Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 2.163:
ἀξιώματος, ἀλλὰ τοῦ σεμνοτέρου ταύτῃ παραχωρεῖ σχήματος, ἵν' ὁμοῦ καὶ
συμβασιλεύει καὶ ὑπό κειται τῇ ἀδελφῇ.

==TΟΜΟΣ ΕΚΤΟΣ ΖΩΗΖωή ΚΑΙκαι ΘΕΟ∆ΩΡΑ–Θεοδώρα– Κωνσταντίνος Θ΄ ο μονομάχος (1042-1055)==
'''6.1''' Περιΐσταται οὖν ἡ βασιλεία ταῖς δυσὶν ἀδελφαῖς, καὶ τότε πρῶτον ὁ καθ'
ἡμᾶς χρόνος τεθέαται γυναικωνῖτιν μετασχηματισθεῖσαν εἰς βασιλικὸν βουλευτήριον,
Γραμμή 2.580:
Μιχαὴλ τῶν ὅλων ἐγκρατὴς ἐγεγόνει, αὐτίκα στερήσεσθαι <μέλλων>, περὶ οὗ ἐρεῖν
βουλόμενος βραχύ τι προσκαταστήσω τὸν λόγον.

===Περὶ τῆς τοῦ Ψελλοῦ ἀποκάρσεως===
'''6.191''' Τοῦτο δὲ τοῦ λόγου τὸ πρόβλημα ἀρχή τις γενήσεται καὶ ὑπόθεσις τῆς ἐμῆς ἐπὶ τὸν κρείττονα βίον μετα ποιήσεως· ἐθαύμασαν γοῦν οἱ πολλοὶ, ὅπως ποτὲ τὴν κατὰ βραχύ μοι συναυξηθεῖσαν λαμπρότητα, ὁπότε δὴ καὶ τὰς τῶν πολλῶν ὑπερβέβηκα βασκανίας, ἀθρόον ἀφεὶς, ἐπὶ τὸν θειότερον
μετελήλυθα βίον· τοῦτο δέ μοι πεποίηκε καὶ ἔμφυτός τις ἔρως ἐκ πρώτης ἡλικίας τῇ ἐμῇ
ψυχῇ ἐντακεὶς καὶ ἡ ἀθρόα τῶν γινομένων μεταβολή· ἔδεισα γοῦν τὸ τοῦ ἀνδρὸς
εὐμετάβολον ὁρῶν, ὥσπερ ἐν πολέμῳ ἄλλον ἐπ' ἄλλῳ ἀγόμενον καὶ φερόμενον· ἵνα δὲ
τὴν περὶ ἐμὲ ξύμπα σαν ὑμῖν ἐξιχνιάσω ὑπόθεσιν ἐκ κεφαλῆς τοῦ λόγου ποιήσομαι τὴν
διήγησιν.

'''6.192''' Ἐμοὶ φιλίας μὲν ἀφορμαὶ καὶ πρὸς πολλοὺς ἑτέρους γεγόνασι, μάλιστα δὲ
δύο τινὲ ἄνδρε ἐξ ἑτέρων πατρίδων τὴν σεβαστὴν Ῥώμην οἰκήσαντε ἐν μέσαις αὐτῶν
ἡρπάκασί <με> ταῖς ψυχαῖς· λόγος δὲ τῆς συμφυΐας ὁ τῶν μαθημάτων ἐγένετο λόγος·
ἀλλ' ἐκείνω μὲν ἤστην πρεσβυ τέρω, ἐγὼ δὲ παρὰ πολὺ ἐκείνων νεώτερος· καὶ, εἰ μή μέ
τις αἰτιάσαιτο μηδὲν τῆς ἀληθείας ἐφιέμενον, ἐκείνω μὲν ἐραστὰ τῆς φιλοσοφίας
ἐτύγχανον ὄντε, ἐγὼ δὲ ἐφιλοσό φουν τὰ τελεώτερα· ἐπεὶ δέ μοι ξυνεγεγόνεισαν,
ἐγνώρισάν πως ἐπ' ἐμοὶ ἑκάτερος τὴν οἰκείαν ψυχὴν, οὐδὲν δὲ ἧττον καὶ αὐτὸς παρὰ
ταῖς ἐκείνων ἐγεγόνειν, καὶ ἀλλήλων ἐτυγ χάνομεν ἐκκρεμεῖς· ἐμοὶ δὲ ἄρα ὥσπερ ὁ
λόγος ἐγεγόνει πρεσβύτερος, καὶ τὰ τῆς ψυχῆς, ἵν' οὕτως εἴποιμι, κατὰ τὸ ὅμοιον
προὔλαβε, καὶ πρώτως ἐκείνων ἐφεστήκειν τοῖς ἀνακτόροις· οὐκ ἀνεκτὸν δὲ ἡγούμενος
ἐν οὐδενὶ ἐκείνων ἀποτετμῆσθαι, τὸν μὲν αὐτίκα τῷ βασιλεῖ προσῳκείωσα, τὸν δὲ μετὰ
ταῦτα, οὐ γὰρ ἦν ἐκείνῳ βουλομένῳ εὐθὺς προσ ιέναι τῷ αὐτοκράτορι.

'''6.193''' Ἐπεὶ δ' ἐντὸς τοῦ βασιλείου βήματος γεγόνειμεν ξύμπαντες καὶ τῆς
λεγομένης εὐδαιμονίας εἰς κόρον κατετρυφήσαμεν, ὥσπερ ἔδει τῶν πραγμάτων
κατέγνωμεν, καὶ οὐ πάνυ τι οἰκείως πρὸς τὴν αἰσθητὴν ταύτην λαμπρό τητα εἴχομεν,
ἀλλ' ὅπερ ἐβούλετο ἕκαστος εἰπεῖν μὲν ὤκνει, ἐπὶ δὲ τοῦ στήθους ἔχων εἰς καιρὸν τὴν
ἔκφρασιν ἐταμίευε· γίνεται δ' οὖν ἡμῖν ὁ αὐτοκράτωρ ταύτης πρωταίτιος, τὸν ἀρχικὸν
ἐκεῖνος ἐπὶ πᾶσι τοῖς ἐπιβεβηκόσι τροχὸν κινῶν καὶ τούς γε πλείονας ἀποκρημνίζων καὶ
κατασπῶν· ἐπεὶ δὲ καὶ αὐτοὶ τῷ κύκλῳ ἐνεβεβήκειμεν, ἱκανῶς διεπτόησε μή πως ἐπὶ
μάλιστα διασείσας τὴν ἴτυν καὶ ἡμᾶς ἀπορράξει ἐκεῖθεν, οὐ πάνυ ἀπρὶξ ἐχομένους τῆς
ἄντυγος.

'''6.194''' Αὕτη τῆς κοινῆς μεταθέσεως ἡμῖν ἡ ὑπόθεσις, τοῦτο τὸ πᾶθος ἐπὶ τὴν
κρείττονα ζωὴν ἡμᾶς μετεσκήνωσεν· ἅπαξ γοῦν ποτε εἰς ταὐτὸ συνεληλυθότες, ὥσπερ
ἀπὸ συνθήματος ἕκαστος πρὸς ἀλλήλους τὸ κεκρυμμένον ἐνθύμημα ἐκκαλύπτομεν, καὶ
ὥσπερ σπεισάμενοι ἐπὶ τού τοις καὶ ἀειπαγεῖς συνθήκας πεποιηκότες, τὸ μὲν αὐτίκα καὶ
ἀθρόον καὶ ξύμπαντας ποιήσασθαι τὴν μετάθεσιν δεόν τως ἀνεβαλόμεθα, ἕψεσθαι <δὲ>
τῷ προηγησαμένῳ ἡμᾶς καθένα ἀρρήτοις ὅρκοις κατεδεσμήσαμεν.

'''6.195''' Καὶ πρῶτός γε ἡμῶν ὁ μάλιστα ἐπὶ μέγα τῆς τύχης ἀρθεὶς τῆς πρὸς Θεὸν
πορείας ἀπάρχεται, καὶ οἷος ἐκεῖνος, στήσας ἐν ἀκριβεῖ βάσει τὴν γνώμην καὶ τῷ Θεῷ
ἑδράσας τὸ θέλημα, πλάττεται τὴν τῆς μεταποιήσεως πρό φασιν ἀρρώστημα σώματος·
εἶτα δὴ καὶ ἀσθμαίνων κατὰ βραχὺ γνωρίζει τὸ πάθος τῷ βασιλεῖ καὶ δεῖται μεταποιηθή
σεσθαι· ὁ δὲ βαρυθυμήσας ἐπὶ τῷ πράγματι τὸ μὲν σύνθημα ἐδεδώκει τῆς μεταθέσεως,
ἐπέπληκτο δὲ τὴνψυχὴν ὅτι αὐτίκα μέλλει στερηθήσεσθαι τοιοῦδε ἀνδρός.

'''6.196''' Ἐμὲ γοῦν αὐτίκα τὸ γεγονὸς οὔτε καθεύδειν εἴα οὔτε ἀναπνεῖν, ἀλλ' οὐδὲ
τὸν προσήκοντα καιρὸν ἀνα μένειν· ἐκείνῳ δὲ συγγενόμενος καὶ πολλοὺς κατασπείσας
δακρύων κρουνοὺς, κατήλπισα ὡς αὐτίκα ἑψόμενος· καὶ ὁ μὲν ἑτέραν αὖθις πλάσιν
σκηψάμενος, ὡς ὁμοῦ τε τὸ σχῆμα ἐπενδυθείη καὶ τετυχήκοι θειοτέρας ἰάσεως, οὐδὲν
ἀναμεί νας εὐθὺς ἀπαίρει πρὸς τὸ θεῖον ὄρος τὸν Ὄλυμπον.

'''6.197''' Ἐγὼ δὲ παράδειγμα ἐκεῖνον θέμενος τῆς ὁμοίας μεταποιήσεως, ἥπατός τε
πόνον εὐθὺς σκήπτομαι καὶ καρδιαλγίαν δεινὴν, τό τε φρονοῦν μεταπλάττω, καὶ ὡς
ἐφεστηκόσι τοῖς πράγμασι τῇ ψυχῇ διαλεγόμενος ἦν, καὶ τὴν φωνὴν ἐπέχων τοῖς
δακτύλοις τὴν τῶν τριχῶν τομὴν ἐσχημάτιζον· ἀγγελίαι γοῦν εὐθὺς τῆς ἐμῆς ἐντεῦθεν
ἐκδη μίας πρὸς τὸν κρατοῦντα ἐφοίτησαν, καὶ ὡς δυσθανατῶ μὲν καὶ βεβάπτισταί μοι
τῷ βάθει τῆς συμφορᾶς ἡ ψυχὴ, ἐπειδὰν δὲ τὸ φρονοῦν ἀνενέγκω, τῆς κρείττονος ἐρῶ
καὶ ὑψηλοτάτης ζωῆς. Ὁ δὲ πρὸς μὲν τὴν τοῦ πάθους ἀγγελίαν πλέον ἢ τὸ ἐμὸν
ἠδύνατο σχῆμα, κατενεχθεὶς ἔκειτο, τό τε πρῶτον ἀπολοφυράμενος καὶ βύθιόν τι
στενάξας, ὅτι μοι ἐν ἀμφιβόλῳ τὰ τῆς ζωῆς ἔκειτο· ἡ γὰρ τοῦ στερήσεσθαί μου
προσδοκία μάλιστα τοῦτον ἐκύμαινεν, ἤρα γάρ μου τῆς γλώττης δεινῶς. Τί γὰρ δεῖ μὴ
τἀληθὲς λέγειν; Καὶ εἰ δεῖ τι μικρὸν τῇ τῆς φύσεως ἐπι τηδειότητι ἐγκαυχήσασθαι,
παντοδαπὸς ἐγεγόνειν ἐκείνῳ, φιλοσόφως μὲν ὡς οἷόν τε βιοὺς, τεχνικῶς δὲ πρὸς
ἐκεῖνον μεθαρμοζόμενος· προσκορὴς γὰρ ὢν πρὸς ἅπερ ὥρμητο, ἐζήτει μεταβολὰς, ἀπὸ
τῆς ὑπάτης, ὃ δή φασι, καταπίπτων ἐπὶ τὴν νήτην, ἢ καὶ τὴν σύγκρασιν ἀμφοῖν
βουλόμενος· διὰ ταῦτα νῦν μὲν ἐφιλοσόφουν αὐτῷ περί τε τοῦ πρώτου αἰτίου
διαλεγόμενος καὶ τοῦ παντοδαποῦ καλοῦ, ἀρετῆς τε πέρι καὶ ψυχῆς, δεικνὺς τί μὲν τὸ
ὁρώμενον ταύτης τῷ σώματι, τί δὲ τὸ δίκην φελλοῦ ἀκρόπλουν ἐπιθιγγάνον τῇ πέδῃ,
οἷον ἄρτημα κορυφαῖον τῷ κούφῳ πτερῷ μένον ἐφ' ἑαυτοῦ μόνον καὶ μὴ
συμπιεζόμενον τῷ δεσμῷ. Ἐπεὶ δὲ τοῦτον ἴδοιμι τοῖς τοιούτοις ἀποκναίοντα λόγοις καὶ
πρὸς τὸ θυμηρέστερον ῥέποντα, τὴν ῥητορικὴν μεταχειριζόμενος λύραν, ἁρμονίᾳ τε
λέξεων ἐκεῖνον κατέθελγον καὶ τοῖς ἐκεί νης ῥυθμοῖς ἐπὶ διάφορον ἰδέαν ἀρετῆς <διὰ
τῆς> συνθήκης καὶ τῶν σχημάτων <οἷς> ἡ ἐκείνης ἀφώρισται δύναμις, οὐδὲ τῷ πιθανῷ
μόνον ψεύδει καὶ τῷ πρὸς τὰς ὑποθέσεις ἀμφι ρρεπεῖ ἐγκαλλωπίζεται, ἀλλὰ καὶ τῆς
ἀκριβοῦς ἅπτεται μού σης, καὶ ταῖς μὲν ἐννοίαις φιλοσοφεῖ, ἀνθεῖ δὲ τῇ καλλιε πείᾳ τῶν
λέξεων καὶ τὸν ἀκροατὴν διχόθεν ἑαυτῆς ἐξαρτᾷ, διαρθροῖ τε τὰ νοήματα, μὴ
συγχέουσα ταῖς ἐπιπλοκαῖς, ἀλλὰ μερίζουσά τε καὶ διαιροῦσα καὶ ἠρέμα πως
ἐπανάγουσα, τό τε δεινὸν αὐτῆς, οὐ συγκεχυμένον, οὐδ' ἀσαφὲς, ἀλλ' ἁρμό ζον τοῖς
καιροῖς καὶ τοῖς πράγμασι, κἂν ἀφελῶς εἴποι τις, καὶ μήτε περιόδοις μήτε πνεύμασι
χρήσαιτο· ταῦτα δὴ πάντα δεικνὺς εἰς ἔρωτα τῆς τέχνης ἐκίνουν· εἰ δέ γε βασκαίνοντα
τούτοις ἴδοιμι, μεταβαλὼν αὖθις ἀπολωλέναι τέ μοι τὴν μνήμην ὧν ἐγίνωσκον
ἐσκηπτόμην, καὶ μικροῦ δεῖν τὸ τοῦ Ἑρμογένους παθεῖν, σβεσθείσης μοι τῆς θερμό
τητος τῷ ὑπερβάλλοντι τῆς ποιότητος.

'''6.198''' Τούτων οὖν ἐκεῖνος ἀκριβῶς μεμνημένος, οὐδ' ὁπωστιοῦν μοι ἐδίδου
φιλοσοφεῖν, οὐδὲ τὴν ζωὴν μετα θεῖναι, ἀλλὰ πρῶτα μὲν ἐπιστολαῖς πρός με ἐχρήσατο
καὶ ἀνδρῶν γενναίων ἀποστολαῖς, ἀνεῖρξαί με προθυμούμενος τοῦ βουλήματος,
ἀνενεκεῖν τέ μοι αὐτίκα τῆς νόσου κατ επηγγέλλετο καὶ μείζονος ἀξιῶσαι λαμπρότητος·
τὰς δέ γε ἐπιστολὰς οὐδὲ νῦν ἀδακρυτὶ ἀναγνῶναι δεδύνημαι, ὀφθαλ μόν τε γὰρ
ἀπεκάλει καὶ ἴαμα τῆς ἐκείνου ψυχῆς, σπλά γχνον τε καὶ φῶς καὶ ζωὴν, καὶ παρεκάλει
μὴ τετυφλῶσθαι· ἀλλ' ἐγὼ ἐξεκεκώφειν πρὸς ἅπαντα· ᾕρει γάρ με μᾶλλον ὁ προλαβὼν
καὶ τὴν κρείττω προαρπάσας ζωήν. Ἐπεὶ δὲ τῆς ἡμέρου πειθοῦς ἀπεγνώκει, τὴν
κερδαλῆν ἀφεὶς τὴν λεοντῆν ἐπενδύεται καί μοι ἐπανατείνει τὸ ῥόπαλον, ἐμπρῆσαί τε
ὄμνυσιν αὐτίκα μετὰ τῶν συμβούλων τῆς μεταθέσεως, καὶ πᾶσαν ἐπενεγκεῖν συμφορὰν
οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ ξύμπαντι <τῷ> γένει.

'''6.199''' Ἐγὼ δὲ ὥσπερ ἐπαγγελίαν χρηστοτέρων τὰ ἠπειλημένα δεξάμενος, ἐπὶ
τοὺς τῆς ἐκκλησίας κατῆρα λιμένας, καὶ τὸ τῆς κεφαλῆς ἀφελόμενος κάλυμμα τῆς ἐν
αἰσθήσει ζωῆς ἀποτέμνομαι· ἐπεὶ δ' ἐκεῖνος τὴν τομὴν ἠκηκόει, οὐ μνησικακεῖ μοι τῷ
πράγματι, ἀλλ' εὐθὺς πρὸς ἑτέρας ἐπιστολὰς μεθαρμόζεται, καὶ κατασπάζεταί με μᾶλλον
τὴν πνευματικὴν ζωὴν ἀσπασάμενον, καὶ πρὸς τὴν μετάθεσιν ῥώννυσι· καὶ διαβάλλει
μὲν τὴν λαμπρὰν καὶ ποικίλην ἐσθῆτα, ἐπαινεῖ δὲ τὸ τριβώνιον καὶ στεφανοῖ νικητικῷ
διαδήματι, ὅτι κρείττων πάσης ἐγεγόνειν πειθοῦς.

'''6.200''' Ἀλλὰ τῶν περὶ ἐμὲ λόγων ἅλις, οὐ γὰρ ἐμαυτὸν ἐβουλόμην ἐγκαταστῆσαι
τῇ ἱστορίᾳ, ἀλλ' αἱ τῶν λόγων ὑπεκδρομαὶ πρὸς τοῦτό με παρήνεγκαν βίας· ἦν δέ γε τὸ
ὠθῆσάν με πρὸς τὴν παροῦσαν ὑπόθεσιν ἡ τοῦ κρατοῦντος ταχεῖα τῆς γνώμης
μετάθεσις, ἣν ἡμεῖς δεδοικότες τὴν κρείττονα ζωὴν τῆς χείρονος ἠλλαξάμεθα, τὴν
ἀκύμαντον τῆς συγχυτικῆς τε καὶ ταραχώδους.

'''6.201''' Ἐπεὶ δὲ τῆς ἀφ' ἡμῶν παραμυθίας ὁ αὐτοκράτωρ ἐστέρητο καὶ λογικὴν οὐκ
εἶχεν ἔτι κιθάραν τὴν θέλγουσαν, ἐπὶ τὰς ἐν αἰσθήσει πάλιν κατέφυγε χάριτας· μέσου
γοῦν λειμῶνος καρποῖς παντοδαποῖς βρίθοντος κολυμβήθραν δι ορύττει βαθεῖαν, καὶ
τὴν περὶ τὸ χεῖλος περίμετρον ἀπισώ σας τῇ γῇ, ὑδάτων ἐπ' αὐτὴν ἐποχετεύει ῥοάς· εἰ
γοῦν τις μὴ προεγνώκει ὡς κατὰ μέσον ὁ λειμὼν διώρυκτο, εἶτα δὴ προῄει ἀπροόπτως
ὡς μήλου ἢ ὄχνης δρεψόμενος, ἀπερ ριπτεῖτο κατὰ τοῦ ὕδατος καὶ δὺς κατὰ τοῦ βάθους
ἐπ ηλαφρίζετό τε αὖθις καὶ ἐπενήχετο, καὶ τὸ γιγνόμενον ἄθυρμα τῷ αὐτοκράτορι ἦν.
Ἵνα δὲ μὴ μέχρι παιδιᾶς τὰ περὶ τὴν κολυμβήθραν αὐτῷ σταίη, καὶ χαρίτων οἶκον ποιεῖ
καὶ περικυκλοῖ εὖ μάλα τὸ ὑποκείμενον· εἶτα δὴ πολ λάκις τῆς ἡμέρας τῷ θερμῷ
ἐπινηχόμενος ὕδατι, ἐξιών τε καὶ εἰσιὼν λανθάνει πληγὴν ἐξ ἀέρος ἐπὶ τὴν πλευρὰν
εἰσδεξάμενος· καὶ τὴν μὲν πρώτην οὐ πάνυ τι αὐτὸν τὸ βέλος ἐπέπληττε, μετὰ δὲ ταῦτα
τὸν ἰὸν ἐπεκχέον τοῖς σπλάγχνοις νέμεται τὸν ὑπεζωκότα.

'''6.202''' Καὶ τοῦ βιώσεσθαι ἀπογνοὺς, ἔκειτο γὰρ ὥσπερ ἱερεῖον ἄρτι τεθυμένον καὶ
δυσθανατῶν, οὐ πρὸς τὴν βασι λίδα Θεοδώραν τὴν περὶ τοῦ κράτους σκέψιν ποιεῖται,
ἀλλὰ κρύψας ἐκείνῃ τὸ βούλευμα ἐν ἀπορρήτοις ἐζήτει τὸν βασι λεύσοντα· ἐπεὶ δὲ οὐκ
ἦν τὸ σκέμμα λαθεῖν, ἀγγέλλεται τῇ Θεοδώρᾳ τὸ βούλευμα· ἡ δὲ αὐτίκα σὺν τοῖς περὶ
αὐτὴν κρείττοσιν εἰς ὁλκάδα ἐμβᾶσα βασίλειον, ὥσπερ ἐκ κυμάτων εἰς τὰς τῶν
ἀνακτόρων αὐλὰς ἀνανήχεται, ἐκεῖσέ τε γενομένη πᾶσαν ἐφ' ἑαυτῇ δορυφορίαν
ἐφέλκεται· ἥ τε γὰρ πορφυρὶς, ὑφ' ἧς ἐσπαργάνωτο, τό τε ἥμερον τῆς ψυχῆς καὶ ἡ πάθη
τῆς προτέρας ζωῆς πάντα τοῖς πᾶσιν ἠδύνατο. ∆εινοπαθεῖ τούτων ἀκούσας ὁ βασιλεὺς
καὶ προστίθησι τὸ ἀλγεῖν· ὡς δ' οὐκ ἦν οὔτε τῆς νόσου ἀνενεγκεῖν οὔτε βου λὴν
συνετωτάτην βουλεύσασθαι, βαπτίζεται παραυτίκα τὸν λογισμὸν, καὶ τοὺς ὀφθαλμοὺς
μύσας καὶ τὴν γνώμην καὶ τὴν γλῶτταν ἐπεπλάνητο, εἶτα δὴ βραχύ τι ἀνενεγκὼν καὶ
γνοὺς ὅπη κακοῦ ἐτύγχανεν ὢν, ἀφῆκε βαρυθυμῶν τὴν ψυχήν.

'''6.203''' Βασιλεὺς μὲν οὖν Κωνσταντῖνος ὁ Μονομάχος δύο πρὸς τοῖς δέκα τῇ
βασιλείᾳ ἐπιβιοὺς ἔτη, οὕτω δὴ τελευτᾷ τὸν βίον, πλεῖστα μὲν εὐδοκιμηκὼς ταῖς
πολιτικαῖς πράξεσιν, οὐκ ἐλάττω δὲ κἂν τοῖς ἤθεσιν ἀφεὶς παραδεί γματα τοῖς ἄριστα
βιοῦν ἐθέλουσιν· εἰ γάρ τις αὐτὸν ἀφέλοι τῆς ὀξείας ῥοπῆς, τό γε λειπόμενον ἁπάντων
ἀνθρώπων ἐγεγόνει φιλανθρωπότερος· ὅθεν δὴ καὶ ὁ περὶ αὐτὸν λόγος δοκεῖ πως
ἑαυτῷ ἐναντιοῦσθαι, μεταβαλλόμενος ἐκείνῳ καὶ συμπεριτρεπόμενος, σύγκειται δὲ
ἀληθῶς, οὐ ῥητορικῶς, πρὸς ἐκεῖνον ἀφομοιούμενος καὶ συμπαθαινόμενος οἷον τῷ
βασιλεῖ.

==ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ [https://el.wikipedia.org/wiki/%CE%9C%CE%B9%CF%87%CE%B1%CE%AE%CE%BB_%CE%A3%CE%A4%CE%84 ΜΙΧΑΗΛ ϟ΄ (ΣΤ΄)] Στρατιωτικός (1056-1057)==