Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 2.163:
ἀξιώματος, ἀλλὰ τοῦ σεμνοτέρου ταύτῃ παραχωρεῖ σχήματος, ἵν' ὁμοῦ καὶ
συμβασιλεύει καὶ ὑπό κειται τῇ ἀδελφῇ.

==TόμοςTΟΜΟΣ έκτοςΕΚΤΟΣ- Ζωή και Θεοδώρα–[https://el.wikipedia.org/wiki/%CE%9A%CF%89%CE%BD%CF%83%CF%84%CE%B1%CE%BD%CF%84%CE%AF%CE%BD%CE%BF%CF%82_%CE%98%C2%B4_%CE%BF_%CE%9C%CE%BF%CE%BD%CE%BF%CE%BC%CE%AC%CF%87%CE%BF%CF%82 Κωνσταντίνος Θ΄ ο Μονομάχος] (1042-1055)==
'''6.1''' Περιΐσταται οὖν ἡ βασιλεία ταῖς δυσὶν ἀδελφαῖς, καὶ τότε πρῶτον ὁ καθ'
ἡμᾶς χρόνος τεθέαται γυναικωνῖτιν μετασχηματισθεῖσαν εἰς βασιλικὸν βουλευτήριον,
Γραμμή 2.367:
αὐτοκρατεῖν ἐν τοῖς πράγ μασιν, ἀρχὴ δὲ τῷ Μονομάχῳ Κωνσταντίνῳ καὶ πρώτη τῆς βασιλείας κατάστασις. Αἱ μὲν οὖν τρίτον μῆνα συνάρξασαι παύονται τῆς ἀρχῆς, ὁ δέ γε Κωνσταντῖνος,
ἀλλὰ μήπω περὶ αὐτοῦ, βραχέα δέ τινα καθίσταμαι πρὸς τὴν φιλήκοον ἀκοήν.

'''6.22''' Πολλοί με πολλάκις πρὸς τήνδε τὴν ξυγγραφὴν κατηνάγκασαν, οὐ τῶν ἐν
τέλει μόνον καὶ τῶν πρώτων τῆς γερουσίας, ἀλλὰ καὶ τῶν ἄλλων εἰς τὰ τοῦ Λόγου
τελούντων μυστήρια, καὶ τῶν ὅσοι θειότεροι καὶ ὑπερτελεῖς τὴν ψυχήν· ἐπειδὴ γὰρ
χρόνῳ ἤδη τὸν λόγον ἡ τῆς ἱστορίας συναγωγὴ ἐπιλέλοιπεν, ὡς κινδυνεύειν τε μακρῷ
τῷ χρόνῳ καλυφθῆναι τὰ πράγματα, καὶ ὅσον ἐπὶ τούτῳ τῷ μέρει τοὺς ἄνω χρόνους μὴ
ἐσχηκέναι ὑπόστασιν, διὰ ταῦτά με βοηθῆσαι ἠξίουν τῇ φύσει τοῦ πράγματος, καὶ μὴ τὰ
μὲν ἄνω που πρὸ ἡμῶν ἀναγραφῆς παρὰ τῶν μεταγενεστέρων ἠξιῶσθαι, τὰ δὲ ἐφ' ἡμῶν
πεπραγμένα λήθης καλυφθῆναι βυθοῖς· οἱ μὲν οὖν οὕτως καὶ μετὰ τοιούτων λογισμῶν
πρὸς τὸ πρᾶγμα ὑπῆγον, ἐγὼ δὲ οὐ πάνυ τι τὴν τοιαύτην πραγματείαν ὑπεδεχόμην, οὐ
καθυφεὶς τὴν ὑπόθεσιν ῥᾳθυμίᾳ, ἀλλὰ δυοῖν θατέρῳ δεδιὼς διακινδυνεῦσαι· ἢ γὰρ
ὑπερβὰς δι' ἃς αἰτίας ἐρῶ τὰ πεπραγ μένα τισὶν, ἢ μεταβάλλων ἑτέρως, οὐχ ἱστορίαν
ποιῶν, ἀλλὰ πλάττων ὥσπερ ἐπὶ σκηνῆς πράγματα ᾤμην ἁλώσεσθαι, ἢ τὸ ἀληθὲς ἐκ
παντὸς τρόπου θηρώμενος ἀφορμὴ σκώμματος τοῖς φιλαιτίοις γενήσεσθαι, καὶ οὐ
φιλίστωρ, ἀλλὰ φιλολοί δορος νομισθήσεσθαι.

'''6.23''' Ἔνθεν τοι οὐ πάνυ τι περὶ τὰς καθ' ἡμᾶς ὑποθέσεις ἐσπούδασα, καὶ μάλισθ'
ὅτι περ ἐν πολλοῖς τοῦ αὐτοκράτορος Κωνσταντίνου καθάψεσθαι ᾔδειν, ὑπὲρ οὗ
αἰσχυνοίμην ἂν, εἰ μὴ πᾶσαν εὐφημίαν τούτῳ συνεισενέγ καιμι· ἀγνώμων γὰρ ἂν εἴην
καὶ πάντη ἀλόγιστος, εἰ μὴ ὧν ἐκεῖθεν τὰ μὲν ἐν αὐτοῖς ἔργοις, τὰ δὲ εἰς ἀφορμὴν κρειτ
τόνων ἔσχηκα, πολλοστὸν ἀντιδοίην μέρος, τὴν διὰ τῶν λόγων εὐγνωμοσύνην· διὰ
τοῦτον γοῦν ἐγὼ τὸν ἄνδρα τὴν ἱστορίαν ἀπεπεμπόμην ἀεὶ, ἥκιστα βουλόμενος προστρί
ψασθαί τινα μῶμον αὐτῷ, καί τινα τῶν οὐ καλῶς αὐτῷ πεπραγμένων καὶ ἃ λανθάνειν
καλὸν ἀνακαλύψαι τῷ λόγῳ, καὶ ταῖς τῶν πολλῶν ἀκοαῖς διεφθορυῖαν πιστεῦσαι διήγη
σιν, καὶ ὃν ὑπόθεσιν εἰς λόγους ἔσχηκα κρείττονας, τοῦτον εἰς χείρονας κτήσασθαι
ἀφορμὴν, καὶ ἣν ἐκάθηρα γλῶτταν ἀφ' ὧν ἐκεῖνός με πρὸς τοῦτο παρώρμησε, ταύτην
ἐπ' αὐτῷ θήξασθαι.

'''6.24''' Εἰ γὰρ καὶ φιλοσόφῳ ἀνδρὶ καταπεφρόνηται πᾶν τὸ ἐνταῦθα περιττὸν καὶ
περίεργον, καὶ ὅρος αὐτῷ τῆς ζωῆς ἡ τῶν ἀναγκαίων τῇ φύσει περίληψις, τὰ δ' ἄλλα
προσήρτηται ἔξωθεν τῇ τοιαύτῃ ζωῇ, ἀλλ' ἐμοὶ οὐ διὰ ταῦτα ἀγνωμονητέον τῷ
ὑπερβαλλόντως τετιμηκότι καὶ ὑπὲρ τοὺς ἄλλους ὑψώσαντι· τὸ μὲν οὖν βουλόμενόν
μοι ἢ ἐν τοῖς κρείττοσι λόγοις ἐκείνου μεμνῆσθαι, ἢ σεσιγῆσθαι τὰ ἐκείνου εἰ μὴ ἀπὸ τῆς
κρείττονος ὥρμηνται ὑποθέσεως· ἀλλ' εἰ μὲν προθέμενος τὸν ἐκείνου βίον ἐγκωμιάζειν,
εἶτα τὰς τῶν κρειττόνων ἀφεὶς ἀφορμὰς, τὰς τῶν χειρόνων ὑποθέσεις ἐφαινόμην
συνειλοχὼς, κακοηθέστατος ἂν εἴην, ὥσπερ δὴ ὁ τοῦ Λύξου τὰ χείριστα τῶν Ἑλλήνων
ἐν ταῖς ἱστορίαις παραλαμβάνων.

'''6.25''' Εἰ δὲ τοῦτο μὲν οὐκ ἐργάζομαι νῦν, ἱστορεῖν δὲ τοὺς τῶν αὐτοκρατόρων
ἐπιβέβλημαι βίους, πῶς ἃ τῶν ἱστο ριῶν ἐστιν ὑπερβαίνων, ἃ τῶν ἐγκωμίων ἐστὶν
ἐργάσωμαι, ὥσπερ ἐπιλαθόμενος τῆς ἐπιχειρήσεως, ἢ διαγράφων τὴν τέχνην, μὴ
διακρίνων τὰς ὑποθέσεις, ἀλλ' εἰς ταὐτὸ τέλος συνελαύνων, ὧν διάφοροι οἱ σκοποί;
ἐπεὶ τοί γε πρὸς τῆσδε τῆς πραγματείας πολλοὺς ἐκείνῳ καὶ καλοὺς λόγους πεποί ημαι,
καὶ τάς γε ὑπερβολὰς τῶν ἐγκωμίων ἐθαύμασαν οἱ πολλοὶ, καὶ οὐκ ἐψευσάμην τὸν
ἔπαινον, ἀλλὰ τοὺς ἄλλους ἔλαθον οὕτω ποιῶν. Οἱ μὲν γὰρ, ἀναμὶξ ἐχόντων τῶν
πραγμά των τοῖς βασιλεῦσι καὶ διαπεπλεγμένων αὐτοῖς χειρόνων τε καὶ κρειττόνων
πράξεων, οὔτε ψέγειν καθαρῶς ἴσασιν, οὔτε εἰλικρινῶς ἐπαινεῖν, ἀλλ' ἐξαπατᾷ τούτους
ἡ τῶν ἐναντίων γειτνίασις· ἐγὼ δὲ ψέγειν μὲν ἀφωσιωσάμην, εἰ μὴ ὅσον ἐν πλάσμασιν,
ἐπαίνους <δὲ> ξυντιθεὶς, οὐκ ἐξ ἁπάντων ἅπαντα συλλαμβάνειν εἴωθα, ἀλλ' ἀφεὶς μὲν
τὰ χείρονα, ἀφαιρού μενος δὲ τὰ κρείττονα, ξυναρμόζω ταῦτα κατὰ τὴν οἰκείαν τάξιν
καὶ ξυγκολλῶ καὶ διὰ μιᾶς τῆς ἀρίστης ποιότητος ἐξυφαίνω τὴν εὐφημίαν.

'''6.26''' Ἐν μὲν οὖν τοῖς πρὸς ἐκεῖνον ἐγκωμίοις οὕτω τοὺς ὑπὲρ αὐτοῦ λόγους
ξυντέθεικα, ἱστορεῖν δὲ ἐπιβεβλη μένος ἐκεῖνον, οὐκ ἂν δυναίμην οὕτω ποιεῖν· οὐ γὰρ
ἂν ψευσαίμην τὴν ἱστορίαν, ἧς τὸ κράτιστον ἡ ἀλήθεια, τῆς τῶν πολλῶν ἕνεκα
δυσφημίας, εὐλαβούμενος μή με λοίδορος γλῶσσα αἰτιάσαιτο, ὅτι εὐφημεῖν δέον
κατηγορῶ· ἀλλ' οὐ κατηγορία τοῦτο, οὐδὲ γραφὴ, ἀλλ' ἀληθῶς ἱστορία. Ἔπειτα εἰ μὲν
ἑώρων ὅτι τῶν ἄλλων αὐτοκρατόρων ἀπὸ τῆς κρατί στης ἕξεως πάντα διαπεπραχότων
καὶ ἐν πᾶσιν εὐδοκιμη κότων, τούτῳ μόνῳ ἡ βασιλεία ἀπὸ τῶν ἐναντίων κεχαρακ
τήρισται, ὑπερέβην ἂν τὸν ὑπὲρ ἐκείνου λόγον· ἐπεὶ δὲ οὐδείς ἐστι τῶν πάντων
ἀνάλωτος, ἀλλ' ὁ χαρακτὴρ ἑκάστῳ ἀπὸ τοῦ πλείονος, πῶς ἂν ἐξειπεῖν αἰσχυνθείην εἴ τι
μὴ καὶ τούτῳ δικαίως καὶ προσηκόντως εἴργασται;

'''6.27''' Οἱ μὲν οὖν πολλοὶ ταῖς τῶν βασιλέων προσ εσχηκότες ἀναγραφαῖς,
θαυμάζουσιν ὅτι μηδεὶς αὐτῶν διὰ τέλους εὐδόκιμος, ἀλλὰ τῷ μὲν οἱ ἄνω χρόνοι
καλλίους, τῷ δὲ ἡ πρὸς τῷ τέλει βελτίων ζωή· καὶ οἳ μὲν τὸν ἀπολαυ στικὸν εἵλοντο
βίον, οἳ δέ τι καὶ φιλοσοφεῖν ἐπεβάλοντο, ἔπειτα συνέχεον τὰς αἱρέσεις σὺν οὐδενὶ
κόσμῳ καὶ τοὺς βίους ἀκαταλλήλως ἀπέδοσαν ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἂν ἀγασθείην, τὸ δ'
ἐναντίον εἴ τῳ συμβέβηκεν· ἰδιώτην μὲν γὰρ βίον ἴσως εὕροι τις ἐκ πρώτης τῆς ἀρχῆς
εἰς ἔσχατον τέλος διὰ μιᾶς καὶ τῆς αὐτῆς ἀπευθυνθέντα γραμμῆς, καὶ τοῦτο ἐν ὀλίγοις
τοῖς παραδείγμασιν, ἀνὴρ δὲ ἡγεμονικὴν τάξιν παρὰ τοῦ Κρείττονος εἰληχὼς, εἶτα δὴ
καὶ πλείους χρόνους ἐπιβιοὺς, οὐκ ἄν ποτε δυνηθείη διὰ τῶν καλλίστων ἁπάντων τὴν
ἀρχὴν τελεώσασθαι· τῷ μὲν γὰρ ἰδιώτῃ αὔ ταρκες ἴσως εἰς ἀρετὴν ἥ τε τῆς ψυχῆς φύσις
καὶ ἡ πρώτη τοῦ βίου ἔνστασις, ὅτι μὴ πολλὰ τούτῳ τὰ ἀντιπίπτοντα ἔξωθεν, μηδ'
ἀλλοιοῖ τὴν ψυχὴν τὰ συμβαίνοντα, βασιλεῖ δὲ τοῦτο πῶς δώσομεν, ᾧ μηδὲ τὸ
βραχύτατον μέρος τῆς οἰκείας ζωῆς τῶν ὀχλούντων ἐστέρηται; ἀλλ' ὥσπερ θά λασσα
βραχὺ μὲν κατεστόρεσται καὶ γαληνιᾷ, τὰ δ' ἄλλα τοῦτο μὲν πλημμυρεῖ, τοῦτο δὲ καὶ
τινάσσεται κύμασι, νῦν μὲν βορέου διαταράττοντος, νῦν δ' ἀπαρκτίου, νῦν δ' ἄλλου
τινὸς τῶν ἐγειρόντων κλυδώνιον, ὅπερ αὐτὸς ἐπὶ πολλοῖς ἑωράκειν· διὰ ταῦτα γοῦν, ἢ
γλυκυθυμίας αὐτοῖς δεῆσαν, εὐθὺς ἐπιλήψιμον τουτὶ τὸ μέρος αὐτοῖς, ἢ φιλανθρωπίᾳ τι
καθυφεῖσιν ἀνεπιστημοσύνη προστρίβεται, ἢ διεγερθεῖσι πρὸς ἐπιμέλειαν ἡ
φιλοπραγμοσύνη προσάπτεται, ἢ κινη θεῖσι πρὸς ἄμυναν καί τι τῶν αὐθεκάστων
πεποιηκόσιν, ὀργὴ τὸ σύμπαν καὶ θυμὸς τὸ λοιδόρημα, κἂν εἴ τι τῶν κρυ φιωτέρων
ἐπιχειρήσωσι διαπράξασθαι, μᾶλλον ἂν λάθοι τοὺς πολλοὺς ὁ Ἄθως ἢ τὸ πεπραγμένον
ἐκείνοις. Οὐδὲν οὖν θαυμαστὸν εἰ μηδενὶ τῶν βασιλέων ὁ βίος ἀνέγκλητος.

'''6.28''' Ἐγὼ μὲν γὰρ ἐβουλόμην, εἰ καὶ μηδέ τῳ τῶν πάντων, ἀλλὰ τῷ γε ἐμῷ
αὐτοκράτορι τοῦτο προσεῖναι τὸ μέρος, ἀλλ' οὐχὶ κατὰ τὰς ἡμεδαπὰς αἱρέσεις αἱ τῶν
πραγ μάτων ἀκολουθίαι· διὰ ταῦτα ἵλεά μοι τὰ παρὰ σοῦ εἴη, θειοτάτη ψυχή· κἂν μὴ
μετρίως περὶ τῶν χρόνων εἴποιμι, ἀλλ' ἀνεπικαλύπτως καὶ ἀληθῶς, σύγγνωθί μοι καὶ
τοῦτο. Ὥσπερ γὰρ οὐδέν σοι τῶν κρειττόνων συνεπικρύψομαι, ἀλλ' εἰς τοὐμφανὲς ἄξω,
οὕτως εἴ τί σοι μὴ ἀπὸ τῆς αὐτῆς εἴρηται ἕξεως καὶ τοῦτο δὴ τῷ λόγῳ δῆλον ποιήσομαι.
Καὶ τὰ μὲν πρὸς ἐκεῖνον ὦσι ταῦτα.

'''6.29''' Παραλαβὼν δὲ ὁ ἀνὴρ οὗτος τὸ κράτος, οὔτε ἐγκρατῶς οὔτε εὐλαβῶς εἶχε
περὶ τὰ πράγματα, ἀλλ', ὡς ἔοικεν, εὐδαιμονίαν καινήν τινα καὶ ἀσυνήθη τῷ βίῳ ἀνα
πλαττόμενος πρότερον καὶ πραγμάτων ἀθρόαν μετάθεσιν καὶ μεταποίησιν σὺν οὐδενὶ
λόγῳ καὶ τάξει, ἐπειδὴ βασιλεύειν ἔλαχεν, ἔργῳ τὰς ἀναπλάσεις ποιεῖν εὐθὺς
ἐπεχείρησε. ∆ύο τοίνυν τούτων τὴν Ῥωμαίων συντηρούντων ἡγεμονίαν, ἀξιωμάτων
φημὶ καὶ χρημάτων, καί τινος ἔξω τρίτου, ἔμ φρονος περὶ ταῦτα ἐπιστασίας καὶ τοῦ
λογισμῷ χρῆσθαι περὶ τὰς διανεμήσεις, οὗτος τοὺς μὲν τῶν χρημάτων θησαυροὺς
αὐτόθεν ἐκχεῖν ἐπιβέβλητο, ὡς μηδὲ τοῖς πυθμέσι καταλιπεῖν τι· τιμῶν δὲ καὶ πλεῖστοι
μὲν ἀλόγως εὐθὺς παραπή λαυον, μάλιστα δὲ οἵ τε φορτικώτερον καταδυσωποῦντες τὸν
ἄνδρα, καὶ οἱ πρὸς τὸν καιρόν τι παραφθεγξάμενοι ὥστε ἐκεῖνον κινῆσαι πρὸς γέλωτα·
ἀμέλει τοι τάξιν ἐχούσης τῆς τιμῆς ἐν τῷ πολιτικῷ δήμῳ, καὶ ὅρου τινὸς ἐπικειμένου
ἀμεταθέτου τῆς ἀναβάσεως, οὗτος ἐκείνην μὲν συγχέας, τοῦτον δὲ ἀφελὼν, μικροῦ δεῖν
τὸν ἀγοραῖον καὶ ἀγύρτην δῆμον ξύμπαντα κοινωνοὺς τῆς γερουσίας πεποίηκε, καὶ
τοῦτο οὔ τισιν ἢ πλείοσι χαρισάμενος, ἀλλ' εὐθὺς ἀπὸ μιᾶς φωνῆς ἅπαντας εἰς τὰς
ὑπερηφάνους μετενεγκὼν ἀρχάς· τοῦτο μὲν οὖν τηνικαῦτα τελετὰς καὶ πανηγύρεις
ἀπέτεκε, καὶ ἡ Πόλις ξύμπασα μετεώριστο, ὡςφιλοτιμοτάτου βασιλέως ἐπιστάντος τοῖς
πράγμασι, καὶ ἀσύγκριτα τὰ παρόντα ἐδόκει τοῖς πρότερον· τὸ γὰρ αἰσθανόμενον τῆς
τῶν ὅλων συνέσεως ἐν Πόλει τρυφῶσι βραχὺ, καὶ οἱ τὴν σύνεσιν δὴ ἔχοντες ἀμελοῦσι
τῶν καθηκόντων ἐν οἷς ὧν ἐρῶσιν ἐπιτυγχάνουσι.

'''6.30''' Κατὰ βραχὺ δὲ διηλέγχθη τὸ πρᾶγμα, ὁπηνίκα τῶν πάλαι ζηλωτῶν
ἀδιορίστως ὑπερχυθέντων, ἡ σεμνότης ἀφῃρέθη τοῖς κτησαμένοις· ἀλλὰ τοῦτο οὔπω
τηνικαῦτα εἰς γνῶσιν ἐγίνετο τοῖς πολλοῖς· διὰ ταῦτα πάντ' ἐσπαθᾶτο καὶ ἀνηλίσκετο
εἰς οὐδὲν δέον· καὶ οὐκ ἀγνοῶ, ὅτι τισὶν ὕστερον συγγραφεῦσιν ἀφορμὴ τοῦτο ἐγκωμίου
γενήσεται τῷ ἀνδρί· ἀλλ' ἔμοιγε ἐν πᾶσιν εἴθισται οὔτε τι τῶν δόκησιν ἐχόντων καλοῦ
οὔτε <τι> τῶν κακῶς οἰομένων πεπρᾶχθαι, ἕκαστον ἐφ' ἑαυτοῦ μόνον σκοπεῖν, ἀλλὰ καὶ
τὰς αἰτίας ζητεῖν καὶ πρὸς ὅ τι τὸ γινόμενον ἀποτελευτήσοι, καὶ μάλιστα εἰ καὶ ὁ τὰς
ὑποθέσεις χορηγῶν ἐπὶ τοιούτων λογισμῶν ἵσταται· ὅτι δὲ ἐμοὶ κάλλιον τοῦτο
ἠκρίβωται, ἢ ἐκείνοις ἴσως λελέξεται, ἡ πεῖρα παρέστησε.

'''6.31''' Τοῦτο μὲν οὖν πρῶτον ἐκείνου, ἵν' οὕτως εἴποιμι νεανίευμα, δεύτερον δὲ, ὃ
καὶ αὐτὸς καὶ τότε ἐπαινῶν οἶδα καὶ νῦν δὲ οὐδὲν ἧττον ἐν καλοῖς τίθεμαι, οὔτε ἀλαζὼν
ὤφθη τισὶν, οὔτε βαρὺς τὴν ὀφρὺν, ἀλλ' οὐδ' ὑπέρογκόν τι σεμνολογούμενος, οὐδὲ
μνησικακήσας ἐκείνοις παρ' ὧν οὔτε τι πρότερον πρᾳότερον ἔσχηκεν, ἀλλὰ καὶ πρὸς τὸ
κράτος οὐ τῶν μετρίων τετύχηκεν, ἀλλὰ πᾶσι τὰ πρὸς αὐτὸν ἐγκλήματα παρεικὼς,
ἐκείνοις μάλιστα σπένδεται οἷς καὶ μᾶλλον ἐδόκει ἐν ἅπασι μηνιεῖν.

'''6.32''' Εὐφυέστατος δὲ εἴπερ τις ἄλλος εἰς ἑαυτὸν μεταθεῖναι τὸ ὑπήκοον γεγονὼς,
οἰκείως ἕκαστον ᾕρει οἷς ᾔδει θηρώμενον, καὶ ῥᾷστα μετεποικίλλετο, οὔτε κατασοφι
ζόμενος, οὔτε μὴν εἰρωνευόμενος πρὸς τὸν ἁλισκόμενον, ἀλλὰ φιλαλήθως σπεύδων
ἑλεῖν ἕκαστον ἀφ' ὧν χαριεῖσθαι ἐκείνῳ ἠσπάσατο.

'''6.33''' Εἶχε δὲ καὶ τὴν γλῶτταν χαρίτων μεστὴν, εὐκίνητός τε ἦν πρὸς μειδίαμα,
καὶ ἱλαρὸν εἶχε τὸ πρό σωπον, οὐκ ἐν παιδιαῖς μόνον ὁπότε αὐτῷ καὶ τούτου ἐδέησεν,
ἀλλὰ καὶ ἐν οἷς σπουδάζων ἐδείκνυτο, καὶ τῶν ἠθῶν δ' ἐκείνοις συνανεκίρνατο ὁπόσοις
ἡ ἁπλότης συν έπρεπε καὶ τὸ δεινὸν κατεστοιβασμένον οὐκ ἦν· εἰ δέ τις αὐτῷ προσῄει,
σύννουν ἐπιδεικνὺς τὴν ψυχὴν, ὡς δή τι πλέον τῶν ἄλλων ὁρῶν καὶ ὡς ἥκοι
φροντίσων ἐκείνῳ καὶ συνδιασκεψόμενος περὶ τῶν συνοισόντων, τοῦτον δὴ κακοη
θέστατόν τε ᾤετο καὶ ἐναντιώτατα πρὸς τὸ ἦθος αὐτοῦ διαπεπλασμένον· ἔνθεν τοι εἰς
τὴν αὐτὴν τῆς γνώμης ἰδέαν οἱ ὁμιλοῦντες ἐκείνῳ μετεποιήθησαν· κἂν εἴ τις
σπούδασμά τι γενναῖον ἐβούλετο παρεισενεγκεῖν, οὐκ εὐθὺς τοῦτο προὐτίθει, ἀλλ' ἤ
τινας παιδιὰς προλαμβάνων, ἢ ταύταις τοῦτο συναναπλέκων, ὥσπερ τινὶ κακοσίτῳ
ἡδύσμασί τισι καταμεμιγμένον τὸ καθάρσιον πόμα ἐπώρεγεν.

'''6.34''' Ἐδόκει γὰρ ἐκ κυμάτων πολλῶν καὶ κλύδωνος, φημὶ δὴ τῶν ἐν τῇ ὑπερορίᾳ
δεινῶν, εἰς τοὺς λιμένας τῶν βασιλείων κατᾶραι, καὶ διὰ τοῦτο πάσης μὲν ἀναπαύλης,
πάσης δὲ ἐδεῖτο ἀναψυχῆς, καὶ κεχαρισμένος αὐτῷ ὁ τὰς ὀφρῦς διαλελυμένος καὶ εἰπεῖν
μέν τι τῶν καθηδυνόντων ψυχὴν πρόχειρος, περὶ δὲ τῶν μελλόντων πραγμάτων τὰ
χαριέστερα προμαντεύσασθαι.

'''6.35''' Λόγοις δὲ οὐ πάνυ καθωμιληκὼς, οὐδέ τινα ἕξιν κτησάμενος λογιότητος,
ἀλλ' ὅμως ἐζήλου τοῦτο τὸ μέρος, καὶ τοὺς ἐλλογιμωτέρους πανταχόθεν συνήνεγκεν εἰς
τὰς βασιλείους αὐλὰς, ὧν οἱ πλείους ἐν ἐσχάτῃ εἴδοντο πολιᾷ.
'''6.36''' Ἐγὼ δὲ τηνικαῦτα εἰκοστὸν πέμπτον ἔτος ἄγων τῆς ἡλικίας τοῖς
σπουδαιοτέροις προσανεῖχον μαθήμασι· περὶ δύο γὰρ ταῦτα ἐσπουδακὼς, ῥητορικοῖς
μὲν λόγοις τὴν γλῶτταν πλάσασθαι πρὸς εὐπρέπειαν, καὶφιλο σοφίᾳ καθᾶραι τὸν νοῦν,
τοὺς μὲν ῥητορικοὺς λόγους οὐ πάλαι ἠκριβωκὼς, ὥστε καὶ διελεῖν δύνασθαι τὸ ἄρθρον
τῆς ὑποθέσεως καὶ τοὺς πρώτους καὶ δευτέρους λόγους εἰς τοῦτο συνενεγκεῖν, καὶ μὴ
πάντα τὴν τέχνην δεδιέναι, μηδ' ἕπεσθαι ταύτῃ ὥσπερ τι θρέμμα ἐν ἅπασιν, ἀλλὰ καὶ
πλέον τι συνεισενεγκεῖν ἐν τοῖς μέρεσι, φιλοσοφίας εἰχόμην, καὶ τοῦ συλλογίζεσθαι
ἱκανῶς ἔχων, ἢ ἄνωθεν καὶ ἀμέσως, ἢ ἐκ τῶν μετέπειτα καὶ παντοδαπῶς, τῶν τε
φυσικῶν λόγων ἡψάμην καὶ πρὸς τὴν πρώτην φιλοσοφίαν διὰ τῆς μέσης ἀνεπτερούμην
γνώσεως.

'''6.37''' Καὶ εἰ μή μέ τις φορτικὸν ἐντεῦθεν νομίζοι, ἀλλὰ συγχωρεῖ δὴ τῷ λόγῳ, καὶ
τοῦτο δὴ τῶν ἐμῶν προσ θήσω, ὃ δὴ καὶ μόνον μάλιστα εἰς εὐφημίαν τοὺς σπουδαιο
τέρους κινήσει· καί μοι συμμαρτυρήσετε οἱ τήμερον τὸν λόγον ἀναγινώσκοντες, ὅτι
ἐκπνεύσασαν τὴν σοφίαν κατα λαβὼν ὅσον ἐπὶ τοῖς μετέχουσιν, αὐτὸς ἀνεζωπύρησα
οἴκο θεν, οὔτε διδασκάλοις ἀξιολόγοις περιτυχὼν, οὔτε σπέρμα σοφίας ἐν τῇ Ἑλλάδι ἢ
τῇ βαρβάρῳ τὸ ξύμπαν διερευνησά μενος εὑρηκώς· ἀλλ' ἐπειδὴ μέγα τι περὶ φιλοσοφίας
ἐν τῇ Ἑλλάδι ἀκούων, ἐν φωναῖς τισὶν ἁπλαῖς καὶ προτάσεσι κατεμάνθανον, καὶ ἦν
ταῦτα ὡσανεὶ στῆλαι καὶ ὅρια, κατα γνοὺς τῶν περὶ ταῦτα σμικρολογουμένων ἐζήτησά
τι πλέον εὑρεῖν· ὡς δέ τισι τῶν ἐξηγησαμένων τὴν ἐπιστήμην ἐν έτυχον, τὴν ὁδὸν παρ'
αὐτῶν ἐδιδασκόμην τῆς γνώσεως, καί με ἄλλος εἰς ἄλλον παρέπεμπον, ὁ χείρων πρὸς
τὸν κρείτ τονα, κἀκεῖνος αὖθις εἰς ἕτερον, καὶ οὗτος εἰς Ἀριστοτέλην καὶ Πλάτωνα, ὧν
δὴ καὶ οἱ πρὸ ἐκείνων ἠγάπησαν εἰ εὐθὺς τὰ δευτερεῖα μετ' ἐκείνους εἰλήχασιν.

6.38 Ἐντεῦθεν οὖν ὁρμηθεὶς αὖθις ὥσπερ περί οδον ἐκπληρῶν ἐς Πλωτίνους καὶ
Πορφυρίους καὶ Ἰαμ βλίχους κατῄειν, μεθ' οὓς ὁδῷ προβαίνων εἰς τὸν θαυμασιώ τατον
Πρόκλον ὡς ἐπὶ λιμένα μέγιστον κατασχὼν, πᾶσαν ἐκεῖθεν ἐπιστήμην τε καὶ νοήσεων
ἀκρίβειαν ἔσπασα· μέλ λων δὲ μετὰ ταῦτα ἐπὶ τὴν πρώτην ἀναβαίνειν φιλοσοφίαν καὶ
τὴν καθαρὰν ἐπιστήμην μυεῖσθαι, τὴν περὶ τῶν ἀσωμά των θεωρίαν προὔλαβον ἐν τοῖς
λεγομένοις μαθήμασιν, ἃ δὴ μέσην τινὰ τάξιν τετάχαται, τῆς τε περὶ τὰ σώματα φύσεως
καὶ τῆς ἀσχέτου πρὸς ταῦτα νοήσεως, καὶ αὐτῶν δὴ τῶν οὐσιῶν, αἷς ἡ καθαρὰ
συμβαίνει νόησις, ἵν' ἐντεῦθεν εἴ τι καὶ ὑπὲρ ταῦτα ὑπέρνουν ἢ ὑπερούσιον
καταλήψομαι.

'''6.39''' ∆ιὰ ταῦτα ἀριθμῶν τε μεθόδοις ἑαυτὸν ἐντεί νας καὶ γεωμετρικὰς
ἀποδείξεις ἀναλαμβάνων, ἃς ἀνάγκας τινὲς ὀνομάζουσιν, ἔτι τε μουσικοῖς καὶ
ἀστρονομικοῖς ἐνδι δοὺς λόγοις καὶ εἴ τινες ἄλλαι μαθήσεις ταύταις ὑπόκεινται, οὐδὲ
τούτων οὐδεμίαν ἀπολείπων, καὶ πρῶτα μὲν κατὰ μίαν ἑκάστην διεξιὼν, εἶθ' ἁπάσας
συνάψας, ὡς δι' ἀλλήλων ἡκούσας εἰς ἓν, ὡς ἡ Ἐπινομὶς βούλεται, οὕτω διὰ τούτων
τοῖς ὑψηλοτέροις ἐπέβαλλον.

'''6.40''' Ἐπεὶ δὲ τῶν τελεωτέρων ἠκηκόειν φιλοσόφων, ὅτι ἔστι τις καὶ ὑπὲρ τὴν
ἀπόδειξιν σοφία, ἣν μόνος εἶδεν ὁ σωφρόνως ἐνθουσιάζων νοῦς, οὐδὲ ταύτην
παρέδραμον, ἀλλά τισι βιβλίοις ἀρρήτοις ἐντετυχηκὼς, ὁπόσον εἰκὸς καὶ ἡ φύσις μοι
ἔρρωτο, καὶ ταῦτ' εἰσεδεξάμην. Τὸ γὰρ δι' ἀκριβείας ταῦτα εἰδέναι, οὔτ' ἂν αὐτὸ περὶ
ἑαυτοῦ σεμνο λογήσαιμι, οὔτ' ἄλλῳ πιστεύσαιμι λέγοντι, τὸ δὲ μίαν τῶν πασῶν
ἐπιστήμην ὥσπερ ἑστίαν φίλην ἑαυτῷ πεποιηκότα τινὰ, ἐντεῦθεν οἱονεὶ καθ' ἱστορίαν
ἐξιόντα καὶ τῶν ἄλλων ἐν περινοίᾳ γίγνεσθαι, καὶ αὖθις ἐπαναστρέφειν ἀφ' ἧς κε
κίνηται, τοῦτο δὴ οὐ πάνυ τι τὴν φύσιν ἡμῶν ὑπεράλλεται.

'''6.41''' Ἑωρακὼς δὲ ὅτι δύο μερίδες τῶν λόγων εἰσὶ, καὶ τὴν μὲν ἡ ῥητορικὴ
συμπληροῖ, τὴν δὲ φιλοσοφία ἀπέτεμε, καὶ ἡ μὲν οὐδέν τι τῶν σεμνοτέρων εἰδυῖα
καχλάζει μόνον τῷ μεγάλῳ τῶν λέξεων ῥεύματι, καὶ περὶ τὴν συνθήκην τῶν τοῦ λόγου
μορίων στρέφεται, καί τινας λόγους ἀναπτύξεων τῶν πολιτικῶν ὑποθέσεων καὶ
διαιρέσεων προβέβληται, καὶ κοσμεῖ τὴν γλῶτταν, καὶ ὅλως διαπρεπής ἐστιν ἐν τοῖς
πολιτικοῖς λόγοις, ἡ δὲ φιλοσοφία τοῦ περιπτυσσομένου τὸν λόγον κάλλους ἧττον
φροντίζουσα, τάς τε φύσεις ἀνιχνεύει τῶν ὄντων καὶ τὰς ἀρρήτους θεωρίας παρίστησι,
καὶ οὐδὲ μέχρις οὐρανοῦ ὑψηλολογουμένη προβαίνει, ἀλλὰ καὶ εἴ τις ἐκεῖθεν κόσμος,
καὶ τοῦτον ἐξυμνεῖ ποικιλώτερον, οὐκ ᾠήθην δεῖν, ὥσπερ δὴ οἱ πλεῖστοι πεποιήκασιν ἢ
πεπόνθασιν, ἢ τὴν τέχνην ξυνειλοχότα τῆς ἐπιστήμης καταμελεῖν, ἢ ταύτην
διαμελετῶντα καὶ ἐν θαυμασίοις πλουτοῦντα νοήμασι τῆς τῶν λέξεων κατολιγωρεῖν
ἄνθης καὶ τῆς κατὰ τέχνην διαι ρέσεώς τε καὶ τάξεως· διὰ ταῦτα, καὶ ὅπερ ἤδη μοι
πολλοὶ προσωνείδισαν, καὶ ῥητορικὴν ὑπόθεσιν μελετῶν, ἔστιν οὗ καὶ ἀπόδειξίν τινα
ἐπιστήμονα οὐκ ἀκόμψως εἰσάγω, καὶ αὖθις φιλόσοφόν τι ἀποδεικνύων θέμα,
καθωραΐζω τοῦτο ταῖς τεχνικαῖς χάρισιν, ἵνα μὴ πρὸς τὸ μέγεθος τοῦ νοήμα τος ἡ τοῦ
ἀναγινώσκοντος ψυχὴ δυσπαραδεκτήσασα τοῦ φιλοσοφουμένου λόγου στερίσκοιτο.

'''6.42''' Ἐπειδὴ δὲ ἐστί τις καὶ ὑπὲρ ταύτην ἑτέρα φιλοσοφία, ἣν τὸ τοῦ καθ' ἡμᾶς
λόγου μυστήριον συμπληροῖ, (καὶ τοῦτο δὲ διπλοῦν καὶ φύσει καὶ χρόνῳ μεμερισμένον,
ἵνα μὴ τὴν ἑτέραν λέγω διπλόην τήν τε ἐν ἀποδείξεσιν καὶ ὅση ἐξ ἐπινοίας καὶ
τεθειασμένης ἐγγίνεταί τισι γνώσεως), περὶ ταύτην μᾶλλον ἢ περὶ τὴν ἑτέραν
ἐσπούδασα, τὰ μὲν τὰ ἐκπεφασμένα περὶ ταύτης τοῖς μεγάλοις Πατράσιν ἑπόμενος, τὰ δὲ
καὶ αὐτός τι τῷ θείῳ συνεισφέρων πληρώ ματι· καὶ εἴ μέ τις, λέγω δὲ ἁπλῶς καὶ οὐ
κομψευόμενος, ἐπαινεῖν ἐπὶ τοῖς λόγοις βούλοιτο, μή με ἐντεῦθεν, μηδ' ὅτι πολλοῖς
βιβλίοις ὡμίλησα, οὐ γὰρ ἐκ φιλαυτίας ἠπάτημαι, οὐδὲ τὸ ἐμὸν μέτρον ἠγνόηκα, ὅτι
πολλοστόν ἐστι τῶν ὑπὲρ ἐμὲ σοφιστευσάντων ἢ φιλοσοφησάντων, ἀλλ' ὅτι μὴ ἐκ
ῥεούσης πηγῆς εἴ τί μοι σοφίας μέρος συνείλεκται ἠρα νισάμην, ἀλλ' ἐμπεφραγμένας
εὑρηκὼς ἀνεστόμωσά τε καὶ ἀνεκάθηρα, καὶ ἐν βάθει που τὸ νᾶμα κείμενον σὺν πολλῷ
ἀνείλκυσα πνεύματι.
6.43 Νῦν γὰρ οὔτε Ἀθῆναι, οὔτε ἡ Νικομήδεια, οὔτε ἡ πρὸς Αἰγύπτῳ
Ἀλεξάνδρεια, οὔτε Φοινίκη, οὔτε μὴν ἑκατέρα Ῥώμη, ἥ τε πρώτη καὶ ἥττων καὶ ἡ μετ'
ἐκείνην καὶ κρείττων, οὔτ' ἄλλη τις πόλεων ἐπί τινι τῶν λόγων σεμνύνεται τανῦν,
ἀλλὰ καὶ αἱ χρυσίτιδες φλέβες καὶ αἱ μετ' ἐκείνας καὶ ἀργυρίτιδες, καὶ εἴ τινες ἄλλαι τῆς
ἀτιμο τέρας τούτων ὕλης, ἐμπεφραγμέναι ξύμπασαι πᾶσι τεθέαν ται· ὅθεν μὴ αὐτοῖς δὴ
τοῖς ζῶσι νάμασιν ἐντυχεῖν ἔχων, ταῖς εἰκόσιν ἐκείνων προσεσχηκὼς, εἴδωλα ἄττα καὶ
αὐτὰ δεύτερα τῇ ἐμῇ συνεσπασάμην ψυχῇ, καὶ συλλαβὼν οὐδενὶ τούτων ἐβάσκηνα,
ἀλλ' ἃ δὴ πόνῳ συνειλόχειν πολλῷ, τούτων πᾶσι μετέδωκα, οὐ μισθοῦ τοὺς λόγους
πωλῶν, ἀλλὰ καὶ προσεπιδιδοὺς εἴ τις λαμβάνειν ἐβούλετο· ἀλλὰ ταῦτα μὲν ὕστερον.
6.44 Ἐμοὶ δὲ καὶ πρὸ τοῦ τελείου καρποῦ ἡ ἄνθη τὸ μέλλον προεμαντεύετο· καὶ ὁ
μὲν βασιλεὺς οὔπω ἐγνώκει, ἡ δὲ περὶ ἐκεῖνον δορυφορία ξύμπασά με ᾔδει, καὶ ἄλλος
ἄλλο τι τῶν ἐμῶν διηρίθμει τῷ βασιλεῖ, προστιθέντες ὅτι μοι καὶ χάρις διαπρέπει τοῖς
χείλεσιν. Ἐρῶ δὲ καὶ περὶ τούτου τοῦ μέρους· φυσικαί τινες ἀρεταὶ, ἢ τοὐναντίον, τῇ
γενέσει ἡμῶν συνεκδίδονται· λέγω δὲ ἀρετὴν ἐνταῦθα, οὔτε τὴν ἠθικὴν, οὔτε τὴν
πολιτικὴν, οὔθ' ἥ τις ὑπὲρ ταύτας καὶ ἄχρι τοῦ παραδείγματος, ἢ τῆς δημιουργικῆς
τελειότητος· ἀλλ' ὥσπερ τὰ τῶν γενομένων σώματα, ἃ μὲν μεθ' ὥρας εὐθὺς
ἀποτίκτεται, τοῖς δὲ ἡ φύσις σπίλους τινὰς ἐξ ἀρχῆς καὶ ῥυτίδας ἐντέθεικεν, οὕτω δὴ καὶ
τῶν ψυχῶν ἡ μέν τις εὐθὺς χαριεστάτη καὶ ἱλαρωτάτη διέγνωσται, ἡ δὲ συννεφὴς καὶ
πολλήν τινα τὴν ἀχλὺν ἐπισύρουσα· καὶ τοῦ χρόνου δὲ προϊόντος ταῖς μὲν χάριτες
συνεκφαίνονται, ταῖς δὲ τά τε ἄλλα ἐξήμβλωται καὶ οὐδὲ τὰ περὶ τὸν λόγον αὐταῖς εὖ
διωργάνωται.

'''6.45''' Ἐπιμαρτύρεται γοῦν ἐμοὶ ὅτι μοι ἡ γλῶττα κἀν ταῖς ἁπλαῖς διήνθισται
προφοραῖς, καὶ οὐδὲν ἐπιτηδευομένῳ φυσικαί τινες ἐκεῖθεν ἡδύτητες ἀποστάζουσιν·
ἐγὼ γοῦν οὐκ ἂν τοῦτο εἰδείην, εἰ μή με πολλοὶ προσεῖπον διαλεγόμενον, καὶ
διακέχυντο εἴ τινες τῶν ἐμῶν λόγων ἀκούσειαν. Τοῦτό με τοίνυν πρῶτον εἰς βασιλέα
συνίστησι, καὶ ἡ πρό δρομος χάρις τῆς γλώττης προτέλεια ἐκείνῳ καὶ περιρραντία τῶν
ἐμῶν ἀδύτων ἐγένετο.

'''6.46''' Καὶ εἰρήκειν μὲν εἰσιὼν τὴν πρώτην οὔτε στωμύλον οὔτε κομψὸν, ἀλλ' ἐγὼ
μὲν τὸ γένος κατέλεγον καὶ οἵαις ἐχρησάμην περὶ τοὺς λόγους παρασκευαῖς, ὁ δὲ, ὥσπερ
οἱ θεοφορούμενοι ἀδήλως τοῖς ἄλλοις ἐνθουσιῶσιν, οὕτω δὴ κἀκείνῳ αἰτίαν οὐκ εἶχεν
ἡ ἡδονὴ, καὶ μικροῦ με δεῖν κατε φίλησεν, οὕτω μου τῆς γλώττης εὐθὺς ἀπῃώρητο. Τοῖς
μὲν οὖν ἄλλοις καιρὸν εἶχε καὶ μέτρον ἡ πρὸς αὐτὸν εἴσοδος, ἐμοὶ δὲ καὶ αἱ τῆς καρδίας
αὐτῷ πύλαι ἀνεπετάννυντο, καὶ κατὰ βραχὺ προϊόντι ξύμπαντα ἐπεδείκνυτο. Καὶ μή μέ
τις αἰτιάσαιτο, εἴ τι βραχὺ τὸν τοῦ λόγου σκοπὸν παρεκβέβηκα, μηδὲ περιαυτολογίαν
οἰηθείη τὴν παρέκβασιν· εἰ γάρ τι καὶ τοιοῦτον εἴρηται, ἀλλὰ πρὸς τὸν εἱρμὸν τοῦ λόγου
πάντα ξυμβέβληται· τοῦτο δὲ οὐκ ἦν ἄλλως ἐνδείξασθαι μὴ τὴν αἰτίαν προειρηκότι,
ταύτην δὲ βουλόμενος προειπεῖν; ἀναγ καῖον καὶ τῶν κατ' ἐμὲ μνημονεῦσαί τινα· διὰ
ταῦτά μοι τὰ πολλὰ ἐκεῖνα προείρηται, ἵνα μοι προχωροίη κατὰ τέχνην ὁ λόγος εἰς
ἀρχήν τε ἀναβαίνοντι καὶ προκαθιστῶντι καὶ τὰ ἑξῆς συμπεραίνοντι. Ἐπειδὴ οὖν
ἐμαυτὸν τούτῳ δὴ τῷ μέρει τῆς ἱστορίας ἀκριβῶς ἀνεβίβασα, ἐρῶ οὐδέν τι διαψευ
δόμενος· ἀλλ' εἴ τι μὲν οὐ λεχθήσεται, ἀποκέκρυπται, τῶν δὲ ῥηθησομένων οὐδέν τι εἴη
ἀμφισβητήσιμον πρὸς ἀλήθειαν.

'''6.47''' Οὐ πάνυ τι τὴν φύσιν τῆς βασιλείας ὁ αὐτοκράτωρ οὗτος κατείληφεν, οὔθ'
ὅτι λειτουργία τίς ἐστι λυσιτελὴς εἰς τὸ ὑπήκοον, οὔθ' ὅτι ἐγρηγορυίας δεῖται ἀεὶ ψυχῆς
πρὸς τὴν βελτίονα τῶν πραγμάτων διοίκησιν, ἀλλὰ κόπων ἀνάπαυσιν καὶ ἐφετοῦ
ἀποπλήρωσιν καὶ συντονίας ἀνάπαυσιν τὴν ἀρχὴν ἡγησάμενος, καὶ ὥσπερ ἐπὶ τούτῳ
καταπλεύσας ἵνα μηκέτι τὰ τῆς κυβερνήσεως ἐνεργοίη, ἀλλ' ἀπολαύοι τῶν ἡσυχίας
καλῶν, τὸ μὲν ὅσον ἐπὶ τὴν τοῦ δημοσίου ὁρᾷ ἐπιμέλειαν, τό τε τοῦ δικάζειν ἀξίωμα καὶ
τὸ τῶν καταλόγων ἐπιμελεῖσθαι, ἑτέροις φέρων ἀνέθετο, βραχεῖάν τινα τούτων μερίδα
ἀποτεμόμενος ἑαυτῷ· τὸν δὲ φιλήδονον καὶ ἀπολαυστικὸν βίον ὥσπερ τινὰ οἰκειότατον
κλῆρον ἀπεμερίσατο ἑαυτῷ· ἔτυχε μὲν γὰρ καὶ τοιοῦτον ἔθος κεκληρωμένος παρὰ τῆς
φύσεως, μᾶλλόν γε μὴν τοῦτο ἐπέτεινεν, ἀποχρῶσαν ὕλην πρὸς τοῦτο τὴν ἡγεμονίαν
λαχών.

'''6.48''' Ὥσπερ δὲ ἐρρωμένον ζῷον καὶ τοῖς πᾶσιν ἰσχυρῶς ἔχον οὐκ ἀθρόον
ἀλλοιοῦσιν αἱ τῶν μελλόντων παθημάτων ἀρχαὶ, οὕτω δὴ καὶ τούτῳ, οὐ πάνυ τι
δυσθανα τούσης τῆς βασιλείας, ἀλλ' ἔτι πνεῦμα καὶ τόνον ἐχούσης, βραχύ τι τὸ
κατολιγωρεῖν διεφαίνετο, ἕως ἂν κατὰ βραχὺ τὸ κακὸν αὐξηθὲν καὶ κορυφωθὲν τὸ πᾶν
ἀνέτρεψε καὶ συνέχεεν· ἀλλ' οὔπω τοῦτο· καὶ ὁ βασιλεὺς φροντίδων μὲν ὀλίγων
μεταλαγχάνων, πλειόνων δ' ἐρασμίων τε καὶ ἀπολαύ σεων, πολλὰ δὴ νοσοποιὰ αἴτια τῷ
τότε ὑγιεῖ τῆς βασιλείας προκατεβάλλετο σώματι.

'''6.49''' Γεγόνασι δὲ τούτῳ μερὶς οὐ μετρία πρὸς τὴν τοιαύτην ἀμετρίαν τὰ ῥᾴθυμα
τῶν βασιλίδων ἤθη, καὶ τὸ κατ' ἐκείνας ἐθέλειν εἰς τρυφὰς ἀνεῖσθαι καὶ γέλωτας· τὴν
γοῦν κοινωνίαν τῶν ἀπολαύσεων θεραπείαν ἐκεῖνος ὠνό μαζε, καὶ ἐβούλετο μὲν οὐδὲν
ἐκείναις ἐναντιώσασθαι, ἀλλὰ πᾶσαν ταύταις εἰσάγειν γλυκυθυμίαν, ἀφορμῆς δέ τινος
προηγησαμένης, προσκεκρούκει ταύταις εὐθὺς, εἰ μὴ καὶ οὕτω τῇ ὁμευνέτιδι ἔδοξεν,
εἴτε ἀποκρυψαμένῃ τὸ ζηλό τυπον, εἴτε διὰ τὴν ἡλικίαν τοῦτο ἀφαιρεθείσῃ.

===Περὶ τῶν φυσικῶν ἰδιωμάτων τῆς βασιλίδος Ζωῆς===