἀπόδος μοι τὸ σύνηθες βλέμμα καὶ τὴν γλυκεῖαν ἡμέραν τῆς ὄψεως.» Ἐπὶ τούτοις καὶ οἱ
σπουδάζοντες παίξαντες, καὶ οἱ δικάσαντες οὐδ' ὁτιοῦν ἐξετάσαντες, ἀλλὰ γελάσαντες
ἅπαντες μεσοῦντος ἀπῆλθον τοῦ δράματος. Ὁ δέ γε βασιλεὺς, ὥσπερ αὐτὸς ἑαλωκὼς καὶ
τῆς νίκης κεκρατηκὼς, σῶστρά τε ἔθυε τῷ Θεῷ καὶ τὰς εὐχαριστηρίους ἀπεδίδου φωνὰς,
συμπόσιον ἐπὶ τούτοις τοῦ συνήθους λαμπρότερον, καὶ ἑστιάτωρ μὲν ὁ αὐτοκράτωρ καὶ
συμποσίαρχος, τὰ δὲ πρῶτα τῶν δαιτυμόνων αὐτὸς οὗτος ὁ δραματουργὸς καὶ
ἐπίβουλος.

'''6.150''' Ἐπεὶ δὲ ἡ βασιλὶς Θεοδώρα καὶ ἡ ἀδελφὴ Εὐπρεπία κατὰ τὰς ποιητικὰς
θεὰς τοῖς τελουμένοις δεινῶς ἐπεμύξαντο, οὐδὲν ἐπιδεικνύμεναι χαρίεν, ἀλλὰ
μεμφόμεναι τὰ πλείονα τὴν τοῦ βασιλέως ἁπλότητα, αἰσχύνεται ταύτας ὁ βασιλεὺς καὶ
ὑπερορίαν τοῦ ἑαλωκότος καταψηφίζεται, οὐ μακρὰν ἀποικίσας, ἀλλ' αὐτοῦ που ἐπὶ
μιᾶς τῶν πρὸ τῆς Πόλεως νήσων ἐπιχωριάζειν προστεταχὼς, λούεσθαί τε ἐκεῖσε
παρακελευσάμενος καὶ πάσης ἐμπίπλασθαι ἡδονῆς· οὔπω δὲ ἡμέραι δέκα
παρεληλύθεσαν, καὶ ἀνακα λεῖται τοῦτον λαμπρῶς, καὶ μείζονος ἀξιοῖ παρρησίας καὶ
χάριτος. Ἡ δὲ τοιαύτη διήγησις οὐκ ὀλίγα τῶν ἀτοπωτέρων παρεσιώπησεν, ὁπόσα
αἰσχύνην τε τῷ γράφοντι φέρει καὶ ὄχλον τοῖς ἐντυγχάνουσιν. Ἐπεὶ δὲ οὐκ εἰς ἅπαν
τέλος ὁ λόγος κατέληξε, δεῖται δὲ πλείονος ἐπιπλοκῆς πρὸς ἀπαρτισμὸν, ἑτέραν
παρενείρας ὑπόθεσιν, ἧς ὁ λόγος δεῖται τοῦ διηγήματος, οὕτω δὴ αὖθις ἐπαναστρέψας
τοῖς ὑφηγησο μένοις τὸ λειπόμενον ἀποδώσω.

6.151 Ἔξωρος ἤδη πρὸς συνουσίαν ἀνδρὸς ἡ βασιλὶς καθειστήκει Ζωὴ, τῷ δέ γε
βασιλεῖ τὰ τῆς ἐπιθυμίας ἐφλέγμαινεν· ἤδη γὰρ καὶ ἡ Σεβαστὴ τούτῳ τετελευτήκει, καὶ
ὀαρισταίνων περὶ τὸν ἔρωτα ἐπὶ πολλὰς πεπλάνητο φαντασίας καὶ ἀνατυπώσεις
ἀτόπους· φύσει δὲ ὢν περίερ γος τὰ ἐρωτικὰ καὶ μὴ εἰδὼς τὸ πάθος εἰς εὐκολίαν διαλύ
σασθαι μίξεως, ἀλλ' ἀεί τινα ἐπεγείρων κύματα ἐπὶ ταῖς πρώταις εὐναῖς, ἐρᾷ τινος
μείρακος, ὥς μοι καὶ ἄνω που τοῦ λόγου λέλεκται, ἐξ Ἀλανίας ὁμηρευούσης ἡμῖν· βασι
λεία δὲ αὐτὴ οὐ πάνυ σεμνὴ, οὐδὲ ἀξίωμα ἔχουσα, τῷ δὲ Ῥωμαίων κράτει τὸ ἐχέγγυον
ἀεὶ διδοῦσα τῆς πίστεως· ἡ τοίνυν μεῖραξ θυγάτριον τοῦ ἐκεῖσε βασιλεύοντος ἦν, οὔτε
τὸ εἶδος ἀξιοθέατον, οὔτε τὴν θεραπείαν εὔδαιμον, δυσὶ δὲ μόναις κεκόσκητο χάρισι,
λευκὸν ἦν τὴν χροιὰν καὶ καλλί στοις ἐπήστραπτεν ὄμμασιν· ἀλλ' ὅ γε βασιλεὺς ἅπαξ
ἑαλωκὼς ταύτης, τοὺς μὲν ἄλλους κατέλυσεν ἔρωτας, σκηνοῖ δὲ παρ' αὐτῇ μόνῃ καὶ
σφοδρὸν ἐπ' αὐτῇ πόθον ἐγκυμονεῖ.

'''6.152''' Ἀλλ' ἕως μὲν ἡ βασιλὶς βιώσιμος ἦν, οὐ πάνυ τι ἀνερρήγνυτο, ἀλλ' ἠγάπα
λανθάνειν καὶ συγκαλύπτεσθαι· ἐπεὶ δὲ ἐτεθνήκει, αἴρει τὴν φλόγα τοῦ ἔρωτος καὶ
ἀναρρι πίζει τὸν πόθον, καὶ μονονοὺ παστάδα πηξάμενος ἑαυτῷ τὴν ἐρωμένην
νυμφαγωγεῖ, καὶ ὁ μετασχηματισμὸς ἀθρόος τε καὶ καινός· τήν τε γὰρ κεφαλὴν
ἀσυνήθης κόσμος ἐκύκλου, καὶ ἡ δέρη χρυσῷ κατηγλάϊστο, ἐπικάρπιοί τε ὄφεις χρυσοῖ
τοὺς βραχίονας αὐτῇ διενέμοντο, καὶ τῶν ὤτων μαργαρῖται βαρεῖς ἀπεκρέμαντο, ἡ δὲ
ζώνη, χρυσὸς δὲ αὐτὴν καὶ μαργάρων ὁρμαθὸς ἐσχημάτιζέτε καὶ διεποί κιλλε· καὶ ἦν ἡ
γυνὴ Πρωτεὺς ἀτεχνῶς ἐξαλλάττων καὶ ποικιλλόμενος.

'''6.153''' Ἐβούλετο μὲν οὖν ταύτην καὶ βασιλικῇ ἀναδῆ σαι ταινίᾳ, ἀλλ' ἐδεδίει δύο
ταῦτα, τόν τε νόμον τὸν ἀριθμὸν αὐτῷ τῆς συζυγίας ἐπιμετρήσαντα, καὶ τὴν βασιλίδα
Θεο δώραν ὡς οὐκ ἀνεξομένην τὸ ἄχθος, οὐδὲ βασιλεύειν τε αἱρησομένην καὶ
βασιλεύεσθαι· διὰ ταῦτα τοίνυν τοῦ μὲν σχήματος αὐτῇ τῆς βασιλείας οὐκ ἐκοινώνησε,
μεταδίδωσι δὲ τοῦ ὀνόματος, σεβαστὴν ἀνειπὼν, δορυφορίαν τε αὐτῇ βασιλικὴν
διατίθεται, καὶ πάσας ἐπ' αὐτῇ θύρας αἰτήσεων ὑπανοίγνυσιν, ἐπιρρεῖ τε αὐτῇ χρυσῷ
ποταμοὺς ῥέοντας καὶ ὀχετοὺς ὀλβίους καὶ εὐδαιμονίας ἄπειρα ῥεύματα. Αὖθις οὖν
ἐσπαθᾶτο πάντα καὶ διεφθείρετο, καὶ τὰ μὲν ἐντὸς τῶν τειχῶν διεσκίδναντο, τὰ δὲ
ἐξαγώγιμα εἰς τὴν βάρβαρον ἦν· καὶ τότε πρώτως ἡ τῶν Ἀλανῶν γῆ τῶν ἀπὸ τῆς ἡμε
τέρας Ῥώμης ἐμπέπληστο ἀγαθῶν· κατήγοντο οὖν νῆες καὶ αὖθις ἀνήγοντο φορτίδες
ὅλαι τῶν παρ' ἡμῖν τιμίων καὶ οἷς πάλαι τὸ τῶν Ῥωμαίων ἐζηλοῦτο βασίλειον.

'''6.154''' Ἐγὼ δὲ καὶ τότε μὲν ἐθρήνουν ὁρῶν τὰ πάντα οὕτω διατυφόμενα, καὶ νῦν
οὐδὲν ἔλαττον ἀλγυνόμενος (εἰμὶ γὰρ εἴπερ τις ἄλλος φιλορώμαιος καὶ φιλόπατρις), ἔτι
ἐπὶ τῷ ἐμῷ δεσπότῃ καὶ βασιλεῖ ἐπαισχύνομαι. Τοῦ γὰρ ἔτους δίς που καὶ τρὶς ἐξ
Ἀλανίας πρὸς τὴν σεβαστὴν ταυτηνὶ μείρακα πατρῷοι ἐφοίτων θεράποντες, οἷς ὁ
αὐτοκράτωρ ταύτην ἐπὶ θεάτρου δεικνὺς ὁμευνέτιν τε καὶ βασιλίδα ἐκήρυττε καὶ
ὠνόμαζε· καὶ τὰ μὲν αὐτὸς ἐκείνοις ἐδίδου, τὰ δὲ τῇ καλῇ γαμετῇ διδόναι παρεκελεύετο.

'''6.155''' Ταύτης τοιγαροῦν ὁ ὑποκριτὴς ἐκεῖνος ἀνὴρ, περὶ οὗ δὴ λέγων βραχύ τι
ἐπεπαύμην, καὶ πρότερον ἤρα, καὶ τυχὼν, καὶ διὰ ταῦτα ἐπιβεβουλευκὼς, καὶ μὴ τυχὼν,
ἐπειδὴ τῆς ὑπερορίας ἐπανεληλύθει, αὖθις ἤρα σφοδρότερον. Ἐγὼ δὲ τοῦτο δὴ ἀκριβῶς
συνιεὶς ᾤμην ἠγνοηκέναι τὸν αὐτοκράτορα, μᾶλλον δὲ ἀμφίβολος ἦν, ἔστησε δέ μοι τὸν
λογισμὸν ἐκεῖνος πλανώμενον· συνειπόμην δὴ ἅπαξ κομιζομένῳ ἐπ' ἐκείνην τῷ
αὐτοκράτορι, μέρος δὲ τῶν ἀκολουθούντων καὶ ὁ ἐραστὴς ἐγεγόνει· ἡ δὲ τηνικαῦτα
ἐτύγχανεν ἐν τοῖς ἀδύτοις παρά τισιν ἑστῶσα κιγκλίσιν. Οὔπω δὲ τὸν βασιλέα
κατασπασάμενον, ἔστησέ τις φροντὶς, καὶ ὁ μὲν ἐπὶ ταύτης ἦν, ὁ δέ γε ἐραστὴς ἐπὶ τὴν
ἐρωμένην ἐρρίπτει τὰ ὄμματα καὶ ἰδὼν ἠρέμα προσεμειδίασε, καὶ αὖθις ἄλλο τι
ἐπεποιήκει ἐρωτικόν· ἐπεὶ δὲ πολλὴν πλάνην αὐτῷ ἐπεπορεύθη τὸ πρόσωπον, ὁ
αὐτοκράτωρ ἠρέμα μοι τῇ χειρὶ νύξας τὴν πλευράν· «Ὁρᾷς, ἔφη, παμπόνηρον
ἄνθρωπον, ἐρᾷ γὰρ ἔτι, καὶ οὐδὲν αὐτὸν τῶν προλαβόντων ἀνέστειλεν.» Ἐγὼ μὲν οὖν
ἀκούσας ἐρυθήματος εὐθὺς ἐπληρώθην, τῶν δὲ ὁ μὲν προῄει, ὁ δὲ ἠναισχύντει μᾶλλον
καὶ ἑώρα θαρραλεώτερον. Ἀλλ' ἀτελέστατα ἐγεγόνει πάντα· ὅ τε γὰρ αὐτοκράτωρ
ἐτεθνήκει, ὡς ὕστερον ὁ λόγος ἐρεῖ, ἐκείνων δὲ ἡ μὲν σεβαστὴ εἰς ὁμηρείας αὖθις μερίδα
λελόγισται, τὸν δὲ μέχρι φαντασμάτων ὁ τοῦ ἔρωτος ἀνάπτει πυρσός.
'''6.156''' Ὥσπερ δέ που ἐν ταύτῃ τῇ γραφῇ εἴωθα πολλὰ τῶν ἐν μέσῳ τῆς ὑποθέσεως
τῆσδε παραλελοιπὼς, αὖθις εἰς ἐκεῖνον ἄνειμι· καὶ πρῶτόν γε τὸν περὶ τῆς βασιλίδος
Ζωῆς ἀποδοὺς λόγον καὶ τῷ ἐκείνης θανάτῳ τοῦτον συμπερατώ σας, αὖθις ἑτέρας
ἕξομαι ὑποθέσεως. Ἐκείνη γὰρ ὅπως εἶχεν ἐφ' ἥβης οὔπω σαφῶς οἶδα, εἰ μὴ ὅσον ἀκοῇ
μεμαθη κὼς, ἄνω που τοῦ λόγου ταύτην ἐπίστευσα.

===Περὶ τῶν φυσικῶν ἰδιωμάτων τῆς βασιλίδος Ζωῆς===

Γραμμή 3.294 ⟶ 3.555 :
καὶ οὐ πάνυ τὸ ἐνδόσιμον ἔχουσαν, τὰς δέ γε λοιπὰς μερίδας τῷ μετὰ σώματος αὐτῆς
βίῳ κατείληφα· εἰ μὲν γὰρ τὴν μέσην στᾶσα ζωὴν μεγαλοπαθής τε καὶ πολυπαθὴς,
ὥσπερ ἐν κύκλῳ τὸ ἀκριβὲς κέντρον αἱροῖτο, τὸν πολιτικὸν ἀπεργά ζεταιἀπεργάζεται ἄνθρωπον,
οὔτε θεία τις ἀκριβῶς γενομένη ἢ νοερὰ, οὔτε φιλοσώματος καὶ πολυπαθής· εἰ δὲ
ταύτης παρατρα πείη τῆς μεσότητος, καὶ μάλιστα προχωροῦσα τὴν πρὸς τὰ πάθη