Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 2.581:
βουλόμενος βραχύ τι προσκαταστήσω τὸν λόγον.

==ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ ΜΙΧΑΗΛ ϟ¨ (ΣΤ΄) Στρατιωτικός (1056-1057)==

'''7.1''' Ἀρχὴ δὲ τῆς βασιλείας Μιχαὴλ τοῦ Γέροντος· ὁ τοιοῦτος ἐκράτησεν ἔτος αʹ.
Γραμμή 2.650:
τολμηρότερον τὸ πρᾶγμα μεταχει ρίζεται· καὶ ἐπειδὴ τοῦτο πρὸ πάντων ᾔδει, ὅτι
χρημάτων πολλῶν δεῖ τῷ συντάγματι, πρῶτον μὲν πάσας τὰς εἰς τὴν Πόλιν ἀποφράττει
ὁδούς, φρουρὰν ἀποχρῶσαν καταλιμ πάνωνκαταλιμπάνων ἑκάστῃ, καὶ μηδενὶ διδοὺς ἐξιέναι τε καὶ
εἰσιέναι, εἰ μὴ ἐκεῖνος γνοίη καὶ τὴν ἐφ' ἑκάτερα συγχωρήσῃ πορείαν· ἔπειτα τοῦτο
πεποιηκὼς, τὰς δημοσίους εἰσπρά ττει συνεισφορὰς οὐ φύρδην, οὐ συγκεχυμένως, ἀλλ'
Γραμμή 2.763:
ὦ βασιλεῦ, ἔφησα, οὐ τὴν ὑπηρεσίαν διαδιδράσκων, ἀναβάλ λομαι τὸ ἐπίταγμα, ἀλλὰ τὸ
πρᾶγμα διευλαβούμενος καὶ τοὺς τῶν πολλῶν ὑποπτεύων φθόνους τὴν πρόσταξιν ὑπερ
τίθεμαι.
–Καὶ τί ποτε, φησὶ, τοῦτο, ὃ δι' εὐλαβείας αὐτὸς ἔχων οὐ πάνυ τῇ πρεσβείᾳ
θαρρεῖς;
θαρρεῖς; –Κεκρατηκὼς, ἔφησα, ὁ ἀνὴρ πρὸς ὅν με κελεύεις διαπορθμεύσασθαι, καὶ τεθαρ
ρηκὼς πρὸς τὰς μελλούσας ἐλπίδας· οὐκ οἴομαι οὖν τοῦτον εὐμενῶς με προσήσεσθαι,
οὐδὲ πρὸς τοὺς ἐμοὺς λόγους μετακληθήσεσθαι· σοβαρώτερον οὖν ἴσως ὁμιλήσει, καὶ
Γραμμή 2.804 ⟶ 2.806 :
ἐκείνῳ βουλομένῳ πολλοὺς ἐπὶ τῆς βασιλείου συλλεγῆναι σκηνῆς.

'''7.21''' Ἀσπάζεται γοῦν εἰσιόντας ἡμᾶς, ἐκάθητο δὲ ἐπὶ θώκου τινὸς ὑψηλοῦ,
βραχείας τινὸς περὶ αὐτὸν οὔσης δορυ φορίαςδορυφορίας· ἐσκεύαστο δὲ οὐ τοσοῦτον
βασιλικώτερον, ὅσον στρατηγικώτερον· ὑπεξανέστη γοῦν ἡμῖν βραχύ τι, εἶτα δὴ καθίσαι
προτρέψας, ἠρώτησε μὲν οὐδὲν περὶ ὧν ἀφικόμεθα, βραχεὶς δέ τινας κινήσας λόγους
Γραμμή 2.815 ⟶ 2.817 :
διαλεξώμεθα λόγους ἀλλήλοις ἐδίδομεν· ᾠόμεθα γὰρ μὴ ἑνὶ δοῦναι τὴν πρὸς αὐτὸν
διάλε ξιν, ἀλλ' ὁμοῦ πάντων πυνθάνεσθαι καὶ οὕτω λαμβάνειν τὰς ἀποκρίσεις.

'''7.22''' Οὕτω δὲ ἡμῖν ὁμιλοῦσιν ἡμέρα τε παρανέτειλεν καὶ ὁ ἥλιος προκεκυφὼς
τοῦ ὁρίζοντος λαμπρῷ τῷ κύκλῳ μετεώριστο· οὔπω δὲ πλεῖστον μέρος ὑπεραναβεβήκει,
καὶ οἱ τῆς βουλῆς πρῶτοι παρῆσαν εἰσκαλοῦντες ἡμᾶς καὶ οἱονεὶ δορυφοροῦντες καὶ
Γραμμή 2.828 ⟶ 2.830 :
εἰπεῖν τε κρείττων καὶ σιωπῆσαι ἀμείνων καὶ ἐνθυμηθῆναι βελτίων, ὁ δοὺξ Ἰωάννης, ὃς
δὴ πόρρωθεν καὶ ἐκ προγόνων τὸ γενναῖον καὶ σταθηρὸν ἐκεκλήρωτο.

'''7.23''' Οὗτος τῇ εἰσόδῳ καὶ ἡμῖν προσεγγίσασι στῆναι κελεύσας, ἐντός τε τῆς τοῦ
βασιλέως σκηνῆς ἐγεγόνει, καὶ μικρὸν ἀναμείνας χρόνον, ἔξεισί τε, καὶ μηδὲν πρὸς ἡμᾶς
εἰρηκὼς, ἀθρόον τὴν πύλην ἀναπετάννυσιν ἵν' εὐθὺς κατα πλήξῃ τῷ ἀπροσδοκήτῳ τῆς
Γραμμή 2.869 ⟶ 2.871 :
φωνῇ, ἐπαναστρέψας καὶ ἐπὶ μέσον τουτωνὶ στὰς (δείξας τοὺς ἑκατέρωθεν ἑστηκότας),
τό τε γράμμα τοῦ ἀπεσταλκότος ὑμᾶς ἐγχειρισάτω μοι καὶ τοὺς λόγους εἰπάτω οὓς παρ'
ἐκείνου λαβόντες ἀφίκεσθε ὡς ἡμᾶς».

'''7.26''' Ἕκαστος οὖν ἡμῶν ὑπεχώρει θατέρῳ τῆς δια λέξεως καὶ πρὸς ἀλλήλους
περὶ τούτου διεκρινόμεθα. Ἐπεὶ δέ με κατεβιάσαντο ἄμφω, ἐμοὶ τὴν παρρησίαν τῶν
Γραμμή 2.910 ⟶ 2.912 :
«Ἀλλὰ πῶς, ἔφασαν, βασιλέως υἱὸς τοῦ κράτους ἀποστερήσεται;

– Ναὶ, φημὶ, οὕτω γάρ τε οἱ κρείττους τῶν βασιλέων καὶ περὶ τοὺς γνησίους τῶν παίδων πεπράχασι.». Καὶ αὐτίκα ἐμε μνήμην Κωνσταντίνου τοῦ θείου καί τινων ἑτέρων αὐτοκρα τόρων καίσαρας
αὐτίκα ἐμε μνήμην Κωνσταντίνου τοῦ θείου καί τινων ἑτέρων αὐτοκρα τόρων καίσαρας
τὴν πρώτην τοὺς υἱοὺς τετιμηκότων, εἶτα δὴ εἰς τὴν βασίλειον ἀναγαγόντων περιωπὴν,
καὶ τὸν λόγον οὕτω συναγαγὼν ἐνθυμηματικώτερον ἐποιούμην τὴν σύγκρισιν·
Γραμμή 2.968 ⟶ 2.969 :
μεταστήσατε τῶν διοική σεων τὸν βραχὺν ἐκεῖνον τὴν ἡλικίαν, πρότερόν τε γὰρ
δυσμενέστατος ἡμῖν ὦπται καὶ νῦν ὑποπτεύεται· τήμερον οὖν ὁμέστιοι γεγονότες ἐμοὶ,
τὴν αὔριον ἐντεῦθεν ἀπάραν τες τὰ ἐντεταλμένα μοι ἀπορρήτως διακομίσατε».

'''7.33''' Οὕτω τοιγαροῦν τῆς αὐτῆς τραπέζης αὐτῷ κοινωνήσαντες, καὶ ἀγάμενοι ἔτι
τῶν κρατίστων ἠθῶν, ἤδη γὰρ καὶ ὁ ἀνὴρ τοῦ τυραννικοῦ καταβὰς συνηθέστερος ἡμῖν
Γραμμή 2.989 ⟶ 2.990 :
ποτέ. Ὥσπερ δὴ ἐκεῖνος πρός με ἀπορρήτους ὑμῖν λόγους ἐπίστευσεν, οὕτω δὴ κἀγὼ
ἀπορρητότερα πρὸς ἐκεῖνον ὑμῖν ἀντιτίθεμαι· τοιγαροῦν διόμνυσθε πρὸς αὐτὸν, ὅτι οὐ
112πολ λῶνπολλῶν παρεληλυθυιῶν ἡμερῶν τοῦ βασιλείου κράτους κοινωνὸν τοῦτον ποιήσομαι,
Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.
Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.
112πολ λῶν παρεληλυθυιῶν ἡμερῶν τοῦ βασιλείου κράτους κοινωνὸν τοῦτον ποιήσομαι,
προφάσεις ἀναγκαίας πεποιημένος τῆς εἰς τοῦτο ἀναγωγῆς· εἰ δὲ νῦν τὸν καιρὸν
ὑπερτίθεμαι, συγγνώμην ἐχέτω μοι· δέδοικα γὰρ τό τε δημοτικὸν πλῆθος καὶ τὴν
Γραμμή 3.043 ⟶ 3.038 :
ἀφῆκαν φωνὴν, τὸν δὲ Ἰσαάκιον ἐπευφήμησαν ὡς μόνον τῷ κράτει ἐπιδοξότατον.
Τοῦτο γοῦν καὶ μόνον ἔφησεν εἰδέναι ὁ νῦν αὐτῷ ἀφιγμένος, εἴ τι δὲ πλέον ἐγεγόνει
αὐτίκα δὴ μαθη σόμεθαμαθησόμεθα.

'''7.37''' Ἔδοξε γοῦν ἡμῖν ἐπὶ τούτοις τῇ σκηνῇ προσιέναι τοῦ καίσαρος ἵνα τι
καινότερον ἐκεῖθεν διδαχθείη μεν· κοινῇ οὖν ἐκείνῳ συμπαραγενόμενοι, ὑπαγορεύοντα