Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 2.163:
ἀξιώματος, ἀλλὰ τοῦ σεμνοτέρου ταύτῃ παραχωρεῖ σχήματος, ἵν' ὁμοῦ καὶ
συμβασιλεύει καὶ ὑπό κειται τῇ ἀδελφῇ.

==TΟΜΟΣT¨ομος ΕΚΤΟΣέκτος Ζωή και Θεοδώρα–[https://el.wikipedia.org/wiki/%CE%9A%CF%89%CE%BD%CF%83%CF%84%CE%B1%CE%BD%CF%84%CE%AF%CE%BD%CE%BF%CF%82_%CE%98%C2%B4_%CE%BF_%CE%9C%CE%BF%CE%BD%CE%BF%CE%BC%CE%AC%CF%87%CE%BF%CF%82 Κωνσταντίνος Θ΄ ο μονομάχοςΜονομάχος] (1042-1055)==
'''6.1''' Περιΐσταται οὖν ἡ βασιλεία ταῖς δυσὶν ἀδελφαῖς, καὶ τότε πρῶτον ὁ καθ'
ἡμᾶς χρόνος τεθέαται γυναικωνῖτιν μετασχηματισθεῖσαν εἰς βασιλικὸν βουλευτήριον,
Γραμμή 2.367:
αὐτοκρατεῖν ἐν τοῖς πράγ μασιν, ἀρχὴ δὲ τῷ Μονομάχῳ Κωνσταντίνῳ καὶ πρώτη τῆς βασιλείας κατάστασις. Αἱ μὲν οὖν τρίτον μῆνα συνάρξασαι παύονται τῆς ἀρχῆς, ὁ δέ γε Κωνσταντῖνος,
ἀλλὰ μήπω περὶ αὐτοῦ, βραχέα δέ τινα καθίσταμαι πρὸς τὴν φιλήκοον ἀκοήν.

===Τα φυσικά χαρακτηριστικά της Ζωής===

'''6.157''' Περὶ τῶν φυσικῶν ἰδιωμάτων τῆς βασιλίδος Ζωῆς. Ὡς δ' οὖν γηράσασα
ἦν οὐ πάνυ τι εἶχε τοῦ φρονήματος ἐρρωμένως· λέγω δὲ οὐχ ὡς περὶ παραφόρου ταύτης
ἢ ἐξεστηκυίας, ἀλλ' ὡς καὶ πραγμάτων μὲν παντά πασιν ἀδαοῦς, ὑπὸ βασιλικῆς δὲ
ἀπειροκαλίας διεφθαρμένης παντάπασιν· εἰ δέ που καὶ ψυχικῷ προτερήματι
ἐκεκόσμητο, ἀλλ' οὐδὲ τοῦτο διέσωσεν αὐτῇ καθαρὸν ἡ γνώμη, ἀλλὰ πλέον ἢ δεῖ ἔχειν
ἐπιδεικνυμένη, οὐ φιλότιμον ἀλλ' ἀπειρόκαλον τοῦτο ὑπέφαινεν· ὑπεξῃρήσθω δὲ
ταύτης τὸ περὶ τὸ θεῖον σέβας, οὐδὲ γὰρ ἔχω ἐνταῦθα τὸ πλέον ἐπαιτιᾶσθαι, ἀνυπέρ
βλητον δὲ αὐτῇ τὸ ἀγαθὸν τοῦτο ἐτύγχανεν ὂν, ἐξεκρέματο γὰρ ὅλη τοῦ θείου καὶ
πάντα ἐκεῖθεν εἷλκέ τε καὶ ἐνόμιζεν· οὕτω μὲν οὖν καὶ ἄνωθί που τοῦ λόγου τῆς
προσηκούσης ἔτυχεν εὐφημίας· ὁ δέ γε λοιπὸς αὐτῇ βίος πῆ μὲν ἁπαλός τε καὶ ἔκλυτος,
πῆ δὲ σκληρὸς ἄγαν καὶ σύντονος, ἄμφω σὺν οὐδενὶ λόγῳ καὶ παρὰ βραχύ τι τοῦ χρόνου
ἐπὶ ταὐτοῦ τὰ ἰδιώματα διηλλάττετο· εἰ γοῦν τις αὐτὴν ἀθρόον ἰδὼν ὑπε κρίθη τὸ πεσεῖν
ἐξ ἀστραπῆς ὥσπερ πληγεὶς (τοῦτο γὰρ πολλοῖς ἐπαίζετο κατ' αὐτῆς), χρυσοῖς εὐθὺς
ἐδεδώρητο ἀποδέσμοις· εἰ δὲ πλείοσι λόγοις εὐχαριστίας ἐχρήσατο, σιδηροῖς αὖθις
κατεδεῖτο δεσμοῖς· καὶ ἐπειδὴ τὸν πατέρα αὐτῆς ἐγνώκει ἀφειδέστερον περὶ τὴν τῶν
ὀμμάτων ἀφαί ρεσιν, οὐκ ἔφθη τις τὸ βραχύτατον πλημμελήσας καὶ ἐπὶ τὴν τοιαύτην
ἀπήγετο βάσανον, καὶ εἰ μὴ ὁ αὐτοκράτωρ οὐ ξυνεχώρει τὸ ἔργον, πολλοῖς ἂν ἐπ' οὐδενὶ
λόγῳ ἐξεχύθη τὰ ὄμματα.

'''6.158''' Φιλοτιμοτάτη δὲ γενομένη πασῶν γυναικῶν, καὶ διὰ τοῦτο πάντα
συνδιαφθείρουσα, ὅτι μὴ μέτρον εἶχε ταύτῃ τὸ καλὸν, ὁμοῦ τε τὰ χρήματα ἀπηρίθμει καὶ
θατέρᾳ χειρὶ ἐδεξιοῦτο τῷ Κρείττονι κατὰ τοῦ λαμβάνοντος· εἰ δέ τις αὐτῇ κατὰ
σπουδὴν τὰ τοῦ γένους διεξῄει καλὰ, καὶ μάλιστα ὁπόσα ὁ θεῖος Βασίλειος, ἠγάλλετό τε
καὶ αὐτίκα μετέωρος ἦν τὴν ψυχήν. Ἑβδομηκοστὸν δὲ ἤδη ὑπερβᾶσα ἔτος τῆς ἡλικίας
ῥυτίδα μὲν οὐκ εἶχεν ἐπὶ τοῦ προσώπου, ἀλλ' ἤνθει ὡς ἐπὶ νέῳ τῷ κάλλει· τῶν δέ γε
χειρῶν οὐκ ἀτρόμως εἶχεν, ἀλλ' ἐκεκλόνητο, συνεκεκύφει δὲ καὶ τὰ νῶτα· τῶν δέ γε
περὶ τὸ σῶμα καλλωπισμῶν ἠμέλει παντά πασι, καὶ οὔτε χρυσοπάστῳ ἐχρῆτο στολῇ,
οὔτε ταινίαις, ἢ κόσμοις περιδεραίοις, ἀλλ' οὐδὲ φορτικῶς ἠμφίεστο, ἀλλ' ἐλαφρᾷ τῇ
στολῇ τὸ σῶμα περιεκάλυπτε.

'''6.159''' Τῶν μέντοιγε βασιλικῶν φροντίδων οὐδ' ἐκοινώνει τῷ αὐτοκράτορι, ἀλλ'
ἐβούλετο πάντη ἄσχολος εἶναι τῶν περὶ ταῦτα πόνων· οὐδὲ τῶν ὅσα γυναῖκας περὶ αὑτὰ
ἀσχολεῖ, ἱστόν φημι καὶ ἠλακάτην καὶ ἔριον καὶ τὸ ὑφαί νειν, οὐδὲ τούτων ἐφρόντιζεν·
ἑνὸς δὲ μάλιστα εἴχετο καὶ περὶ τοῦτο σπουδὴν ἐτίθετο πᾶσαν, θυσίαν προσάγειν Θεῷ,
οὔ φημι τοσοῦτον τὴν δι' αἰνέσεως λογικῆς τε προσαγωγῆς καὶ ἐξομολογήσεως, ἀλλὰ
τὴν δι' ἀρωμάτων καὶ ὅσα τῆς Ἰνδῶν καὶ Αἰγυπτίων γῆς εἰς τὰ ἡμέτερα φοιτᾷ ὅρια.
'''6.160''' Ἐπεὶ δὲ ὁ λαχὼν αὐτὴν αἰὼν ἀπήρτιστο καὶ θνῄσκειν ἔμελλε, βραχύ τι κατ'
αὐτῆς ἡ τῆς φύσεως ἕξις προοιμιάζεται· μαραίνεται γὰρ αὐτῇ ἡ περὶ τὰς τροφὰς
ἐπιθυμία, καὶ τὸ ἐνδεὲς προσθήκην λαμβάνον πυρετὸν αὐτῇ ἀνάπτει ἐπιθανάτιον, καὶ
συντηκόμενον αὐτῇ τὸ σῶμα καὶ οἷον εἰπεῖν μαραινόμενον ἀγχοῦ τὸν θάνατον
προεσήμαινεν· καὶ ἡ μὲν αὐτίκα τὰ δεσμωτήρια <ἐνθυμεῖται>, ποιεῖται δὲ χρεῶν
ἀποκοπὰς, ἀπολύει δὲ συμφορῶν τοὺς ἐνόχους αὐταῖς, ταμιεῖά τε βασιλικὰ ὑπανοίγνυσι
καὶ ποταμηδὸν χεῖσθαι ἐᾷ τὸν ἐν ἐκείνοις χρυσόν· ἀλλ' ὁ μὲν ἐν τούτοις οὕτως ἀφειδῶς,
οὕτως ἀκρατῶς, ἡ δὲ βραχύ τι δυσθανατή σασα καὶ τὴν ὄψιν ἀλλοιωθεῖσα μετατίθησι
τὴν ἐνταῦθα ζωὴν, δύο πρὸς τοῖς ἑβδομήκοντα ἔτη βιώσασα.

'''6.161''' Ἐγὼ δὲ τὸν περὶ τῆς βασιλίδος συντελέσας λόγον, ἐπὶ τὸν βασιλέα αὖθις
ἐπάνειμι, τοσοῦτον ἐπειπών· ἐβουλόμην μὴ ἱστορεῖν, μηδὲ φιλαλήθης ἐνταῦθα
κατονομά ζεσθαι, ἀλλ' ἐγκώμια τῷ αὐτοκράτορι τούτῳ ποιεῖν, πολλῶν γὰρ ἂν
εὐπόρησα καὶ καλῶν λόγων εἰς εὐφημίας ἔρανον, ὧν ἐκεῖνος δαψιλεῖς ἐδίδου τὰς
ἀφορμάς· ὁ μὲν γὰρ ἐγκωμιά ζων, ὅσα πρόσεστι φαῦλα τῷ ἐγκωμιαζομένῳ παραιτούμε
νος, ἐκ τῶν σπουδαιοτέρων ἐκείνῳ πλέκει τὸν ἔπαινον· κἂν πλεῖστα τἀναντία ᾖ, ἀρκεῖ
τῷ ῥήτορι καὶ μία ὑπόθεσις σπου δαίαν τὴν πρᾶξιν ἔχουσα εἰς εὐφημίαν ἀρκοῦσαν,
ὁπότε καὶ τὰ φαῦλα σοφιστικῶς μεταχειρισάμενος εἰς εὐφημίας καταβιάσαιτο ἀφορμήν·
ὁ δέ γε συντιθεὶς ἱστορίας, ὥσπερ ἀπροσωπόληπτος καὶ ἀδέκαστος δικαστὴς οὐχ
ἑτεροκλινής ἐστι τοῖς τῶν πράξεων μέρεσιν, ἀλλ' ἴσῳ σταθμῷ τοῖς λόγοις ἑαυτὸν
διδοὺς, οὐδεμίαν σοφίαν ἐπάγει οὔτε τοῖς σπου δαίοις οὔτε τοῖς φαύλοις, ἀλλ' ἁπλῶς τε
καὶ καθαρῶς τὰ πεπραγμένα διέξεισι, κἂν τῶν ὑποβεβλημένων τῷ λόγῳ προσώπων, ὁ
μέν τις αὐτὸν σπουδαῖος ὢν διεφαύλισεν, ὁ δὲ τῆς ἑτέρας μερίδος τυγχάνων χάριτάς
τινας κατεβάλετο, οὐδέτερον τῶν εἰς αὐτὸν πεπραγμένων ἐν τῇ ἱστορίᾳ λογί σεται, ἀλλ'
ἕκαστον ἀναθήσει τῷ λόγῳ μετὰ τῆς οἰκείας πράξεως· ἐπεὶ εἴ γε δι' εὔνοιαν ἢ ψυχῆς
εὐγένειαν δοθείη τῷ ἱστοροῦντι τῷ εὐνοϊκῶς πρὸς αὐτὸν σχόντι ἀντιχαρί ζεσθαι καὶ
τοῦδ' εἵνεκα δεκάζειν τοὺς λόγους, τίς ἂν πρὸ ἐμοῦ ἕτερος ταῖς ἐκ τῶν λόγων εὐφημίαις
τουτονὶ τὸν αὐτοκράτορα κατεκόσμησεν, ὅς γε οὔπω με πρὸ τοῦ κράτους ἑωρακὼς,
ἐπειδὴ ἅπαξ εἶδεν, οὕτω μου ἑαλώκει τῶν λόγων ὡς δοκεῖν ἐκ τῶν ὤτων τῆς ἐμῆς
γλώττης ἐκκρέμασθαι;

'''6.162''' Ἀλλ' οὐκ οἶδ' ὅπως καὶ τὴν τῆς ἱστορίας διαφυλάξω ἀλήθειαν, κἀκείνῳ τὸ
εἰκὸς σέβας ἀπομερίσο μαι· ἡ δέ γε τῆς ἐμῆς ἀκριβείας περὶ τὴν ἀληθῆ ἱστορίαν
ὑπερβολὴ καὶ μοῖράν τινα ἐκείνῳ σῴζει τῆς κρείττονος ὑπο λήψεως· εἰ γὰρ,
ἀπερικαλύπτως ἐμοῦ καὶ τὰ δοκοῦντα φαῦλα ἐκείνου διακριβοῦντος, σῴζεται ἐκ τῆς
ἑτέρας μερί δος ἡ ἀρετὴ διαλάμπουσα, καὶ ὥσπερ ἐπὶ ζυγοῦ ἡ κρείττων πλάστιγξ
κάτωθεν βρίθει ἀξιόλογόν τι βάρος τῶν πράξεων φέρουσα, πῶς οὐχὶ πάντας ἐκεῖνος
ὑπερβαλεῖται τοὺς αὐτοκράτορας, ὧν ἐγκωμιαζομένων ὕποπτος ὦπται ἡ εὐφημία καὶ
τοῦ πιθανοῦ μᾶλλον ἢ τοῦ ἀληθοῦς ἐχομένη; τίς δὲ τῶν πάντων ἀνθρώπων, ἵν' ὑπὲρ
τῶν ἐκείνου ἐλαττωμάτων ἀπολογίσωμαι, καὶ μάλιστα τῶν βασιλεύειν λαχόντων, ἐκ
πασῶν ὤφθη τῶν πράξεων ἀναδεδεμένος τὴν κεφαλὴν ἐγκωμιαστικῷ διαδήματι;

'''6.163''' Ὁπότε γὰρ ὁρῶμεν τοὺς ὑμνουμένους ἐκείνους ἐν γνώμαις καὶ λόγοις καὶ
πράξεσιν αὐτοκράτορας, Ἀλέ ξανδρον φημὶ τὸν Μακεδόνα καὶ τὼ διττὼ Καίσαρε,
Πύρρον τε τὸν Ἠπειρώτην, καὶ Ἐπαμινώνδαν τὸν Θηβαῖον, καὶ Ἀγησίλαον τὸν
Λακεδαιμόνιον, ἵνα μὴ λέγω τοὺς ἄλλους, οἷς βραχὺς ὁ ἔπαινος παρὰ τῶν ἐπαινούντων
ἀνείλεκται, οὐκ ἴσῳ τῷ μέρει ἐς ἀρετὴν καὶ κακίαν διαμεριζομένους, ὡς ἔκ τε τῶν
ἀναγραψάντων τοὺς ἐκείνων βίους ἐγνώκαμεν, ἀλλὰ παρὰ πολὺ ἐπικλινεστέρους πρὸς
τὸ φαυλότερον μέρος, τί δ' ἄν τις ἐρῇ περὶ τῶν ἐκείνους μιμησαμένων, εἴ γε βραχεῖ τῷ
μέρει κατόπιν ἐκείνων ὤφθησαν, λέγω δὲ οὐκ ἐν πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσιν, ἀλλ' ἐν
οἷς ἐκεῖνοι τῶν ἄλλων μάλιστα κατωρθώκασιν;

'''6.164''' Ἔγωγ' οὖν πρὸς ἐκείνους συγκρίνων τουτονὶ τὸν μέγιστον αὐτοκράτορα, ἐλάττονα
μὲν πρὸς ἀνδρίαν οἶδα, μείζονα δὲ τοῖς ἄλλοις καλοῖς ἢ ὅσῳ τοῦ λοιποῦ μέρους τῶν καλλιστείων
ἐκείνοις παρακεχώρηκεν· ὀξὺς γὰρ τὴν φύσιν ὢν, ἀγχίνους τε εἴ τις ἄλλος καὶ μνήμων
διαφερόντως, τοσοῦτον τῆς θυμοειδοῦς ἐκράτει κινήσεως, ὡς δοκεῖν ἐξαίρετον τῶν
ἄλλων λαχεῖν τὴν πρᾳότητα· ἐμὲ γοῦν οὐκ ἐλάνθανεν ὥσπερ τις ἡνίοχος τὸν θυμικὸν
ἵππον ἀνακρουό μενος· ἐξανθῆσαν γοῦν αὐτῷ τὸ αἷμα ἐπὶ τῆς ὄψεως, τό τε σῶμα
ἀθρόως αὐτῷ κινηθὲν καθίστατο ἀθροώτερον καὶ τῷ λογισμῷ εὐθὺς μετεβάλλετο· εἰ δέ
πού τι καὶ δι' οἰκονομίαν βασιλικὴν ἢ θρασυτέρᾳ ἐχρήσατο τῇ φωνῇ ἤ τισι πληγὰς
ἐπηπείλησεν, αὐτίκα πως ἠρυθραίνετο ὥσπερ αἰδούμενος ὅτι παρὰ τὸ σύνηθες φθέγξαιτο.

'''6.165''' ∆ικάζοντι δὲ οὔτε τὸ κρατοῦν μέρος οὔτε τὸ καταψηφισθὲν διεδείκνυτο,
μᾶλλον δὲ τὸ μὲν τὴν λευκὴν ψῆφον ἀπειληφὸς, αὐτὸ δὴ τοῦτο ἀπῄει καταλαμπόμενον,
θάτερον δὲ τοῖν μεροῖν πρὶν ἄρα καὶ γνοίη τὴν ἧτταν οὐχὶ κρατήσειν ἤλπιζεν, ἀλλὰ
μετὰ προσθήκης λαμβάνον, ἐξῄει παρ' ἐλπίδα νενικηκός.

'''6.166''' Πλείστων δὲ αὐτῷ ἐπιβεβουλευκότων, καὶ τῶν γε πλειόνων καὶ ξίφος ἐπὶ τὴν ἐκείνου
κεφαλὴν σπασαμένων, τὸ μὲν βουλόμενον ἐκείνῳ ἦν συγκαλύψειν ἐκείνοις τὴν τόλμαν καὶ κατὰ τὸ
σύνηθες διαλέγεσθαι, ὡς μηδὲν ἐγνωκότι τῶν τετολμημένων, ἢ ὡς εὐθὺς τῆς ἀναιδείας
ἐκείνων ἐπιλελησμένῳ· ἐπεὶ δὲ οἱ περὶ τὸ βῆμα καὶ ὅσοι τῆς πρὸς ἐκεῖνον οὐκ ἐστέρηντο
παρρησίας πρὸς ὀργὴν αὐτὸν ἀνηρέθιζον, ὡς αὐτίκα διαφθαρησόμενον, εἰ μὴ πρὸς
ἄμυναν τῶν τολμησάντων διανασταίη, τοῦ θριάμβου πλέον ἐκεῖνος ἢ τῆς ἀκριβοῦς
βασάνου ἐγίγνετο· δικαστὰς γὰρ αὐτοῖς περιστήσας καὶ τὴν τόλμαν μεγαληγορήσας,
οἷος ἐκεῖνος τὴν γλῶτταν εὔστροφος καὶ πολλῷ ῥέων τῷ ῥεύ ματι, ἐπειδὴ πεφρικότας
ἴδοι, εἴς τινα βραχεῖαν καταλήγων ἄμυναν, καὶ ταύτην σὺν παιδιᾷ διατάξας, εὐθὺς
ἠφίει τῆς τιμωρίας.

'''6.167''' Τῶν μὲν οὖν δημοσίᾳ πεπραγμένων ἐκείνῳ πολλοῖς τῶν ἐκεῖνα λογογραφεῖν
ἐθελόντων παραχωρήσω, τῶν δ' ἀπορρήτων βραχύ τι μέρος ποιήσομαι ἐκφανὲς, ὅπερ ἐν μέσῳ τοῖς λόγοις κείμενον καὶ ἀμφίβολον ὂν τοῖς τε ἐπαινοῦσι καὶ ψέγουσιν, ἐγὼ τῶν ἄλλων ἐξαίρω ὁπόσα αὐτῷ τὴν κρείττονα ὑπόληψιν ἔσχηκε. Τί ποτέ ἐστι τοῦτο; Ἤδει τὴν αὑτοῦ ψυχὴν ἐπιεικεστάτην καὶ
φιλανθρωποτάτην τυγχάνουσαν καὶ οὐδενὶ τῶν πάντων ὁπόσοι κατ' ἐκείνου λυττᾶν
ἠβουλήθησαν εἰδυῖαν μνησικακεῖν· τοῖς μὲν οὖν μέτρια ἡμαρτηκόσι, λέγω δὴ μέτρια
ὁπόσα ἄλλοις κακίας οὐκ ἔχει ὑπερβολὴν, ἀπραγμόνως ἐχρῆτο τῇ τοιαύτῃ τῆς ψυχῆς
ἕξει, οὓς δὲ ἐγνώκει ἄχρις αὐτοῦ τοῦ Κρείττονος ἀδικίαν λαλήσαντας, τούτους δὴ ἢ
ὑπερορίᾳ καταδικάζων ἢ ὅροις εἵργων περιγράπτοις, ἢ δεσμὰ περιβάλλων ἄφυκτα,
ὅρκοις ἑαυτὸν ἐδέσμει ἐν ἀπορρήτῳ μὴ ἄν ποτε δοῦναι ἐκείνοις τὴν ἄφεσιν.

'''6.168''' Ἐμὲ γοῦν τοῦτον ἅπαξ ἐπέχοντα ὡς οὐκ ἂν ῥᾳδίως τοὺς ὅρκους φυλάξαιτο,
πείθειν ἐδόκει μὴ ἄλλως δύνασθαι τῶν κακουργοτάτων τὰς ὁρμὰς ἐπισχεῖν· ἡμέρας μὲν
οὖν τινας τῷ οἰκείῳ ἐτίθετο δόγματι, ἔτι γὰρ ἐπήνθει αὐτῷ ἡ δικαιοτάτη ὀργὴ, ἐπεὶ δὲ
τοῦ συντόνου χαλασθείη ποτὲ, ἔπασχε δὲ τοῦτο ἐπειδάν τινος ἠκηκόει ἐπαινοῦντος τὴν
ἐπιείκειαν καί τινας τῶν φθασάντων αὐτοκρατόρων ἐντεῦθεν μεγαληγοροῦντος,
αὐτίκα ἐκείνων τε μεμνημένος καὶ τοῦ δεσμοῦ, τὰ μὲν δακρύων ἦν, τὰ δέ γε διαπορού
μενος, ὅπως ἂν ἄριστα τῷ πράγματι χρήσαιτο· συμβούλῳ γοῦν ἐμοὶ χρώμενος περὶ τὴν
τοιαύτην στάσιν τοῦ λογισμοῦ, ἐδίδου μᾶλλον τῷ φιλανθρώπῳ, ἑτέρῳ τρόπῳ τὸ θεῖον
ἐξιλεούμενος.

'''6.169''' Συμπαθεστέραν γοῦν ἔγωγε ψυχὴν οὔτε πρὶν ἑωράκειν, οὔτε νῦν ἐν οὐδενὶ
τῶν πάντων κατανοῶ, ἀλλ' οὐδὲ φιλοτιμοτέραν ἢ βασιλεῖ πρέπουσαν <μᾶλλον>·
ἐκεῖνος γὰρ ὥσπερ ἐπὶ τούτοις τὸ βασιλεύειν λαχὼν οὐδ' εἶναι τὴν ἡμέραν ἐκείνην
βασιλεὺς ἐδόκει ἐν ᾗ μήτε τι φιλάνθρωπον ἐνεδείξατο μήτε τι τῆς φιλοτίμου
παρεγύμνωσε γνώμης, οὐδὲ εἰς ψυχὴν, ἵν' οὕτως εἴποιμι, εὔγεω τὰ τῆς εὐεργεσίας
κατεβάλλετο σπέρματα, ὡς εὐθὺς τὸν τῆς εὐγνωμοσύνης στάχυν ἀναδιδόναι, οὐδὲ
μᾶλλον ἐκείνη τὸν τῆς εὐχαριστίας ἀπεγέννα καρπὸν, ἢ ὁ οὗτος σπείρειν πεφιλοτίμητο
τὴν ἐρίβωλον γῆν καὶ πίειραν.<ref>πίειρα, ομηρική έκφραση β΄328 και 34 κ.α. «Γη αφράτη προς καλλιέργεια»</ref>

'''6.170''' Ἀμέλει καὶ βραχεῖαν τῆς τοιαύτης αὐτῷ ἀρε τῆς τοῖς φιληκόοις ὑπόθεσιν
διηγήσομαι· ἐπὶ κλέμμασί τις ἁλοὺς στρατηγικῶν διοικήσεων, χρήμασιν ἐζημιοῦτο πολ
λοῖς, πολλαπλασίοις ὧν ἐκεῖνος ἐκέκτητο· ἦν δ' ἄρα καὶ οὗτος <τῶν> εὐδαιμόνων καὶ
πολυχρύσων, καὶ ὁ εἰσπράττων τῶν ἀπαραιτήτων, τὸ βασιλικὸν γὰρ ἦν ταμεῖον καὶ ὁ
δημό σιος· ὁ δ' ἄρα ἐδεῖτο καὶ βασιλικῆς ἀκοῆς, ἵν' ἐκεῖθεν ἔχοι τὴν ψῆφον καὶ μὴ ἐπὶ
πᾶσιν αὐτῷ ἰσχύῃ τὸ δημόσιον δικα στήριον· ἐπεὶ δὲ ἀμφοῖν τοῖν μεροῖν ἡ πρὸς βασιλέα
ἐδόθη εἴσοδος, παρῆσαν δὲ πολλοὶ τῷ ἀγῶνι, καὶ αὐτὸς πρὸ τῶν ἄλλων
ὑπογραμματεύων καὶ τὰς τῆς Θέμιδος φωνὰς σημειούμενος, ἐπεὶ γοῦν εἰσῄεσαν ἄμφω,
ὁ κεκλοφὼς ἐκεῖ νος ἢ κεκλοφέναι δοκῶν εὐθεῖάν τινα καὶ συμπαθεστάτην ἀφῆκε
φωνὴν, μόνον ἐκστῆναι τῶν οἰκείων τῷ δημοσίῳ, μὴ μέντοι γε καὶ τοῖς παισὶ χρεῶν
ὑποσχέσεις κληροδοτῆσαι, αὐτίκα δὲ καὶ ἀπεδύετο τὴν ἐσθῆτα, ὡς ἂν ἐπὶ μόνῳ ἀπαλ
λαγείη τῷ σώματι.

'''6.171''' Ἐπὶ τούτοις ὁ βασιλεὺς δακρύοις ἐπιτέγξας τὰ ὄμματα· «Ἀλλ' ὦ βέλτιστε,
ἔφη, εἶτα δὴ οὐκ αἰσχύναιο τὴν εὐδαιμονίαν ἀτιμάζων τοῦ γένους, οὕτω σαυτὸν εἰς
ἐσχάτην ἀθρόον καταγαγὼν πενίαν, ὡς καὶ δεῖσθαι τοῦ θρέψοντος καὶ τὸ σῶμα
σκεπάσοντος;» Ἐπὶ τούτοις ἐκεῖνος· «Ἀλλ' οὐδ' ἂν, ὦ βασιλεῦ, ἔφησεν, οὐδ' εἰ πάνυ
βουλοίμην, τοῦτο δυναίμην ἂν ἐπ' αὐτῷ προσπορίσασθαι.» Τί δὲ πρὸς τὸν λόγον ὁ
βασιλεύς; «Ἢν δέ τίς σοι τὸ εἰσπραττόμενον χρέος ἐπιμερίσαιτο, ἀγαπήσεις ἂν τὴν
ἰσότητα;
–Ἐκ μηχανῆς, ἔφησεν οὗτος, ἔσται θεός· ἀλλ' οὐχ ὁρῶ εἴ τις ἐξ οὐρανοῦ
κατέπτη, ἄγγελός τις ἢ θειοτέρα ψυχὴ, ἀνθρώπων εὐνομίας ἐφορῶσα καὶ ἐπιστρε
φομένη τῶν πόλεων. –Ἀλλ' ἐγώ σοι ἐκεῖνος, ὁ αὐτοκράτωρ αὖθις εἰρήκει, καί σοι τὸ
μέρος ἐπικουφίζω τῆς ὀφειλῆς.»
'''6.172''' Καὶ ὁ μὲν οὕτως, ὁ δὲ οὐχ οἷός τε ἑαυτὸν κατασχεῖν, προσουδίζει τε τὸ γόνυ
τῇ γῇ καὶ μικροῦ δεῖν τῷ τῆς χαρᾶς πλήθει ἐξεπεπνεύκει· ὁ δέ γε αὐτοκράτωρ τὸ σχῆμα
τοῦ ἀνδρὸς αἰδεσθείς· «Ἀλλά σοι, ἔφη, δύο μερίδας ἀφίημι τοῦ ὀφλήματος.» Καὶ πρὶν ἢ
εἰς ὦτα ἐνηχηθῆναι αὐτῷ τὴν φωνήν· «Καὶ τὴν πρώτην», προσέθηκεν ἔπειτα. Ἐπεὶ δὲ
ἐκεῖνος μηδὲ τοσοῦτον ἐσχηματίζετο τὸν αὐτοκρά τορα δύνασθαι, τὸ πᾶν ἄχθος αὐτῷ
τῆς ψυχῆς ἀπεσείσατο, καὶ ὡς τοῖς ὅλοις νενικηκὼς λαμπρόν τε ἀμπίσχεται καὶ τὴν
κεφαλὴν ἀναδησάμενος χαριστήρια ἔθυε τῷ Θεῷ.

'''6.173''' Ταῦτα μὲν καὶ τοιαῦτα ἐρεῖ περὶ τούτου δὴ τοῦ αὐτοκράτορος, εἰ γέ τις
βούλοιτο· εἰ δὲ καὶ ἐγκωμιάζειν αἱροῖτο τὸν ἄνδρα, οὐδ' ἅπερ ὁ τῆς ἱστορίας λόγος ἴσως
διαβαλεῖ ἔξω τῆς προσηκούσης εὐφημίας, ὅ γε πιθανώτατος τῶν ῥητόρων ποιήσαιτο.
Αὐτίκα, ἵνα τινῶν καὶ τῶν τῆς ἑτέρας μερίδος ἐπιμνησθήσωμαι, ἐδίδου καὶ τῇ παιδιᾷ με
ρίδα τοῦ βίου τινὰ, καὶ τοῖς μὲν ἄλλοις οὔτε τοὔνομα οὔτε τὸ πρᾶγμα ταύτης ἠλλάττετο,
ἐκείνῳ δὲ σπούδασμά τε ἐδόκει καὶ σεμνότητι κατεχρώννυτο· εἰ γοῦν ἄλσος ποιῆσαι
βουληθείη ποτὲ, ἢ περιτειχίσαι παράδεισον, ἢ ἐμπλατῦναι ἱππήλατον, οὐ τοῦτο μόνον
ἐποίει ὅπερ πρώτως ἐβούλετο, ἀλλὰ θάτερά τε εὐθὺς ἐγεγόνεισαν, καὶ λειμῶνες οἱ μὲν
κατεχώννυντο, οἱ δὲ πρώτως περιεκλείοντο, ἀμπέλων τε καὶ δένδρων τὰ μὲν
ἀπερριζοῦντο, τὰ δὲ μετὰ τῶν καρπῶν ἀπηυτοματίζοντο.

'''6.174''' Τί ποτε δέ ἐστι τοῦτο; Ἐβούλετο τῷ βασιλεῖ ψιλήν τινα πεδιάδα εἰς
λειμῶνος ὥραν μεταποιῆσαι· αὐτίκα γοῦν ἐγίνετο τὸ βουλόμενον· τὰ γὰρ ἑτέρωθι
φῦντα ἐκεῖσε μετὰ τῶν καρπῶν ἀπεκομίζοντό τε καὶ κατεριζοῦντο τῇ γῇ, βῶλοί τε
χλοηφόροι ἐξ ἀλσῶν καὶ ὀρέων ἀναχωννύμενοι τὸ ὑποκεί μενον κατεπλήρουν πεδίον·
ὁ δὲ, εἰ μὴ καὶ τέττιγες αὐτίκα ἐπὶ τοῖς αὐτοματισθεῖσι τερετιοῦσι δένδροις, ἢ ἀηδόνες τὸ
ἄλσος περιλαλήσουσι, δεινὸν ἐποιεῖτο, καὶ ἐν σπουδῇ τὸ πρᾶγμα τιθέμενος, αὐτίκα τῆς
παντοδαπῆς ἠχοῦς καταπήλαυε.

'''6.175''' Ταῦτα τοιγαροῦν καὶ ὅσα τούτοις ἕπεται ἐμοὶ μὲν ἴσως οὐ «βουληφόρῳ
ἀνδρὶ» προσήκοντα φαίνεται, «ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε», κατὰ τὴν
ποιη τικὴν Καλλιόπην· ἕτερος δὲ καὶ τὸ φαινόμενον κάλλος θαυ μάζων θαυμάσει τῆς
μεγαλουργίας τὸν αὐτοκράτορα καὶ ἐρεῖ ὁπόσα τὸν ἀκροατὴν πείθειν οἰηθείη, ὅτι
τοσοῦτον ἦν αὐτῷ τὸ περιὸν τῆς συνέσεως, ὡς καταμερίζειν τὸν βίον σπουδῇ τε καὶ
παιδιᾷ, καὶ μὴ θατέρῳ μέρει πρὸς θάτερον ἐμποδίζεσθαι· ἀλλὰ τῇ μὲν σπουδῇ οὐδὲν
ᾤετο προστιθέναι, οἰκείῳ γὰρ κάλλει κατακεκόσμηται, τὴν δέ γε παιδιὰν κατ
εχρώννυεν ἀνθηρῷ βάμματι, μᾶλλον δὲ σεμνῷ κατεποίκιλλε σχήματι, καὶ ἐξήρκει
τοῦτο εἰς σύνεσιν, ἄλλ' ἐπ' ἄλλοις ἐπιτιθέναι, καὶ τῇ φρονήσει τὴν φιλεργίαν νικᾶν,
ἀκάματά τε καὶ ἀνήροτα ποιεῖν τὰ γεώργια, καὶ ὥσπερ ἐξ οὐκ ὄντων κατὰ τὸν πρῶτον
δημιουργὸν μετὰ τῶν ποιοτήτων οὐσιοῦν τὰ ποιήματα, τάς τε ὥρας νικᾶν τῷ ἑτοίμῳ
τῆς μεταθέ σεως, καὶ γεωργικῶν μὴ δεῖσθαι χειρῶν τῇ ἀγχινοίᾳ τῆς πλάσεως, καὶ
θαυματοποιεῖν ἄντικρυς ὁπόσα ἐκείνῳ ἐδόκει, ὡς ἀπιστεῖν τοὺς πολλοὺς, ὅτι τὸ χθιζὸν
ὁρῶσι πεδίον καὶ τὸ πρότριτα γήλοφον τριταῖον γήπεδον καταφαίνεται.

'''6.176''' Λέγω δὲ ταῦτα νῦν ἄκροις ὡσανεὶ καταχρώ μενος ὅροις τῆς ῥητορικῆς
τέχνης τε καὶ πειθοῦς, ἐπεὶ εἴ γέ τις βούλοιτο τελεωτέραν ἐργασίαν ἀποδοῦναι τῷ λόγῳ,
πᾶσαν ἀκοὴν καὶ ψυχὴν μεταχειρίσαιτο πρὸς τὸ βούλημα· ἀλλ' ἐμοὶ οὔτε τὰ τοιαῦτα
τῶν ἔργων ἐν ἐπαίνοις τίθεται, μεμίσηνται δὲ καὶ αἱ περὶ τοὺς λόγους τέχναι,
κλέπτουσαι τὴν ἀλήθειαν.

'''6.177''' Ἔχομαι γοῦν τῆς ἀληθοῦς ἱστορίας καὶ πόρρω τοῦ κύκλου τῶν ἐκείνου
ταῦτα ποιοῦμαι καλῶν, ὥσπερ δὴ καὶ ἅπερ ἐπεπράχει μειρακιωδῶς περί τι μειρά κιον
ἀφελέστατον καὶ ἀνοητότατον, πέρυσιν οὔπω καλαμί δος ἡμμένον καὶ μέλανος, ἐκ τῶν
βαράθρων καὶ τῶν τριόδων εἰς τὸν Ῥωμαϊκὸν ἀναβεβηκὸς ἄξονα· ὁ δὲ οὕτω τοῦ καθάρ
ματος ἑαλώκει, ὡς μικροῦ δεῖν ἐπ' αὐτῷ τὴν βασίλειον ἡγεμονίαν ποιήσεσθαι·
γλυκύτατον γοῦν παιδίον αὐτὸ κατ ωνόμαζε καὶ τὰ πρῶτα τῆς γερουσίας ἐτίθετο· τὸ δὲ
ἄρα ἦν πρὸς πᾶσαν πρᾶξιν πεπηρωμένον παντάπασιν· ὁ δὲ ὅ τι δ' ἂν ἐκεῖνο φθέγξαιτο ἢ
ποιήσειε, θείαν καὶ φωνὴν ἡγεῖτο καὶ πρᾶξιν· ἡ δὲ πρόφασις τῆς ἀθρόας πρὸς ἐκεῖνο
ἀγαπή σεώς τε καὶ μεταθέσεως τοιαύτη τις ἐγεγόνει, ἀναβήσομαι δὲ βραχύ τι τῷ λόγῳ
ἐπὶ τὰ πρότερον τῆς ἐκείνου ἀρχῆς.

'''6.178''' Τῶν Ῥωμαϊκῶν σκήπτρων οὗτος ἐπειλημμένος ὁ αὐτοκράτωρ, ὡς ἐκ
μακροῦ τοῦ πελάγους εἰς τοὺς βασιλείους λιμένας κατάρας, ἀναπνευστέα τε αὐτῷ
ἐδόκει, καὶ ἐφ' ἑτέρῳ προσώπῳ τὴν τοῦ κράτους ποιεῖται διοίκη σιν· γενναῖος ἦν οὗτος
ὁ ἀνὴρ καὶ τὰ πρῶτα τῆς λογιότη τος, τήν τε γλῶτταν εἶχε πρὸς πᾶσαν λόγων ἰσχὺν
ἐμπα ράσκευόν τε καὶ ἕτοιμον, καὶ τὰς πολιτικὰς πράξεις ἠκρίβωτο· τῇ γὰρ ῥητορικῇ
τέχνῃ ἣν ἐκεῖνος ἐπὶ μᾶλλον ἐξώγκωσε, πιθανωτέραν ἀπεργασάμενος, τοὺς πολιτικοὺς
νόμους καταμιγνὺς, τὸ ἄρθρον ἀκριβέσι συνδέσμοις κατ έσφιγγεν, ὅπερ ἐστὶ τὸν
προκείμενον νόμον ἐργασίαις τεχνι κωτέραις ἐποίκιλλεν, εἶτα δὴ καὶ πρακτικώτατον
ἄνωθεν εἰληχὼς νοῦν, τὰς δημοσίας πράξεις ἠκρίβωσε λογικωτάτως τε καὶ
εὐφυεστάτως· πᾶσαν δὲ ἀγαπήσας καλλιέπειαν λόγου μεθηρμόσθη πρὸς τὸ πραγματικὸν
εἶδος τῶν ὑποθέσεων, καὶ ἦν αὐτῷ ἡ γραφὴ πρὸς μὲν τοὺς ῥητορικοὺς τῶν λόγων
καλλιεπὴς καὶ τὴν ἀτθίδα φωνὴν ἀκριβοῦσα, πρὸς δὲ τὰς πολιτικὰς πράξεις ἁπλῆ τις
καὶ συνήθης καὶ καθαρά. Ἔπρεπε δὲ τῷ ἀνδρὶ τό τε εἶδος καὶ ἡ τοῦ σώματος ἀνα δρομὴ,
καὶ ἡ τῆς γλώττης περιβολὴ, εὔηχον γάρ <τι> εἶχε καὶ τορὸν, καὶ μάλιστα ὁπότε ἐκ
μετεώρου τὰς βασιλείους φωνὰς ὑπεκρίνετο.

'''6.179''' Τούτῳ δὴ τῷ καλλίστῳ ἀνδρὶ τὴν ἀρχὴν πιστεύσας ὁ αὐτοκράτωρ, αὐτός τε
ἠρέμα πως ἀπέπνει, ἄρτι τοῦ πελάγους ὑπεκδὺς καὶ ἀποπτύων τὴν ἅλμην τῶν
συμφορῶν, τά τε πράγματα ἐν καλῷ ἔκειτο, ἢ μετετίθετο, καὶ ὁ ἀνὴρ περίοπτος ἠρέμα
γιγνόμενος εἰς τὴν πρώτην ἀνήχθη τῆς ἀρχῆς περιωπήν· εἶτά τι γίγνεται; ζηλοῖ τοῦ τον
ὁ αὐτοκράτωρ, καὶ ὡς ἐπ' ἐκείνῳ τῆς βασιλείας μετα τεθείσης οὐκ εἶχεν ὑπενεγκεῖν τὴν
πληγήν· ἐβούλετο γοῦν καὶ τῶν πραγμάτων αὐτοκράτωρ γενέσθαι, οὐχ ἵνα κρείττονα
ἐκεῖνα ποιήσειεν, ἀλλ' ἵνα αὐτῷ τὰ βουλεύματα ἐπιτελῆ γένοιτο· ἐῴκει γὰρ
παραδιοικεῖν, τὴν ἀρχὴν ἀνειργόμενος παρὰ τοῦ κρατίστου ἀνδρὸς, ὁπηνίκα τὴν
βασιλικὴν ἐξιχνιάζοι πορείαν.

'''6.180''' Ἔγωγ' οὖν τοῦτο ἔκ τινων κατανενοηκὼς συμβόλων, αὐτάγγελος ἐκείνῳ
γίγνομαι τῆς βαθείας γνώμης τοῦ αὐτοκράτορος· ὁ δὲ γενναῖός τις ἄρα ὢν, οὔτε ὑφῆκέ
τι τοῦ τόνου, οὔτε ὑπέδωκεν ἐκείνῳ τὸν χαλινὸν, φιλόσοφον φωνὴν ἐπαφεὶς, ὡς οὐκ
ἂν ἑκὼν εἶναι διαφθείροι τὸν βασι λέα, ὁπηνίκα δὲ τοῦ ἅρματος ἀποβαίη καὶ ἐπ' ἐκείνῳ
ἡ διοίκησις γένοιτο, οὐκ ἂν αὐτῷ φθονήσοι τῆς ὅλης μετα ποιήσεως.

'''6.181''' Ἅπαξ γοῦν αὐτῷ μηνίσας ὁ αὐτοκράτωρ τῶν βασιλείων αὐτὸν μετατίθησι
πράξεων, καὶ ἵνα μή τις αὐτῷ ἐμποδὼν εἴη, ὦτα κωφὰ τοῦ νοῦ προϊστᾷ. Καὶ τοῦτο δ' ἄν
τις εἰς ἔπαινον ῥητορεύσειεν, ὅτι φρονήσεως γέμων ὁ βασι λεὺς καὶ πρὸς πᾶσαν πρᾶξιν
ἑαυτῷ ἐπαρκῶν ἑτέρας οὐκ ἐδεῖτο χειρός. Ὁ μὲν οὖν τὸν ἄνδρα μετατίθησι τῆς ἀρχῆς, ὁ
δέ γε Θεὸς ἐπὶ τῆς κρείττονος τοῦτον μερίδος ἱστᾷ, καὶ τῆς ἑαυτοῦ θείας Σοφίας
μυσταγωγὸν καὶ μύστην καθίστη σιν, ὅπερ προϊὼν ὁ λόγος ἐρεῖ ἐντελέστερον.

'''6.182''' Ταῦτα μὲν οὖν ἀμφίλογα τῷ αὐτοκράτορι καὶ ταῖς διαφόροις ὑπολήψεσι
τῶν ἀνθρώπων μεταρριπτού μενα καὶ ὅσα περ ἄλλα ἐρεῖν προῄρημαι, οὐδέν τι μέτριον
τῶν πάντων ἐποίει, ἀλλὰ πᾶσιν οἷς ἐβεβούλητο τόνους ἐδίδου καὶ ἀκμὰς καὶ ὀξύτητας·
εἴ τε γοῦν ἐρῴη τινὸς, οὐκ εἶχεν αὐτῷ μέτρον ὁ ἔρως, εἴ τε μηνιῴη τινὶ, τὰ μὲν αὐτῷ
τῶν προσόντων κακῶν ἐπετραγῴδει βαρυθυμότερον, τὰ δ' ἀνέπλαττεν, εἰ δὲ καὶ
ἀγαπῴη, οὐκ εἶχέ τις τῆς τοιαύτης ὑποθέσεως νοῆσαι ὑπερβολήν.

'''6.183''' Τῆς γοῦν βασιλίδος Ζωῆς ἀπεληλυθυίας τῶν τῇδε ἐν γήραϊ μακρῷ, ὁ περὶ
ἐκείνην πόθος αὐτῷ εἰς μέσην καρδίαν παραμεμένηκεν, οὐχ ὥστε θρηνῆσαι μόνον, οὐδὲ
δακρύοις κατασπεῖσαι τὸν ἐκείνῃ τύμβον, οὐδὲ τὸ θεῖον αὐτῇ εὐμενίσασθαι, ἀλλ'
ἐβούλετο ἰσοθέου αὐτὴν ἀξιῶσαι τιμῆς· αὐτίκα στυλίσκου τινὸς τῶν περὶ τὸν ἐκείνης
τάφον ἀργύρῳ περιηλειμμένου ὑγρότητά τινα προσειληφότος κατά τι μέρος ἔνθα ἡ
κρείττων ὕλη διέσχιστο, καὶ βραχύν τινα μύκητα κατὰ τοὺς φυσικοὺς ἀναδόντος
λόγους, ὁ δὲ ἐνθουσιασμοῦ τε πλήρης ἐγένετο καὶ βοῆς ἐνεπίμπλα τὰ βασίλεια, ὡς τοῦ
Κρείττονος παραδοξοποιήσαντος ἐπὶ τῷ τύμβῳ τῆς βασιλίδος, ἵν' ἅπαντες γνοῖεν ὅτι
ἀγγέλοις ἡ ἐκείνης ψυχὴ συνηρίθμηται· οὐδεὶς μὲν ἠγνόει τὸ πεπραγμένον, σύμπαντες
δὲ τὸν ἐκείνου ζῆλον ὑπέτρεφον, οἱ μὲν δεδιό τες, οἱ δ' ἀφορμὴν τὸ πλάσμα εὐπορίας
βίου ποιούμενοι.

'''6.184''' Καὶ περὶ μὲν τὴν βασιλίδα τοιοῦτος ἐγνώριστο· τὴν δέ γε ἀδελφὴν Ἑλένην
οὐδὲ τῶν τῇδε μεταστᾶ σαν μικροῦ δεῖν ἐγνώκει, οὐδ' εἴ τις εἰρήκει τὴν ἐκείνης
μετάθεσιν ἐς τὸ συμπαθέστερον τοῦτον ἐκίνησεν· εἰ δὲ καὶ ἡ ἑτέρα ἐκείνου
προαπεληλύθει, ἣν ἄνωθί που ὁ λόγος ἐγνώρισε, κἂν ἐπὶ ταύτης ἐμεμενήκει τῆς
διαθέσεως.

'''6.185''' Ὁ δέ γε λόγος τὰς ὑπερβολὰς ἐκείνου καταιτιώμενος ἐπ' αὐτὸ δὴ χωρεῖ τὸ
κεφάλαιον, φημὶ δὴ ὃν ἐκεῖνος ναὸν τῷ μάρτυρι Γεωργίῳ καθίδρυσεν, ὃν δὴ πάντα
συνέτριψε καὶ ἠφάνικε, καὶ τέλος καὶ αὐτὸν ἐκεῖνον τοῖς συντριβεῖσι προσέθετο· ἤρξατο
μὲν οὖν αὐτῷ ἡ ὑπόθεσις οὐκ ἀπὸ κρείττονος ἀφορμῆς, περὶ ἧς οὐδὲν δέομαι λέγειν·
ἐῴκει δὲ τὴν πρώτην οὐκ εἰς μέγα προχωρήσειν, θεμέλιοι γὰρ μέτριοι κατεβέβληντο,
καὶ ἐπὶ τούτοις ἀνάλογα πάντα, τό τε ὕψος οὐ πάνυ αἰθέριον· εἶτα δὴ χρόνου διελθόντος
τινὸς, ἔρωτές τινες αὐτὸν ὑπεξέκαιον ὥστε πρὸς πάσας τὰς πώποτε γεγονυίας
ἁμιλληθῆναι οἰκοδομὰς καὶ ταύτας ὑπερ βαλέσθαι μακρῷ· περίβολος γοῦν μείζων
ἐκύκλου τὸ τέμε νος, καὶ τῶν κρηπίδων αἱ μὲν ἀνερριπτοῦντο καὶ ἀνεχώννυντο, αἱ δὲ
αὖθις βαθύτερον κατεχώννυντο, καὶ ἐπὶ τούτοις κίονές τε μείζους καὶ ποικιλώτεροι, καὶ
τεχνικώτερα πάντα, καὶ χρυσὸς ὑπαλείφων τὸν ὄροφον, τῶν δὲ λίθων ὁπόσαι
χλοάζουσιν αἱ μὲν κατεστρώννυντο, αἱ δὲ τοῖς τοίχοις ἡρμόζοντο, καὶ ἄλλη τις ἐφ'
ἑτέρᾳ ἐπήνθει, ἢ ἐφ' ὁμοίῳ τῷ χρώματι ἢ ἐναλλὰξ παραλλάττουσαι· ὁ δὲ χρυσὸς ἀπὸ
τῶν δημοσίων ταμιείων ὥσπερ ἐξ ἀφθόνων πηγῶν καχλάζοντι ἐπέρρει τῷ ῥεύματι.

'''6.186''' Ἀλλ' οὔπω τέλος ὁ ναὸς ἐσχήκει, καὶ αὖθις πάντα ἠλλοιοῦτο καὶ
μετετίθετο, καὶ διελέλυντο μὲν αἱ ἀκριβεῖς ἁρμονίαι τῶν λίθων, τοῖχοί τε διερρήγνυντο,
καὶ ἀπεστρώννυντο σύμπαντα· ἡ δέ γε αἰτία, ὅτι ὁ πρὸς τοὺς ἑτέρους ναοὺς ἐκείνῳ ἀγὼν
οὐ πάντη κατώρθωτο, ἀλλὰ πρὸς ἕνα τῶν πάντων ἁμιλληθεὶς, τὰ δευτερεῖα ἠνέγκατο·
τεῖχος οὖν αὖθις ἕτερον κατεπήγνυτο, καὶ κύκλος ἀκριβὴς ὡς περὶ κέντρον τὸν τρίτον
νεὼν τεχνικώτερον, ἵν' οὕτως εἴποιμι κατεγέγραπτο, καὶ πάντα λαμπρὰ καὶ αἰθέρια· ὁ
μὲν γὰρ ναὸς ὥσπερ τις οὐρανὸς χρυσοῖς ἀστράσι πάντοθεν ἐπεποίκιλτο, μᾶλλον μὲν τὸ
μὲν αἰθέριον σῶμα ἐκ διαστημάτων κατακεχρύσωται, ἐκείνῳ δὲ ὁ χρυσὸς, ὥσπερ ἐκ
κέντρου ῥυεὶς ἀφθόνῳ τῷ ῥεύματι, πᾶσαν ἀδιαστάτως ἐπέδραμεν ἐπιφάνειαν· οἶκοί τε
πέριξ περίδρομοι καὶ ἀμφίδρομοι, ἱππήλατα πάντα καὶ τοὺς ὀφθαλμοὺς οὐχ ὁρίζοντα,
ἀλλ' ἦσαν αἱ ἀκρότητες ἄγνωστοι, καὶ τὰ μὲν δεύτερα τῶν πρώ των μείζονα, τὰ δ' ἐπὶ
τούτοις λειμῶνες ἀνθέων πλήρεις, οἱ μὲν πέριξ, οἱ δὲ κατὰ μέσον διήκοντες, ὑδάτων δὲ
ἀγωγὴ καὶ φιάλαι ἐκεῖθεν πληρούμεναι, καὶ τῶν ἀλσῶν τὸ μὲν μετέωρον, τὸ δ' εἰς
πεδιάδας καθειμένον, καὶ λουτροῦ χάρις ἀμύθητος· οὗ δὴ εἴ τις τὸ μέγεθος
ἐπιμέμψασθαι βούλοιτο, εὐθὺς ἀνείργεται τῷ κάλλει καταλαμπόμενος· ἐξήρκεσε γὰρ
τοῦτο τοῖς τοῦ μεγέθους ξύμπασι μέρεσιν, ὡς ἐθέλειν καὶ εἰς μείζονα ὄγκον
οἰκοδομεῖσθαι, ὅπως ἡ χάρις ἐπιχυθείη τῷ λείποντι· οὐκ ἂν δέ τις εὐκόλως τοὺς ἔνδοθεν
λειμῶνας πάντας συμπεριλάβοι, οὔτε ταῖς ὄψεσιν, οὔτε μὴν ταῖς νοήσεσιν.

'''6.187''' Οὐ γὰρ καὶ τὸ ξύμπαν ὑπερβαλλόντως καλὸν ὡς ἐκ μερῶν
συμπεπλεγμένον καλλίστων, ἀλλ' οὐδὲν ἧττον καὶ τὰ ἐπὶ μέρους εἰς αὑτὸ ἕκαστον τὸν
θεατὴν ἐπι σπᾶται, καὶ κατ' ἐξουσίαν τῆς τῶν χαρίτων προκειμένης ἀπολαύσεως οὐκ
ἔστιν οὐδεμιᾶς εἰς κόρον τυχεῖν· ὑφαρπά ζεται γὰρ παρ' ἑκάστου ἡ ὄψις, καὶ τό γε
θαυμασιώτερον, κἂν τὸ κάλλιστον τῶν πάντων ὁρῴης, τοὔλαττον ὡς νεοφα νὲς
ἐπισπάσει σε, καὶ οὐδὲ διακρῖναι δυνήσει τί ποτε μὲν τὸ ἐξαίρετον, τί δὲ τὸ μετ' ἐκεῖνο,
καὶ αὖθις τὸ μετὰ τοῦτο· εἰ γὰρ καὶ οὕτως ἔχοι τὰ μέρη, ἀλλ' ἀρκεῖ καὶ τὸ τελευταῖον
καλὸν εἰς τελεωτάτην ἀπόλαυσιν. Καὶ τοῖς μὲν ἄλλοις μεθ' ὑπερβολῆς ἕκαστον
ἐθαυμάζετο, τὸ μέγεθος τοῦ νεὼ, τὸ ἰσόμετρον κάλλος, ἡ τῶν μερῶν ἀναλογία, ἡ τῶν
χαρίτων μῖξις καὶ κρᾶσις, αἱ τῶν ὑδάτων ἐπίρροιαι, ὁ περικλείων περίβολος, ἡ λειμωνία
ἄνθη, ἡ δροσώδης βοτάνη καὶ κατάρ ρυτος ἀεὶ τοῖς ὕδασιν, αἱ τῶν δένδρων σκιαὶ, ἡ τοῦ
λουτροῦ χάρις, καὶ ὥσπερ ἐπὶ πεπερασμένης κινήσεως μηδὲν εἶναι τὸ ἐπέκεινα τῶν
ὁρωμένων ἕκαστος ᾤετο.

'''6.188''' Τῷ δέ γε αὐτοκράτορι ἀρχαὶ σύμπαντα τῶν μελλόντων κατελογίζετο·
ἔμελλε γὰρ τεράστιά τινα τοῖς γενομένοις ἐπινοήσεσθαι· οὕτως αὐτῷ ἡ γνώμη ᾐώρητο·
καὶ τὸ μὲν γεγονὸς, ὅπως ἂν ἐγεγόνει καὶ ὁποῖον ἂν τὴν ὥραν διεγινώσκετο,
καταπεφρόνητό οἱ παραυτίκα καὶ κατ ημέλητο, ὃ δ' ἐνθυμηθείη εἰς προσθήκην
ἐργάσασθαι, τοῦτο δὴ αὐτὸν ὑπεξέκαιεν καὶ εἰς ἔρωτα τοῦ ἀφανοῦς ἔθελγεν.

'''6.189''' Ἑτερογνώμων δὲ τὴν ψυχὴν ὢν καὶ μὴ πάντη ἑαυτῷ ὅμοιος, τὸ μὲν κράτος
αὑτῷ ὀνομαστότατον προεθυμεῖτο ποιήσασθαι, καὶ μέντοι γε καὶ τοῦ σκοποῦ οὐ πάντη
διήμαρτε· τὰ γὰρ πρὸς ἕω τῆς ἡγεμονίας ὅρια πολὺ πορρωτέρω ἐπεποιήκει, οὐ βραχύ τι
μέρος τῆς Ἀρμενίων οἰκειωσάμενος γῆς, καί τινας ἐκεῖθεν ἡγεμόνας ἐξώσας καὶ τῷ τῶν
ὑπηκόων κύκλῳ συντάξας· αὖθις δὲ πρὸς ἑτέρους διαπρεσβευόμενος, δέον ἐξ
ὑπερυψήλου φρονήματος πρὸς αὐτοὺς φθέγγεσθαι, ὁ δὲ τὴν παρ' ἐκείνων δῆθεν φιλίαν
ἑαυτῷ μνηστευόμενος ταπεινοτέροις ἢ προσῆκεν ἐπέστελλε γράμμασι.

'''6.190''' Τῷ γοῦν ἐν Αἰγύπτῳ δυνάστῃ ὥσπερ ἐξεπίτηδες παρεχώρει τοῦ μείζονος, ὁ
δὲ ἄρα κατετρύφα τῆς ἐκείνου ὑφέσεως, καὶ, ὥσπερ παλαιστὴς ἐκπίπτων τοῦ κύκλου,
οὐκ ἐπὶ τὰς αὐτὰς λαβὰς, ἀλλ' ἐπεξουσίαζε ταῖς ἀντιλήψεσι σοβαρώτερον· πολλάκις
γοῦν ἐμοὶ τὰ πρὸς ἐκεῖνον πιστεύων ἀπόρρητα καὶ ἐπιστέλλειν προστάττων, ἐπεί με
ᾔδει φιλό πολίν τε ὄντα καὶ φιλορώμαιον, ὑπετίθει πῶς ἂν ἑκὼν εἶναι τοῦτον μὲν ταῖς
ὑφέσεσιν ἀτιμάσω, ἐκείνῳ δὲ τὸ μεῖζον περι ποιήσομαι μέγεθος· ἀλλ' ἐγὼ ἐλάνθανον
ταῖς περιτροπαῖς τοὐναντίον ποιῶν, καὶ ἄλλο μὲν τὸ φαινόμενον τῷ κρατοῦντι διδοὺς,
ἐλλοχῶν δὲ πρὸς ἐκεῖνον καὶ λεληθότως διαφαυ λίζων τοῖς ἐνθυμήμασιν· ὅθεν ἐπειδὴ
τὸ σχῆμα τὸ ἀσαφὲς εἶχεν, αὐτὸς τὰς πρὸς τὸν Αἰγύπτιον ἐπιστολὰς ὑπηγόρευεν. Ὅπερ
δὲ ὁ Κῷός φησιν Ἱπποκράτης περὶ τῶν σωματικῶν ἕξεων, ὡς ἐπειδὰν πρὸς ἄκρον
αὐξήσωσιν, ἐπειδὴ μὴ ἀτρε μεῖν δύνανται, τῷ συνεχεῖ τῶν κινήσεων ἐπὶ τὸ κάταντες
ὀλισθαίνουσι, τοῦτο δὴ αὐτὸς οὐκ ἔπασχε μὲν, ἔπραττε δὲ τοῖς φίλοις, ἠρέμα μὲν
μετεωρίζων, ἀθρόον δὲ κατάγων καὶ τἀναντία τῶν προτέρων ποιῶν, εἰ καὶ αὖθις, ὥσπερ
ἐν παιδιαῖς κύβων, ἐνίους τούτων ἐπὶ τὰς προτέρας μετετίθει ἀρχάς.
===Περὶ τῆς τοῦ Ψελλοῦ ἀποκάρσεως===
'''6.191''' Τοῦτο δὲ τοῦ λόγου τὸ πρόβλημα ἀρχή τις γενήσεται καὶ ὑπόθεσις τῆς ἐμῆς
ἐπὶ τὸν κρείττονα βίον μετα ποιήσεως· ἐθαύμασαν γοῦν οἱ πολλοὶ, ὅπως ποτὲ τὴν κατὰ βραχύ
μοι συναυξηθεῖσαν λαμπρότητα, ὁπότε δὴ καὶ τὰς τῶν πολλῶν ὑπερβέβηκα βασκανίας, ἀθρόον ἀφεὶς, ἐπὶ τὸν θειότερον
ἀφεὶς, ἐπὶ τὸν θειότερον μετελήλυθα βίον· τοῦτο δέ μοι πεποίηκε καὶ ἔμφυτός τις ἔρως ἐκ πρώτης ἡλικίας τῇ ἐμῇ
πρώτης ἡλικίας τῇ ἐμῇ ψυχῇ ἐντακεὶς καὶ ἡ ἀθρόα τῶν γινομένων μεταβολή· ἔδεισα γοῦν τὸ τοῦ ἀνδρὸς
τοῦ ἀνδρὸς εὐμετάβολον ὁρῶν, ὥσπερ ἐν πολέμῳ ἄλλον ἐπ' ἄλλῳ ἀγόμενον καὶ φερόμενον· ἵνα δὲ
τὴν περὶ ἐμὲ ξύμπα σανξύμπασαν ὑμῖν ἐξιχνιάσω ὑπόθεσιν ἐκ κεφαλῆς τοῦ λόγου ποιήσομαι τὴν
διήγησιν.

'''6.192''' Ἐμοὶ φιλίας μὲν ἀφορμαὶ καὶ πρὸς πολλοὺς ἑτέρους γεγόνασι, μάλιστα δὲ