Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 3.673:

===ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ι΄ Δούκας (1059 1067)===
{{Wikipedia|Κωνσταντίνος Ι΄ Δούκας}}

'''1.1''' Βασιλεὺς Ῥωμαίων Κωνσταντῖνος ὁ ∆ούκας κρατήσας τῆς βασιλείας ἔτη ἑπτά.
Περὶ τούτου τοῦ αὐτοκράτορος συντεμὼν τὸν λόγον ὅσα εἰκὸς καὶ τὸ σύνηθες τῇ
συγγραφῇ μέτρον ἀποδιδοὺς, ἀκριβέστερον ὕστερον ἐρῶ καὶ ἑρμηνεύσω ὁποῖον μὲν
αὐτῷ τὸ γένος, ὁποῖον δὲ τοῦ οἴκου τὸ σχῆμα, οἷον δὲ καὶ τὸ ἦθος, καὶ τίνων μὲν ἤρα,
τίνων δὲ ἀπείχετο καὶ πρὸ τῆς ἀρχῆς καὶ μετὰ τὴν ἀρχήν· περὶ τίνος γὰρ ἄλλου τῶν
βασιλέων μακρότερον διηγήσωμαι, ὃν καὶ ἰδιώτην ὄντα ἐπῄνεσα, καὶ βασιλέα γεγονότα
ἐθαύμασα, καὶ οὗ μηδὲ βραχύ τι ἀπολελείμμην, ἀλλὰ περὶ αὐτὸν ὑπὲρ τοὺς ἄλλους
εἱστήκειν, ὁπότε βασιλικοῦ προκαθέζοιτο βήματος, καὶ συνῆν ἐπὶ λόγοις καὶ τῆς αὐτῆς
ἐκοινώνουν τραπέζης, καὶ ἀδιηγήτων χαρίτων ἀπέλαβον;

'''7 .2''' Οὗτος τοιγαροῦν ὁ θειότατος βασιλεὺς ἅμα τῷ τῆς ἀρχῆς ἐπιβῆναι,
πρῶτον τίθεται σπούδασμα ἰσότητα καὶ εὐνομίαν κατασκευάσαι τοῖς πράγμασιν, καὶ
πλεονεξίαν μὲν ἀνελεῖν, μετριότητα δὲ καὶ δικαιοσύνην εἰσενεγκεῖν· φύσεως δὲ τυχὼν
πρὸς πᾶν ὁτιοῦν δεξιᾶς, πᾶσιν ἐπεφύκει βασιλικοῖς πράγμασιν· εἴτε γὰρ διαιτῶν δίκαις,
οὐκ ἀσύνε τος ἦν τῶν πολιτικῶν ὑποθέσεων, ἀλλὰ καὶ λίαν εὐθυβολώ τατος·
φιλοσοφίας δὲ καὶ ῥητορείας οὐ πάνυ μετέχων, κατ' οὐδὲν τῶν φιλοσόφων καὶ
ῥητόρων ἀπελιμπάνετο, ὁπηνίκα ἢ λόγους ἀπαγγέλλοι ἢ δημηγοροίη, ἢ αὐτοσχεδιάζοι
γρα φήν· εἴτε δὲ περὶ στρατιωτικοὺς καταλόγους ἐσπούδαζε, κατὰ δὲ τοῦτο τὸ μέρος
πάντων ἐπρώτευε.

'''7.3''' Τὴν δὲ βασιλείαν ἐν στενῷ ἀπειλημμένην ὁρῶν, πάντων αὐτῇ τῶν
χρημάτων ἐξαντληθέντων, χρηματιστὴς ταύτῃ μέσος ἐγένετο, οὔτε ἀπειροκάλως τοῖς
ἀναλώμασι χρώμενος, οὔτε θερίζων, ἵν' οὕτως ἐρῶ, ὅσα μὴ αὐτὸς ἔσπειρεν, ἢ συνάγων
ὅσα μὴ διεσκόρπισεν, ἀλλ' αὐτὸς πρό τερον ἀφορμὰς καταβάλλων οὕτως τῶν οἰκείων
πόνων ἀπ έλαβεν· ὅθεν οὐ πλήρεις μὲν, οὐδ' ἐπιχειλεῖς, ἡμιδεεῖς δὲ τοὺς βασιλείους
θησαυροὺς ἐποιήσατο. Εὐσεβέστατος δὲ εἴπερ τις ἄλλος βασιλέων γενόμενος, κἀν τούτῳ
τῷ μέρει πάντας ὑπερβαλλόμενος, πολέμους τε πολλάκις ἀπραγμα τεύτους κατώρθωσε
καὶ ἀριστείοις στεφάνοις τὴν κεφαλὴν ἀνεδήσατο.

'''7.4''' Ἑπτὰ δὲ ἔτη καὶ μικρόν τι πρὸς διαχειρισάμενος τὴν ἀρχὴν, νόσῳ
δαπανηθεὶς ἐτετελευτήκει, ἀγῶνα μέγαν καταλιπὼν τοῖς ἐπαινεῖν αὐτὸν βουλομένοις.
Ὀργῆς τε καὶ κρείττων ἐγένετο, καὶ οὐδὲν ἀπὸ ταὐτομάτου, ἀλλὰ λογισμῷ ξύμπαντα
ἔπραττεν, καὶ οὔτε ψυχὴν ἀφείλετό τινος κἂν τὰ ἔσχατα τῶν κακῶν ἐπεπράχει, οὔτε
τινὸς τῶν ἀκρωτη ρίων ἐστέρησεν, ἀλλὰ τῇ ἀπειλῇ βραχύ τι χρησάμενος, μετ' οὐ πολὺ
καὶ ταύτην διέλυε, δάκρυα μᾶλλον ἐπὶ πᾶσιν ἀφιεὶς ἢ ὠμότητι χρώμενος.

'''7.5''' Οὕτω μὲν οὖν προσκιάσας αὐτὸν, αὐτίκα πλατύτερον γράψω καὶ
διαρθρώσομαι, ὥσπερ δὴ ἐπηγγειλάμην ποιῆσαι τῷ θαυμασίῳ τούτῳ καὶ ὑπερφυεῖ
αὐτοκράτορι.

'''7.6''' Τὸ μὲν ἄνω γένος ὅσον εἰς προπάππους ἁβρόν τε καὶ εὔδαιμον καὶ
ὁποῖον αἱ συγγραφαὶ ᾄδουσι· διὰ στόματος γοῦν καὶ μέχρι τοῦ νῦν ἅπασιν ὁ Ἀνδρόνικος
ἐκεῖνος, καὶ ὁ Κωνσταντῖνος, καὶ ὁ Πανθήριος, οἱ μὲν ἐξ ἄρρενος γένους, οἱ δὲ ἐκ θήλεος
τούτῳ προσήκοντες, οὐδὲν δὲ ἔλαττον αὐτῷ καὶ τὸ προσεχές· ἀλλ' ὥσπερ Αἰακοῦ καὶ
Πηλέως ὁ Ἀχιλλεὺς ἐξ ἐκείνων γενόμενος, μᾶλλον ἐκείνων ἐξέλαμψεν, οὕτω δὴ καὶ ὁ
αὐτοκράτωρ οὗτος τοιαῦτα ἔχων τοῦ γένους τὰ παραδείγματα, οὐκ ἐμιμήσατο μόνον,
ἀλλ' ὥσπερ ἁμιλλη σάμενος μακρῷ τοὺς προγόνους ὑπερεβάλετο, διαπρεπὴς ἁπάσαις
γενόμενος ἀρεταῖς· ἐπίδοξος δὲ εἰς βασιλείαν κατὰ πρώτην εὐθὺς ἡλικίαν γενόμενος,
οὕτω τὸ πρᾶγμα μετεχειρίσατο εὖ, ὡς μηδένα τῶν πάντων μωμήσασθαι· τῆς γὰρ
ἀγοραίου προπετείας καὶ κομψότητος μακρὰν ἑαυτὸν ποιησάμενος, ἐν ἀγροῖς διέτριβε
τὰ πολλὰ καὶ περὶ τὴν πατρῴαν βῶλον ἐπραγματεύετο· γυναῖκα δὲ γήμας καὶ γένει
περιφανῆ (Κωνσταντίνου γὰρ ἦν παῖς ἐκείνου, ὃν τὸ μὲν χωρίον ἡ ∆άλασσα ἤνεγκεν, ἡ
δὲ ῥώμη πανταχοῦ τῆς οἰκουμένης ἐκήρυξε) καὶ κάλλει διαπρεπῆ, σωφροσύνῃ τὸν βίον
ἐκόσμησεν· εἶτα δὴ ταύτην θανάτῳ ἀποβαλὼν, ἵνα μὴ καὶ πάλιν συκοφαντοῖτο καὶ τοῖς
κακοήθεσιν ἀφορμὴ δια βολῆς γίνοιτο, ἑτέραν αὖθις ἑαυτῷ οἰκειοῖ (εὐγενὴς δὲ καὶ αὕτη
καὶ τό τε φρόνημα γενναία, καὶ τὸ εἶδος περικαλλὴς), μεθ' ἧς καὶ παῖδας ἀπογεννᾷ
ἄρρενάς τε καὶ θηλείας καὶ μετὰ τὴν ἀρχὴν καὶ πρὸ τῆς ἀρχῆς, ὧν ὁ πρώτως ἀποτε
χθεὶς, Μιχαὴλ δὲ ἦν, ὁ τὴν ἐκείνου βασιλείαν ἀναδεξάμενος καὶ κοινωνοὺς ταύτης καὶ
τοὺς ἀδελφοὺς ποιησάμενος, τὰ κατὰ πάντων πρωτεῖα ἐκτήσατο, ὃν ὁ λόγος αὐτίκα δὴ
μετὰ τὴν τοῦ πατρὸς ἱστορήσει γραφήν.

'''7.7''' Ἀλλ' ἐνταῦθα τοῦ λόγου γενόμενος συνεισενεγκεῖν καὶ ἐμαυτὸν τῷ
συγγράμματι βούλομαι καὶ τῶν ἐκείνου παραπολαῦσαι καλῶν. Ἤνθουν μὲν τηνικαῦτα
ἐπὶ τοὺς λόγους ἐγὼ, καί με ἡ γλῶττα μᾶλλον ἢ τὸ γένος ἐκήρυττε, λόγων δὲ ἐραστὴς
ἐκεῖνος εἴπερ τις ἄλλος θερμότατος, τοῦτο οὖν μοι πρῶτον ἀφορμὴ φιλίας πρὸς ἐκεῖνον
ἐγεγόνει καὶ οἰκειότητος· καὶ συνελθόντες ἅπαξ εἰς λόγους καὶ πεῖραν ἀλλήλοις
παρεσχηκότες, ἐθαυμάσαμέν τε καὶ ἐθαυ μάσθημεν, καὶ τοσοῦτον συμφυεῖς
ἐγεγόνειμεν, ὥστε καὶ παρ' ἀλλήλοις φοιτᾶν καὶ φιλικῶν χαρίτων κατατρυφᾶν·
συνηνέχθη δέ τι πρὸς φιλίαν καὶ ἕτερον· ἀνάγει με ὁ λόγος εἰς τὰ βασίλεια καὶ
ὑπογραμματεύειν ἐδίδου τῷ βασιλεῖ, Κωνσταντῖνος δὲ οὗτος ἦν τοῦ τῶν Μονομάχων
γένους ὡς ἀληθῶς τὸ κεφάλαιον, ἔτος δέ μοι τῆς ἡλικίας πέμπτον ἐπὶ τοῖς εἴκοσι ἦν·
ἐπεὶ δέ μοι λαμπροτέρου ἐδέησε σχήματος καὶ περιφανεστέρας οἰκίας, οὐδὲ τοῦτό μοι τὸ
μέρος ἀσπού δαστον ἀφῆκεν ὁ βασιλεὺς, ἀλλά μοι πολλοῦ τὸν τοῦδε τοῦ ἀνδρὸς
ἀνταλλάττεται οἶκον, καὶ εἰς ἀκριβεστέραν φιλίαν ἀλλήλους ἀπὸ ταύτης ἑνοῖ τῆς
προφάσεως· ἀδεέστερον δὲ αὐτῷ συνῆν ἐφ' ἅπασι τοῖς καιροῖς, καὶ τῷ βασιλεῖ τὸν
ἄνδρα διεζωγράφουν, ἐφιεὶς τῇ γλώττῃ τὰ πρὸς εὐφημίαν, καί τι καὶ πρὸς ἀγαθοῦ
ἐγιγνόμην αὐτῷ· εἶτα τί; τελευτᾷ οὗτος ὁ βασιλεὺς, καὶ ἵνα μὴ τῶν ἐν μέσῳ πολλῶν
ὄντων καὶ αὖθις ἐπιμνησθῶ, ὁ πρεσβύτης Μιχαὴλ ἐπὶ τῆς βασι λείας καθίσταται, καὶ
ὠδίνει τὰ πράγματα, ἐν δεινῷ τῶν στρατιωτῶν ποιουμένων, εἰ αὐτοὶ μὴ τὸν ὑπὲρ τῶν
ὅλων ἀγῶνα ὑποδύοιντο καὶ τοῖς σώμασιν ὑπὲρ τῆς ἀρχῆς κιν δυνεύοιεν· κατάρχει δὲ
τούτων ἐν ταῖς ἀρχαιρεσίαις τοῦ κράτους ἡ σύγκλητος τὰ πολλὰ, μηδὲν τῶν κινδύνων
ἐπαι σθομένη· ἅμα δέ τοι καὶ ὁ βασιλεὺς πρόφασίν τινα δοὺς αὐτοῖς ἀπονοίας εἰς ὀργὴν
ἐξάπτει, καὶ συνθέμενοι ἀλλή λοις ἐντὸς τοῦ Ἄστεος ἀποστασίαν, αὐτίκα δὴ ἐξεληλύθεσαν,
ὡς ὁ λόγος τὸ ξύμπαν ἐν τοῖς κατὰ τὸν Κομνηνὸν λόγοις ἠκρίβωσε.

'''7.8''' Τὸ μὲν οὖν πλῆθος ἅπαν τῷ βασιλεῖ τούτῳ συννενεύκεσάν τε καὶ
συνεκέκλιντο, καὶ τὴν βασιλείαν λαμ βάνειν ἐπέτρεπον, ὁ δὲ ἀπεβιάζετο καὶ ὑπεχώρει
λαμπρῶς, καὶ τῷ Κομνηνῷ Ἰσαακίῳ παρεχώρει τοῦ πράγματος, οὕτω τοῦ Θεοῦ
πόρρωθεν οἰκονομοῦντος τὰ κατ' αὐτὸν, ὡς ἂν ἐννομώτερον ἐπὶ τὴν ἀρχὴν ἀναβαίη· τὰ
δὲ μετὰ ταῦτα, ἵνα μὴ δὶς τὴν αὐτὴν ἀπολεπτύνω διήγησιν, κρατεῖ τῆς βασι λείας ὁ
Κομνηνὸς, τὰς πλείους τῶν ὑποσχέσεων Κωνσταν τίνῳ τῷ ∆ούκᾳ διαψευσάμενος· ὁ δὲ
καὶ αὖθις ἐπὶ τοῖς δευτέροις ἐφιλοσόφει καὶ κατ' οὐδὲν προσκεκρούκει τῷ βασιλεύοντι·
ἐπεὶ δὲ οὗτος νοσήσας πρὸς τὸ θανεῖν ἐγεγό νει, ἀνάμνησιν ποιεῖται τῶν πρὸς αὐτὸν
συνθηκῶν, σύμβου λον δὲ κἀμὲ πρὸς τὸ πρᾶγμα λαβὼν, οὐδεὶς γάρ με τῶν ἐπὶ τῆς ἐμῆς
ἡλικίας αὐτοκρατόρων πλέον ἐκείνου ἐπῄνεσεν ἢ ἐθαύμασε, τοῦ μὲν γένους
καταπεφρονήκει, ὅλοις δὲ ἱστίοις πρὸς ἐκεῖνον ἀπένευσεν.

'''7.9''' Οἷον δὲ τοῦτο τὸ μέρος <καὶ> ὅθεν, βραχύ τι προσ διατρίψω τῷ
διηγήματι· μέση μὲν οὖν ἡμέρα, καὶ τὸν βασι λέα ἡ τῆς νόσου συνέσχε καταβολὴ, καὶ ἡ
ἀκμὴ τοῦ κακοῦ δριμυτέρα τῶν ἄλλων· ὡς γοῦν αὐτίκα τεθνηξόμενος μετα καλεῖται
τὸν ∆ούκαν καὶ βασιλέα ποιεῖται τῷ ῥήματι, καὶ τὰ φίλτατα τούτῳ λαμπρῶς ἐγχειρίζει,
γυναῖκα καὶ θυγα τέρα, καὶ ἀδελφὸν καὶ τὸ λοιπὸν γένος· σύμβολα δὲ αὐτῷ οὔπω
ἐδεδώκει βασίλεια, ἀλλ' ἦν ἐν ἐπαγγελίαις τὸ πρόβλημα.

'''7.10''' Οἷα δὲ τὰ μετὰ ταῦτα; ῥώννυται βραχύ τι ὁ βασι λεὺς καὶ δόξας οἷον
τὴν ἕξιν ἀπειληφέναι, ἀμφίβολος ἐφ' οἷς ἔπραξε γίνεται, καὶ ὁ τῇ βασιλείᾳ προβιβασθεὶς
ἐν δεινῷ τε καθίσταται καὶ ἀπορίᾳ συνέχεται· ἐδεδίει γὰρ οὐκ ἐπὶ τῇ ἀποτυχίᾳ μόνον,
ἀλλὰ καὶ ἐπὶ τῇ μετὰ ταῦτα δυσπρα γίᾳ καὶ ὑποψίᾳ· τί ποτ' οὖν ποιεῖ; τῶν ἄλλων
ἀφέμενος, ἐπὶ τοῖς ἐμοῖς λογισμοῖς γίνεται καὶ τῆς ἀρχαίας ἀναμιμνήσκει φιλίας, καὶ
ποιεῖν ὅ τι βουλοίμην ἢ πρότερον ποιοίμην οὐκ ἀποκνεῖ· ἐγὼ δέ σοι οὐκ ἐψευσάμην τὸν
φίλον, ὦ θεία καὶ καθαρωτάτη ψυχή (προάγομαι γὰρ ὡς ἀκούοντι διαλέξα σθαι)· αὐτὸς
ἂν εἰδείης ὡς τὰ πρῶτα συνεπεφύκειν, ὡς ἐπεθάρρυνον, ὡς ἐπερρώννυον, ὡς
ἀθυμοῦντα παρεμυθούμην, ὡς συγκινδυνεύσειν ἐπηγγελλόμην, εἰ καὶ τούτου δεήσειεν,
ἔπειτα καὶ τ' ἄλλα, ὡς μετήνεγκά σοι τὸν ἀρχιε ρέα, καὶ πάντα πεποίηκα ὁπόσα τε ὁ
καιρὸς καὶ ὁ λόγος τῆς φιλίας ἀπῄτει.

7.11 Ἵνα γὰρ προβιβάσω τῷ λόγῳ τὸ λεῖπον, σφοδροτέρα περίοδος
καταλαμβάνει τὸν βασιλέα, καὶ ἤδη τὴν ζωὴν αὐτῷ πάντες συναπεγνώκεισαν, οὐδεὶς δὲ
τῶν πάντων ἐθάρ ρει τοῖς βασιλικοῖς τοῦτον κοσμῆσαι συμβόλοις, εἰ μὴ αὐτὸς παρρησίᾳ
χρησάμενος, τῶν πάντων μοι παραχωρούντων τῆς ἀρίστης βουλῆς, ἐπὶ τοῦ θρόνου τε
καθίζω τοῦ βασιλείου καὶ τοῖς φοινικοῖς τέως ὑποδήμασι τοὺς πόδας ἁρμόζω· τὰ δ' ἄλλα
τούτῳ συνηκολούθει, τῶν ἐν τέλει συνάθροισις, εἰσαγωγαὶ πρὸς τὸν αὐτοκράτορα,
σέβας βασιλεῖ πρέπον, προσκύνησις καὶ ὁπόσα εἴωθεν ἐπὶ ταῖς τῶν αὐτοκρατόρων
ἀναρρήσεσι γίνεσθαι.

'''7.12''' Ἐπεὶ δέ με πρῶτον αὐτῶν εἶδεν ἀπαρχόμενον τοῦ σεβάσματος, τοῦ
θρόνου τε εὐθὺς ἐξανίσταται καί με λαμ πρῶς ἀγκαλίζεται, καὶ τοὺς ὀφθαλμοὺς
ἐπιτέγξας δακρύοις οὐκ εἶχεν ὅ τι καὶ δράσειεν, πλὴν τοσαύτας μοι καθωμολό γησε
χάριτας καὶ ἐν τοσαύταις ἐποίησεν ὅσαις οὐκ ἂν μὲν ἐξήρκεσεν, τὰς δὲ πλείους εἰς ἔργον
ἠγάγετο.

'''7.13''' Ἑσπέρα μὲν οὖν ἦν ὅτε ταῦτα ἐγεγόνει, τοῦ δὲ καιροῦ βραχὺ
προϊόντος, ἀπογνοὺς <ὁ Ἰσαάκιος> παντάπασι τὴν βασιλείαν καὶ σωτηρίαν, τὴν κόμην
τε ἀποκείρεται καὶ τὸ μοναδικὸν σχῆμα ἐνδύεται, καὶ τῆς περιόδου λωφησάσης αὐτῷ
περὶ μέσας νύκτας βραχύ τι διανίσταται, καὶ γνοὺς ἐφ' οἷς <ἐστι>, καὶ τὸ πᾶν ἀπογνοὺς,
τόν τε βασιλεύοντα ἑωρακὼς καὶ κατὰ γνώμην αὐτῷ τὸ πρᾶγμα βεβαιωσάμενος, εὐθὺς
τῶν ἀνακτόρων ἀφίσταται καὶ νεὼς ἐπιβὰς ἐπὶ τὴν μονὴν τοῦ Στουδίου ὑποχωρεῖ.

'''7.14''' Ὁ μὲν οὖν ἐκεῖσε δυσθανατῶν ἦν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ὁ δὲ
τελέως ἤδη τῆς βασιλείας ἐπειλημ μένος, καὶ πρῶτον ἐπὶ τοῦ βασιλείου θρόνου
καθιδρυθεὶς, ἔτι προτεταμένου τοῦ παραπετάσματος (εἱστήκειν δὲ μόνος αὐτὸς ἀγχοῦ
ἐπὶ δεξιᾶς), τὼ χεῖρε διάρας ὑπὲρ κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς δακρύων πληρώσας,
χάριτας ἀνθωμο λόγησε τῷ Θεῷ, καὶ τοῦτο πρῶτον αὐτῷ καθιέρωσε· ἔπειτα τὸ κάλυμμα
διασχὼν καὶ τὴν γερουσίαν εἰσκαλεσάμενος καὶ ὅσοι τοῦ στρατιωτικοῦ γένους τότε
ἐτύγχανον ὄντες, τούς τε ἐπὶ τῶν ἀρχείων καὶ τοὺς ἐπὶ τῶν δικαστηρίων τούτοις
συναγαγὼν, περὶ δικαιοσύνης καὶ φιλανθρωπίας καὶ πραγμάτων εὐθύτητος σύμμετρον
τοῖς εἰσκεκλημένοις δημηγο ρίαν ἀπεσχεδίασεν, τὰ μὲν τῷ δικαίῳ διδοὺς, τὰ δὲ τῷ
φιλανθρώπῳ καὶ βασιλικῷ ἤθει· ἔπειτα κἀμέ τινα τῷ καιρῷ πρόσφορα ἐπιτρέψας εἰπεῖν,
λύει τὴν ἐκκλησίαν.

'''7.15''' Εἶτα δὴ τῶν πράξεων τῶν ἐπὶ τοῖς λόγοις ἀπάρχεται, δύο ταῦτα τέως
ποιεῖν προθέμενος, εὐεργετεῖν καὶ δικαιοδοτεῖν· οὐδένα γοῦν τῶν πάντων ἀφῆκεν
ἀγέραστον, οὐ τῶν ἐν τέλει, οὐ τῶν μετ' ἐκείνους εὐθὺς, οὐ τῶν πόρ ρωθι, ἀλλ' οὐδὲ
τῶν βαναύσων οὐδένα· αἴρει γὰρ καὶ τού τοις τοὺς τῶν ἀξιωμάτων βαθμοὺς, καὶ
διῃρημένου τέως τοῦ πολιτικοῦ γένους καὶ τοῦ συγκλητικοῦ, αὐτὸς ἀφαιρεῖ τὸ
μεσότοιχον καὶ συνάπτει τὸ διεστὼς, καὶ τὴν διάστασιν μετατίθησιν εἰς συνέχειαν.

'''7.16''' Ὁρῶν δὲ τοὺς πλείστους περὶ τὸ ἀδικεῖν τετραμ μένους, καὶ τοὺς μὲν
τὸ πλέον τοῦ δικαίου ἔχοντας, ἑτέρους δὲ ὑπ' ἐκείνων τυραννουμένους, ἐπὶ τὸ δικάζειν
ἐτράπετο, λεῖα, κατὰ τὸν βασιλέα καὶ προφήτην, ὁρῶν· καὶ τοῖς μὲν ἀδικοῦσι γενόμενος
ἐμβριθὴς, τοῖς δὲ ἀδικουμένοις χαριέ στατός τε καὶ εὐμενής· ἐφειστήκεισαν γοῦν ἄμφω
τὼ μέρει, ὅ τε φεύγων καὶ ὁ διώκων, οὐδὲν πλέον οὔτε ἔλαττον ἐπὶ τῆς κρίσεως
ἔχοντες, ἀλλὰ τῆς ἴσης ῥοπῆς ἀξιούμενοι· ἐντεῦθεν τὰ κεκρυμμένα τέως ἀνεκαλύπτετο,
καὶ ὁ ἑκάστου τῶν πάντων τρόπος ἐδοκιμάζετο, μᾶλλον δὲ ἀπηλέγχετο. Νόμοι δὲ τότε
πρότερον πάροδον λαβόντες εἰς τὰ ἀνά κτορα σεμνῶς πάνυ ἀνηγορεύοντο, καὶ
συγγραφαὶ μὲν ἄδικοι διερρήγνυντο, πᾶν δὲ τὸ τιθέμενον ἢ γραφόμενον παρ' αὐτοῦ ἢ
νόμος ἄντικρυς ἦν, ἢ νόμου τι δικαιότερον. Οἱ δ' ἐπὶ τῶν ἀγρῶν, οἳ τὸ πρὶν μηδὲ τὸν
βασιλεύοντα ᾔδεισαν, καθα ρῶς αὐτῷ ἐνητένιζον, καὶ φιλανθρώπων μὲν λόγων, φιλαν
θρωποτέρων δὲ πράξεων μετελάμβανον.

'''7.17''' Ταῦτά τε οὖν ἐποίει, καὶ τῶν δημοσίων φόρων ἐφρόντιζεν. Ἐπεὶ δὲ
οὐκ ἐγκώμιον τὰ γραφόμενα, ἀλλ' ἀλη θὴς ἱστορία, ἑαυτῷ μόνῳ συμβούλῳ περὶ τὰ
πρακτέα χρώ μενος, ἔστιν οὗ καὶ ἡμάρτανε τοῦ ἀκριβεστέρου σκοποῦ· τὸ γοῦν
βουλόμενον αὐτῷ ἦν μὴ πολέμοις τὰ περὶ τῶν ἐθνῶν διατίθεσθαι, ἀλλὰ δώρων
ἀποστολαῖς καί τισιν ἑτέραις φιλοφροσύναις, δυεῖν ἕνεκα, ἵνα μήτε τὰ πλείω κατανα
λίσκοι τοῖς στρατιώταις, καὶ αὐτὸς διαγωγὴν ἔχοι ἀθόρυβον.

'''7.18''' Ἀγνόημα δὲ μέγα ἠγνόησεν, ὅτι τῆς στρατιω τικῆς καταλυομένης
μερίδος τὰ τῶν ἐναντίων αὐξάνοιτο καὶ ἐπὶ τὸ μεῖζον καθ' ἡμῶν φέροιτο· ἔδει μὲν οὖν
τὸ τοι οῦτον ἀτόπημα, φημὶ δὲ τὸ ἀσύμβουλόν τε καὶ ἀπερίσκεπ τον, πάντων
ἀπελαθῆναι τῶν βασιλέων, ἀλλὰ τὸ φίλαυτον, καὶ τὸ ἐνίους τῶν αὐτοκρατόρων παρὰ
τῶν τυχόντων θω πεύεσθαι ὡς πᾶσιν ἀρκοῦντας πράγμασι, δελεάζει τε τὰ πολλὰ καὶ
ἐκτραχηλίζει τοῦ δέοντος, καὶ τὸν μὲν ὑπὲρ τοῦ καλοῦ παρρησιαζόμενον ὕποπτον
ἥγηνται, τὸν δὲ ὑποθω πεύοντα ἡδέως ἐναγκαλίζονται καὶ ἀξιοῦσι τῶν ἀπορρήτων·
τοῦτο τὴν βασιλείαν Ῥωμαίων κατήνεγκε καὶ ἠλλοίωσεν ἐπὶ τὸ χεῖρον τὰ πράγματα,
καίτοι πολλάκις αὐτὸς ἐπει ράθην ἐξελεῖν ἀπὸ τούτου δὴ τοῦ βασιλέως τὸ νόσημα· ἀλλ'
ἦν αὐθέκαστος περὶ τοῦτο καὶ ἀπαραίτητος· καὶ τοῦτο μὲν ἐνταυθοῖ κείσθω, ὁ δὲ τῆς
φιλανθρωπίας λόγος ἐξεταζέσθω αὐτῷ, ὡς δὲ καὶ ὁ τῆς φρονήσεως, τὸν γὰρ τῆς
δικαιοσύνης ἀποδεδώκαμεν· ὃ δέ με ἄνω διέλαθεν, τοῦτο νῦν ἀναμνησθεὶς διηγήσομαι.

'''7.19''' Ὅτε γοῦν αὐτῷ τὸ στέφος τῇ κεφαλῇ καθηρμό ζετο, καθωμολόγησε
τῷ Θεῷ μὴ τιμωρῆσαι σῶμά τινος, τοῦτο δὲ μετὰ προσθήκης ἀποδεδώκει· ἀπείχετο γὰρ
καὶ αἰκίας καὶ τῆς διὰ λόγων σχεδὸν ὕβρεως, εἰ μὴ ὅσον μετα μορφώσας αὑτὸν ἐπὶ τὸ
δοκοῦν φρικωδέστερον, τιμωρίας μὴ γενησομένας διηπειλήσατο. ∆ιεῖλε δὲ τοῖς καιροῖς
εὐθυ βόλως τὰ πράγματα, ἑκάστῳ τὸ οἰκεῖον μέτρον φυλάττων καὶ τῆς ἐν τῇ ἀνισότητι
φροντίζων ἰσότητος.

'''7.20''' Οἷον δὲ αὐτῷ καὶ τοῦ οἴκου τὸ σχῆμα; γλυκύτερον γὰρ τοῖς παισὶ
προσεφέρετο, προσέπαιζέ τε τούτοις ἡδέως καὶ προσεμειδία ψελλίζουσι, καὶ
ἀνθημιλλᾶτο πολλάκις ἀντιπίπτουσιν, εὐπαιδευσίαν τε ἅμα τούτοις καὶ γυμνασίαν
ἐντεῦθεν προμνηστευόμενος. Τρεῖς μὲν οὖν αὐτῷ υἱεῖς πρὸ τῆς ἀρχῆς ἐγεγόνεισαν καὶ
δύο θυγάτρια, καὶ τῶν μὲν ἀρρένων ὁ μέσος μετὰ τὴν ἀρχὴν ὀλίγον ἐπιβιοὺς ἀπο
θνῄσκει, κάλλους χρῆμα ἀμίμητον, καὶ τῶν θυγατέρων ἡ τελευταία ἤδη κατεγγυηθεῖσα
ἀνδρὶ, ὡραία τῷ εἴδει σφό δρα καὶ τὴν ψυχὴν ἀγαθὴ, θατέρα δὲ ἡ τῆς Ἀρετῆς φερώνυμος
μνηστεύεται τῷ Θεῷ, καὶ νῦν ἔτι ἔστι καὶ εἴη μέχρι πολλοῦ.

'''7.21''' Μετὰ δὲ τὴν βασιλείαν, οὔπω ἡλίου τὸν ἐνιαύ σιον κύκλον
περιοδεύσαντος ὁμοῦ δὲ τίκτεται παιδίον τῷ βασιλεῖ, καὶ τοῦ βασιλείου εὐθὺς
καταξιοῦται ὀνόματος· τὼ δὲ ἄλλω ὡς πρὸ τῆς βασιλείας γεγενημένω, ὅ τε θαυ μάσιος
Μιχαὴλ καὶ ὁ μετὰ τοῦτον Ἀνδρόνικος ἰδιώτα ἤστην· ἀλλ' οὐ πολὺς χρόνος καὶ τὸν
πρῶτον αὐτῷ τῶν υἱέων καὶ κάλλιστον, τοῦτον δή φημι τὸν θειότατον Μι χαὴλ, τῷ
βασιλικῷ κοσμεῖ διαδήματι· μέλλοντα δὲ ἤδη ἐπὶ τοῦ θρόνου καθίζειν, δοκιμάζει
γενναίως εἰ προσήκων τῇ βασιλείᾳ γένοιτο, καὶ ἐρωτᾷ τοῦτον τομὴν πολιτικῆς ὑπο
θέσεως, ὁ δὲ καὶ διαγινώσκει τὸ ζήτημα καὶ ἔννομον ποιεῖ ται ἀπόφασιν· ὁ δὲ οἰωνὸν
τοῦτο λαβὼν ψυχῆς διαπρε ποῦς ἐν βασιλείᾳ γενησομένης, αὐτίκα τούτῳ τὴν βασίλειον
πανήγυριν ἐκτελεῖ.

'''7.22''' Εἶτα τί γίνεται; βουλὴ κατὰ τοῦ βασιλέως παρ' ἐνίων ἀρτύεται· τὸ δὲ
βούλευμα, ἐξῶσαι τοῦτον τῆς ἡγεμονίας καὶ ἕτερον ἐγκαταστῆσαι τοῖς πράγμασιν· μέτο
χοι δὲ τοῦ σκέμματος οὐ τῶν ἀγενῶν μόνον καὶ ἀνωνύμων, ἀλλὰ καὶ τῶν εὖ γεγονότων
καὶ περιφανεστέρων· τῶν δὲ συνωμοτῶν ἐκ συνθήματος οἱ μὲν ἀπὸ θαλάττης ἐπικεχει
ρήκασι τῷ παρανομήματι, οἱ δὲ ἀπὸ γῆς καθειστήκεισαν ἀπρεπεῖς· ἀλλ' ἐπ' αὐτῆς τῆς
ἀκμῆς τοῦ κακοῦ γεγονότος, ἀνακαλύπτει τὸ δρᾶμα Θεὸς, καὶ δήλην ποιεῖται τὴν κακοή
θειαν· ἆρ' οὖν τὰς κεφαλὰς αὐτῶν ἀποτέμνει; ἢ διαιρεῖ τὰς χεῖρας; ἢ ἄλλο τι ἀφαιρεῖται
τοῦ σώματος; πολλοῦ γε καὶ δεῖ· τὴν κόμην γοῦν ἐνίοις ἐπιτεμὼν, τῶν ἄλλων
ὑπερορίαν καταδικάζει· καὶ ὥσπερ ἀναπνεύσας τοῦ παρὰ βραχὺ κιν δύνου, ἐφ' ἑστίας με
προσκαλεῖται καὶ ἀπὸ τῆς αὐτῆς σιτεῖσθαι παρακελεύεται· εἶτα δὴ τὴν τροφὴν ἐπισχὼν
καὶ ἐπιδακρύσας· «Ἆρά γε, εἶπεν, ὦ φιλόσοφε, κατατρυφῷεν οὕτως καὶ οἱ ἀπαγόμενοι
ὑπερόριοι· ἀλλὰ μὴ οὕτω τρυφῴην, ἑτέρων κακοπαθούντων».

'''7.23''' Τῶν δὲ ἀπὸ τῆς ἑσπέρας Μυσῶν τε καὶ Τρι βαλλῶν ἀλλήλοις
ὁμονοησάντων καὶ εἰς ὁμαιχμίαν συστάν των, καὶ μεγάλου κακοῦ ἐπὶ τῇ Ῥωμαίων
κυμαίνοντος, τὴν μὲν πρώτην ἐπ' ἐκείνους ἐξώρμησεν, εἶτα δῆτα ἐμοῦ μονο νοὺ ταῖς
χερσὶν ἐπισπάσαντος, παλινδρομεῖ ἐπὶ τὰ ἀνάκ τορα· ὀλίγον δέ τι στράτευμα
συλλεξάμενος ἐπ' ἐκείνους ἀφῆκε, καὶ παραδοξοποιεῖ τι Θεὸς, τῶν Μωσαϊκῶν τεραστίων
οὐκ ἔλαττον· ὥσπερ γὰρ κρείττονα φάλαγγα οἱ βάρβαροι θεασάμενοι καὶ
ἀποδειλιάσαντες τὰς ψυχὰς, εὐθὺς τὰ νῶτα μετέβαλον καὶ ἄλλος ἀλλαχοῦ διεσπάρησαν,
οἱ δὲ πλείους ἀπὸ τῶν κατόπιν ἐλαυνόντων ἔργον μαχαίρας γεγόνασιν· καὶ οἱ μὲν
τεθνηκότες κατάβρωμα ὄρνισι προε τέθησαν, οἱ δὲ διαφυγόντες πανταχοῦ τῆς γῆς
διεσπάρησαν. Εἰ μὲν οὖν ἐγκωμιάζειν προειλόμην, ἀλλὰ μὴ συνοπτικὴν ἱστορίαν ποιεῖν,
ἀπέχρησεν ἄν μοι τοῦτο τὸ διήγημα εἰς πᾶσαν εὐφημίας ὑπερβολήν· νῦν δὲ ἐφ' ἕτερα
τὴν τοῦ λόγου ὁρμὴν μετενέγκοιμι.

'''7.24''' Τὰ μὲν οὖν ἄλλα τῷ βασιλεῖ δέξαιτ' ἂν τὴν πρὸς ἑτέρους ἅμιλλάν τε
καὶ σύγκρισιν, τὸ δὲ περὶ τὴν τοῦ θείου δόξαν καὶ μάλιστα τὸ περὶ <τὸ> τῆς ἀρρήτου
οἰκονομίας τοῦ Θεοῦ Λόγου μυστήριον, λόγου κρεῖττον καὶ τοῦ ἐνδιαθέτου καὶ τοῦ κατὰ
προφορὰν, τοῦ τε ἁπλοῦ καὶ τοῦ τεχνικοῦ. Ὁπότε γοῦν αὐτῷ ἀπόδειξιν ἐποιούμην τοῦ
δι' ἡμᾶς μυστηρίου, ἐγεγήθει τε τὴν ψυχὴν καὶ ὑπὸ χαρμονῆς τὸ σῶμα ξύμπαν
συνεκεκλόνητο, καὶ δακρύων κρουνοὺς ἠφίει· ἅπαν δὲ τὸ τῆς θείας Γραφῆς βάθος ἀνα
λεξάμενος, οὐ τὸ ἐκκείμενον μόνον ἠπίστατο, ἀλλὰ καὶ <τὸ> βαθὺ καὶ θειότερον· εἰ δ'
ἀποσχοληθείη ποτὲ τῶν δημοσίων φροντίδων, ἐπὶ τοῖς βιβλίοις ἐγίνετο.

'''7.25''' Ἐπανεπαύετο δὲ ἐπ' οὐδενὶ τῶν ἄλλων ὡς ἐπ' ἐμοί· ὅθεν εἰ μὴ τῆς
ἡμέρας πολλάκις ὀφθείην αὐτῷ, ἐδει νοπάθει καὶ ἤσχαλλε· ἐσέβετό τε διαφερόντως τῶν
ἄλλων, καὶ διέκειτο ἀναπιμπλάμενος ἐμοῦ ὥσπερ νέκταρος· θάνα τον δέ μου τῶν
πολιτῶν ἑνὸς αὐτῷ ἀπαγγείλαντος, περι χαρὴς ὤφθη γενόμενος, ἐμοῦ δὲ θαυμάσαντος,
<καὶ> τὴν αἰτίαν ἐρομένου ἀνθ' ὅτου· «Ὅτι τοι, ἔφη, πολλοί μοι κατηγορήκασι τοῦ
ἀνδρός·» ἐγὼ δὲ ἀντήχουν (καὶ <γὰρ> ἐδεδίειν μήπου καὶ βιασθείη, καὶ εἰς ὀργὴν τούτῳ
ἐξενεχ θείη)· «Ἐπεὶ δὲ ἐτεθνήκει συντεθναίη πάντως τοῖς κατη γόροις καὶ ἡ κατὰ τοῦ
ἀνθρώπου κατηγορία, ἐπεὶ καὶ πᾶσα δυσμένεια τῷ βίῳ συγκαταλύεται».
'''7.26''' Τὸν μέντοι γε ἀδελφὸν Ἰωάννην εἰς τὸ τοῦ καίσαρος ἀνενεγκὼν
ἀξίωμα ὑπερηγαπήκει καὶ μετὰ ταῦτα διαφερόντως, καὶ κοινωνὸν ἐποιεῖτο τῶν
ἀρχικῶν βουλευ μάτων· ἐκεκόσμητο γὰρ καὶ ὁ ἀνὴρ οὗτος συνέσει καὶ μεγα λοφροσύνῃ
καὶ τῇ περὶ τὰ πράγματα δεξιότητι· ὅθεν καὶ νοσήματι δεινῷ πρὸ πολλοῦ τῆς τελευτῆς
κατάσχετος γεγο νὼς, ὥσπερ ὑπὸ πατρὶ τοὺς ἰδίους παῖδας πεποίηται, προσ τιθεὶς τούτῳ
καὶ ὃν αὐτὸς τοῦ πατριαρχικοῦ θρόνου ἠξίω σεν, ἄνδρα καὶ τὴν ἀρετὴν τελεώτατον καὶ
τῇ ἀρχιερωσύνῃ μάλα προσήκοντα.

'''7.27''' Ἀλλ' ἐκεῖνος μὲν ἀνερρώσθη τῆς ἀρρωστίας, μετ' οὐ πολὺ δὲ
δαπανᾶσθαι τὸ σῶμα ἀρξάμενος, κατὰ βραχὺ τῷ θανάτῳ προσήγγισεν· κἀνταῦθα ἐπὶ τῇ
γυναικὶ Εὐδοκίᾳ πάντα πεποίηται, σωφρονεστάτῃ τε τῶν καθ' ἑαυ τὴν νομιζομένῃ
τἀνδρὶ καὶ παιδοτροφῆσαι ἀκριβεστάτῃ, περὶ δὲ ταύτης ἑξῆς ἐρῶ ἀκριβέστερον· ταύτῃ
γοῦν τοὺς παῖδας ὑποθέμενος, καὶ διελὼν περὶ πάντων ὥσπερ προεί ρητο, βραχὺν
χρόνον ἐπιβιοὺς τελευτᾷ ἑξηκοντούτης καὶ μικρόν τι πρὸς τὸν ὅλον τῆς ζωῆς χρόνον
γενόμενος.

'''7.28''' Οὐκ οἶδα γοῦν εἴ τις ἐκείνου τοῦ βασιλέως ἢ εὐκλεέστερον τὸν βίον
διήγαγεν, ἢ εὐδαιμονέστερον ἐτεθνή κει· ἅπαξ μὲν ἐπιβουλευθεὶς καὶ τοῦ κλύδωνος
ἁρπαγεὶς, τὸν δὲ λοιπὸν τῆς ἀρχῆς χρόνον ἀθορύβως καὶ εὐθύμως διενεγκὼν, καὶ
βασιλέας υἱεῖς τῷ βίῳ καταλιπὼν πατρῴ ζοντας ἀκριβῶς καὶ τὸν ἐκείνου χαρακτῆρα ἔν
τε ψυχῇ καὶ σώματι φέροντας.

'''7.29''' Ἐπεὶ δὲ ἀρκούντως αὐτῷ περὶ ὧν ἔπραξε τὸν λόγον ἐποιησάμεθα,
φέρε δὴ εἴπωμεν καὶ εἴ τι ἐπὶ τῆς ἀρχῆς παρεφθέγξατο. Εἴθιστο λέγειν περὶ τῶν
ἐπιβουλευσάντων αὐτῷ, ὡς τιμῆς μὲν καὶ χρημάτων οὐκ ἀποστερή σοι τούτους, ἀντ'
ἐλευθέρων δὲ ὡς ἀργυρωνήτοις αὐτοῖς χρήσαιτο· «Ἀφειλάμην δὲ οὐκ ἐγὼ τὴν
ἐλευθερίαν αὐτοὺς, ἀλλ' οἱ νόμοι ἐκπτώτους αὐτοὺς τῆς πολιτείας ποιήσαν τες.» Τοῖς δὲ
λόγοις ἐξόχως προσκείμενος·» Ὤφελον, ἔλεγεν, ἐκ τούτου ἢ τῆς βασιλείας
γνωρίζεσθαι.» Γενναῖος δὲ ὢν τὴν ψυχὴν πρός τινα εἰρηκότα ὡς αὐτὸς ἂν ἡδέως
μαχόμενος ἐκείνου τὸ ἴδιον σῶμα προβάλλοιτο· «Εὐφήμει, εἶπεν, καὶ εἰ βούλοιό γε
πεσόντι ἐπένεγκε πληγήν τε καὶ αὐτός.» Πρὸς δὲ τὸν τοὺς νόμους ἐξακριβούμενον ἐπὶ
τὸ βούλεσθαι ἀδικεῖν· «Οὗτοι, ἔφησεν, οἱ νόμοι ἡμᾶς ἀπολω λέκασιν». Ἀποχρῶντα
ταῦτα τῷ βασιλεῖ.

===ΡΩΜΑΝΟΣ Δ΄ Διογένης (1068- 1071)===
'''7.1''' Εὐδοκία βασιλὶς σὺν Μιχαὴλ καὶ Κωνσταντίνῳ τοῖς παισί. Ἡ