Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 2.649:
προηγησαμένης, προσκεκρούκει ταύταις εὐθὺς, εἰ μὴ καὶ οὕτω τῇ ὁμευνέτιδι ἔδοξεν,
εἴτε ἀποκρυψαμένῃ τὸ ζηλό τυπον, εἴτε διὰ τὴν ἡλικίαν τοῦτο ἀφαιρεθείσῃ.

===Το κάλλος του βασιλιά===
'''6.125''' Περὶ τοῦ εἴδους τοῦ βασιλέως. Ἄγαλμα κάλλους ἐκεῖνον ἡ φύσις τῷ βίῳ
παρέδωκεν, οὕτω μὲν ἐμμελῶς συναρμόσασα, οὕτω δὲ εὐρύ θμως ἀποτυπώσασα, ὡς
μηδένα ἔχειν ἐν τῷ καθ' ἡμᾶς χρόνῳ τὸν παρισούμενον, τῇ δὲ εὐαρμοστίᾳ καὶ εὐτονίαν
ἰσχύος ἐπέθηκεν, ὥσπερ οἴκῳ καλῷ θεμελίους ὑποθεῖσα στερρούς· ταύτην δὲ τὴν ἰσχὺν
οὐκ ἐν μήκεσι χειρῶν, οὐδὲ ἐν μεγέθεσι τῶν ἄλλων μερῶν ἢ μελῶν φέρουσα ἔκλεισεν,
ἀλλ' ἐν καρδίας, οἶμαι, βάθεσι κρύψασα, ἀφῆκε τοῦ σώματος τὰ φαινόμενα, κάλλεσι
μᾶλλον καὶ ῥυθμοῖς διαπρέποντα, ἢ ἀλλοκότοις μεγέθεσιν· αἱ γάρ τοι χεῖρες αὐτῷ καὶ
μάλισθ' οἱ δάκτυλοι συμμέτρως ἔχοντες, παρὰ τὴν συμμετρίαν τὴν ῥώμην ἐσχή κασι,
καὶ οὐδὲν ἦν τι σῶμα τῶν ἁδροτέρων καὶ στεγανῶν, ὃ μὴ ῥᾷστα ταῖς ἐκείνου χερσὶ
συσφιγγόμενον διεθρύπτετο· εἰ δ' ἀποθλῖψαι πῆχύν τινος αἱροῖτο, πολλῶν ἐκεῖνος
ἡμερῶν ἐδεῖτο πρὸς ἴασιν· φασὶ γοῦν αὐτὸν καὶ ἱππάσασθαι κάλλιστα, καὶ
δρομικώτατον ἀνθρώπων γενέσθαι, εὔστροφόν τε καὶ κοῦφον καὶ ὅλως πρὸς τὸ
πένταθλον ἀπαράμιλλον· ἰσχύος μὲν δὴ οὕτως εἶχε καὶ σώματος εὐκινησίας καὶ ποδῶν
ὠκύτητος.

'''6.126''' Τὸ δὲ κάλλος αὐτῷ ὁποῖον τοῦ Ἀχιλλέως ἢ τοῦ Νιρέως ἀκούομεν· ἀλλ'
ἐκείνους μὲν ἡ ποιητικὴ γλῶσσα ἐκ πάσης ὥρας τὸ σῶμα ἐπ' ἐξουσίας συμπλάσασα
μόλις ἐξήρκεσε, τοῦτον δὲ ἡ φύσις ὡς ἀληθῶς πλάσασά τε καὶ ἀποξέσασα, καὶ ὥσπερ
εὐτέχνως τορεύσασα καὶ καλλύνασα τῇ καθ' ἑαυτὴν εὐτεχνίᾳ τὴν μαγικὴν ἀγωνίαν
ὑπερεβάλ λετο· ἐπεὶ δὲ ἕκαστα τῶν ἐκείνου μελῶν ἀνάλογα πρὸς τὸ ὅλον σῶμα
πεποίηκε, κεφαλὴν καὶ ὅσα μετ' ἐκείνην εὐθὺς, χεῖράς τε καὶ ὅσα δὴ μετὰ ταύτας,
μηρούς τε καὶ πόδας, ἑκάστοις ἢ ἑκάστῳ τὰ προσήκοντα καταχεαμένη χρώματα, τὴν μὲν
κεφαλὴν ἡλιῶσαν ἀπέδειξε καὶ πυρσὴν, τὸ δ' ὅσον ἐν στήθεσι καὶ γαστρὶ ἄχρι ποδῶν καὶ
τοῖς ἀντιθέτοις μέρεσιν, τῆς ἀκραιφνεστάτης λευκότητος ὁπόσα δὴ μέτρα λαβοῦσα
ἀπέδειξεν ἔμπλεων· καὶ εἴ τις δὴ ἐκεῖνον ἀκριβῶς ᾑρεῖτο ὁρᾶν, ὁπότε δὴ ἀκμαίως εἶχε
καὶ οὔπω αὐτῷ τὰ μέρη παρείθησαν, κάλλεσι μὲν ἂν ἡλίου τὴν κεφαλὴν εἴκασεν, οἷα δή
τισιν ἀκτῖσι ταῖς θριξὶ διαλάμπουσαν, κρυστάλλῳ δὲ τὸ λοιπὸν σῶμα τῷ καθαρωτάτῳ
καὶ διαυγεῖ· ἐρρύθμιστο δὲ καὶ πρὸς ἐμμελὲς ἦθος, ἥ τε γὰρ γλῶσσα τούτῳ ἀστεῖον εἶχε
τὸ φθέγμα καὶ ὁμιλοῦντι θέλγη προσείπετο, εἰ δέ γε προσμειδιάσειε, χαρίτων εὐθὺς
εἶδες ἀκήρατα θήρατρα.

===Η αρρώστια του βασιλιά ===
'''6.127''' Τοῦτο μὲν οὖν τὸ κάλλος καὶ βασιλεύσας ὁ αὐτοκράτωρ ἐκέκτητο· οὔπω δὲ
χρόνος ἐνιαύσιος προβε βήκει, καὶ ἡ κοσμοῦσα τοῦτον φύσις πρὸς τοσοῦτον θαῦμα καὶ
ἡδονὴν οἷον μὴ ἐξαρκέσασα, ἀλλ' ἐνδοῦσα καὶ ἀτονή σασα, τήν τε ἰσχὺν ἐκείνῳ καθεῖλε
καὶ τὴν ὥραν διεσείσατο· αὐτίκα γοῦν αἱ τοῦ σώματος ἀρχαὶ, λέγω δὲ τὰς στοιχειώδεις
συστάσεις, διαλυθεῖσαι καὶ συγχυθεῖσαι, καὶ νῦν περὶ τοὺς πόδας καὶ τὰ κοῖλα τῶν ἄρθρων,
νῦν δὲ ἐπὶ τὰς χεῖρας συναπορρέουσαι, αὖθις δὲ αὐτούς τε τοὺς τένοντας καὶ τὰ περὶ τὸν
νῶτον ὀστᾶ κατακλύζουσαι, ὥσπερ τινὰ φορτίδα ἰσχυρῶς ἐξ ἀρχῆς ἔχουσαν ῥεύματα
ξυνερρυηκότα διέσεισαν.

'''6.128''' Ἤρξατο μὲν οὖν τὸ κακὸν οὐκ ἀθρόον εὐθὺς, ἀλλ' οἱ πόδες πρότερον τὴν
τῶν ῥευμάτων ῥύμην ὑπήνεγκαν· καὶ αὐτίκα κλινήρης τε ἐγεγόνει, καὶ εἴ πού τις
ἀνάγκη βαδίζειν, οἷον ἑτεροκίνητος. Καὶ ἦν τοῦτο κύκλος τις καὶ περίοδος, καὶ ἐδόκει
τὸ ῥεῦμα ἐν τοῖς αὐτοῖς ἀρι θμοῖς ἡμερῶν καταβαίνειν, καὶ ἠρίθμητο ἡ ἀκινησία, εἶτα δὴ
καὶ ὑπεδίδου τὰ διαστήματα, καὶ οὐ μακρὰ ἐγεγόνει τὰ διαλείμματα· καὶ τούτων οὕτω
γιγνομένων ἐκ τοῦ σχεδὸν ἐπὶ τὰς χεῖρας τὸ ῥεῦμα ἠλαύνετο, καὶ αὖθις ἐπ' ὤμους
ὥσπερ ἀνάρρουν ποιούμενον, καὶ τέλος ἅπαν τὸ σῶμα συγ κατειλήφει· ἔνθεν τοι ἅπαν
αὐτῷ μέλος τῷ δεινῷ ἐκείνῳ κατακλυζόμενον ῥεύματι ἀφῄρητο τὴν ἐνέργειαν, τῶν τε
ἰνῶν αὐτῷ καὶ τῶν συνδέσμων διασπασθέντων, τὰ μέλη τῆς ἁρμονίας μετέστησαν, οἷς
ἀρρυθμίαι καὶ ἀτονίαι συνεί ποντο. Καὶ εἶδον ἐγὼ τοὺς εὐφυεῖς ἐκείνῳ δακτύλους
ἀπαρνησαμένους μὲν τὸ οἰκεῖον σχῆμα, ἀντικαμφθέντας δὲ <εἰς> εἰσοχάς τε καὶ ἐξοχὰς,
ὡς μηδὲ τοῦ τυχόντος περιδράττεσθαι δύνασθαι· τῶν δὲ ποδῶν αὐτῷ συγκαμ φθέντων,
ὥσπερ τι ὠλέκρανον τὸ γόνυ ἐξώγκωτο· ἔνθεν τοι οὐδὲ στάσιμον εἶχε τὴν βάσιν, οὔθ'
ὅλως ἐξώρθωτο, ἀλλὰ κλινοπετὴς τὰ πολλὰ ἦν, ὁπότε δὲ χρηματίζειν αἱροῖτο,
ξυναρμοζόμενός τε καὶ ξυμπλαττόμενος.

'''6.129''' Ἀποδιδόναι δὲ τὰς βασιλείους πομπὰς ὡς ἀπαραίτητά τινα χρέα τοῖς
πολίταις βουλόμενος, ἐνταυθοῖ καὶ μάλιστα ἐσχετλίαζεν· ἀλλ' οὖν τέχνη τις ἡ ἱππικὴ
ἐκεῖ ἐκεῖνον τῇ ἕδρᾳ συνήρμοζε καὶ συνέπλαττεν· εἶτα ἐπειδὴ ἐπιβαίη τοῦ ἵππου, μόλις
δὲ οὗτος ἀνέπνει, καὶ ὁ χαλινὸς περιττός· ὀχηθέντα γοῦν ἱπποκόμοι τινὲς εὐμήκεις τε
καὶ στερροὶ ἀντήρειδον ἑκατέρωθεν, καὶ οὕτω διαβαστάζοντες τοῦτον καὶ
ἀντιβαστάζοντες ὥσπερ τινὰ φόρτον, οὗ κατα σκηνοῦν ἔμελλεν ἀπεκόμιζον. Ὁ δὲ ἄρα
καὶ ἐν τούτοις ὢν τοῖς δεινοῖς, οὐ πάνυ τι τοῦ συνήθους ἐπιλέληστο ἤθους, ἀλλὰ τήν τε
ὄψιν χαριέστατα διετίθει, καὶ τότε δὴ μόνος μετεκινεῖτο καὶ μετετίθετο, ὡς τοὺς
ὁρῶντας μὴ πάνυ πείθεσθαι ὡς ἐκεῖνος ἀλγοίη ἢ παρειμένως ἔχοι τοῦ σώμα τος. Τὰ μὲν
ταῖς πομπαῖς αὐτῷ τοιαῦτα, καὶ οἱ λίθοι τῶν ἐδαφῶν ὑπεστρώννυντο ἵνα δὴ μὴ
ὀλισθαίνοι περὶ ταῖς πλαξὶν ὁ ἵππος αὐτῷ· ἐν δέ γε τοῖς ἀδύτοις, ἀχθοφορούμενος τούς
τε βασιλείους διήμειβε καὶ μετεκεκόμιστο ὅπη βούλοι το· εἰ δὲ ἐπιβάλοι τὸ ῥεῦμα, παπαὶ
τῶν ἀλγηδόνων ἐκείνων.

'''6.130''' Ἐγὼ δὲ καὶ ξυγγράφων τοῦτον ἔτι τὸν ἄνδρα ὑπερεκπέπληγμαι, ὅπως
τηνικαῦτα ἐξήρκει τοσαύταις περιωδυνίαις βαλλόμενος· πάρεσις γὰρ ἐπὶ παρέσει τοῦτον
εὐθὺς κατελάμβανε, καὶ κατεδαπάνα μὲν τὸ λειπόμενον τῶν σαρκῶν, ἐξήρθρου δὲ
παντάπασι τὸ ἔτι ἐχόμενον. Οὐκ εἶχε δὲ ἐφ' ὅτῳ σχηματισθεὶς ἀποχρώντως
ἐπαναπαυθείη τῇ κλίνῃ, ἀλλὰ πᾶσα θέσις τούτῳ ἀντίθετος· ὅθεν οἱ κατευ ναστῆρες,
συνερείδοντες καὶ ἀντερείδοντες αὐτῷ τὸ σωμά τιον, μόλις που τῆς ἀναπαυούσης ῥοπῆς
ἐπετύγχανον, εἶτα δὴ συνήρμοζον καὶ ἐπεῖχον ἀντοικοδομοῦντες καὶ ἀντιτε χνώμενοι
τοῦτον, ὅπως ἂν ἐπὶ τοῦ σχήματος ἐκείνου στη ρίζοιτο· τῷ δὲ ἦν ἀλγεινὸν οὐ τὸ
μετατίθεσθαι μόνον, ἀλλὰ καὶ ἡ γλῶττα ἄχθος ἐκείνῳ ὁμιλοῦσα ἐδίδου, καὶ ἡ τῶν
ὀφθαλμῶν νεῦσις μετεκίνει τὸ ῥεῦμα, ὅθεν παντάπασιν ἑαυτὸν ἀκίνητον ἐδίδου καὶ
ἀρρεπῆ.

'''6.131''' Λέγω δὲ ἐν τούτοις διατεινόμενος καὶ Θεὸν τοῦ λόγου ποιούμενος
μάρτυρα, ὅτι τοσούτοις κακοῖς διαν τλούμενός τε καὶ κυμαινόμενος καὶ οὕτως ἀθλίως
ἔχων παντάπασιν, οὐδέποτε βλάσφημον πρὸς Θεὸν ἀφῆκε φωνὴν, ἀλλὰ καὶ εἴ τινα
αἴσθοιτο ἐπὶ τοῖς ἐκείνου δεινοῖς δυσχε ραίνοντα αὐστηροτέροις τοῦτον ἀπεπέμπετο
ῥήμασιν, ἑαυτῷ δὲ καταδίκην ἐπιβεβλῆσθαι τὴν συμφορὰν ἀπεφαίνετο, μᾶλλον δὲ
χαλινὸν ταύτην τῆς ἰδίας κατωνόμαζε φύσεως· ἐδεδίει γὰρ τὰς οἰκείας ὁρμὰς, καὶ·
«Ἐπειδὴ, φησὶ, μὴ λογισμῷ εἴκουσιν, ὑποχωροῦσι τοῖς τοῦ σώματος ἀλγεινοῖς, καὶ
ταλαιπωρεῖται μέν μου τὸ σῶμα, αἱ δὲ ἄτακτοι τῆς ψυχῆς πεπήγασιν ἔννοιαι.» Οὕτως
ἐκεῖνος ἐφιλοσόφει περὶ τὸ πάθος· καὶ εἴ τις ἐκεῖνον τῶν ἄλλων ἀφεὶς ἐπὶ τούτου
καταθεωρήσει τοῦ μέρους, θεῖον ὡς ἀληθῶς ἄνδρα κατονομάσειε.

'''6.132''' Τῷ δέ τι καὶ ἄλλο προσῆν ἀγαθὸν, ἐμοὶ μὲν οὐκ ἐν ἅπασιν ἐπαινούμενον,
ἐκείνῳ δὲ διαφερόντως τιμώ μενον, διαιτήσοι δὲ ὁ βουλόμενος· ἀφυλάκτως ἑαυτοῦ παν
τάπασιν εἶχε· κοιμωμένῳ μὲν οὔτε θύραι ἐπεζυγοῦντο, οὔτε τις ἐκτὸς ἐπηγρύπνει
φρουρά· πολλάκις γοῦν καὶ οἱ κατευνάζοντες ἀπῄεσαν ξύμπαντες, καὶ παρώδευέ τις
αὐτὸν ῥᾷστα καὶ αὖθις ἀντιπαρῄει, μηδενὸς τὴν πάροδον ἐκείνῳ κωλύοντος· εἴ τις γοῦν
τὸ ἀνειμένον αὐτῷ ἐνταυθοῖ προσωνείδισεν, οὔτε ἠνιᾶτο, καὶ ὡς νοσῶν περὶ τὸ θεῖον
τοὺς λογισμοὺς ἀπεπέμπετο· ἐβούλετο δὲ ὁ λόγος, ὡς παρὰ τοῦ Θεοῦ βασιλεύοι καὶ παρ'
ἐκείνου μόνου φυλάττοιτο, καὶ ὅτι, τῆς τελεωτέρας φρουρᾶς τετυχηκὼς, τῆς
ἀνθρωπικῆς καὶ ἀτελεστέρας καταφρονοίη.
'''6.133''' Ἐγὼ γοῦν πολλάκις τοὺς κυβερνήτας
καὶ οἰκοδόμους ἀντιπαραθεὶς, καὶ τελευτῶν τοὺς λοχαγοὺς καὶ στρατηγοὺς· «Οὐδεὶς μὲν
οὖν τούτων, ἔφασκον, τῶν πρὸς Θεὸν ἐλπίδων ἔρημος τὸ οἰκεῖον ἔργον μεταχειρίζεται,
ἀλλ' ὅμως ὁ μὲν πρὸς κανόνα ἰσάζει τὸ οἰκοδόμημα, ὁ δὲ τοῖς πηδαλίοις ἰθύνει τὴν
ναῦν, καὶ τῶν ἐν τοῖς πολέμοις ἕκα στος ἀσπίδα τε φέρει καὶ ξιφηφορεῖ, καὶ τῇ μὲν
κεφαλῇ κράνος ἀρκεῖ, τὸ δὲ λοιπὸν σῶμα ὁ θῶραξ ἀμπέχει»· εἶτα δὴ ἀπὸ τοῦδε μᾶλλον
ἐπιχειρῶν, ὅτι τάδε μᾶλλον πρέπει τῷ βασιλεῖ οὐκ ἔπειθον παντοίως ἐπιχειρῶν· τοῦτο
δὲ χρηστὸν μὲν τρόπον κατηγορεῖ, ἐνδόσιμον δὲ τοῖς ἐπιχει ρεῖν ἐθέλουσι γίγνεται.

===Περὶ τῶν φυσικῶν ἰδιωμάτων τῆς βασιλίδος Ζωῆς===