Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 2.696:
ἀρκοῦντας ποιήσασθαι, καὶ πανταχόθεν τῷ συγκινη θέντι καθ' ἡμῶν πλήθει
ἀντικαθίστασθαι. ∆έχεται μὲν οὖν τὰς γνώμας ὁ βασιλεύς.

'''7.11''' Περὶ τῆς τοῦ στρατοῦ ἀποστολῆς πρὸς τὸν Ἰσαάκιον. Εἶτα δὴ πρὸς μὲν τὴν
πρώτην ἀνείργεται, ἥτις δὴ αὐτῷ καὶ κατολιγωρηθεῖσα εἰς καταστροφὴν ἤρκεσε, πρὸς
δέ γε τὴν δευτέραν καὶ τρίτην παρασκευάζεται· ἀλλὰ παρὰ μὲν τὴν δευτέραν τὸ
διηνυσμένον οὐδέν· αἱ δ' ἐκ τῆς ἑσπέ ρας αὐτῷ δυνάμεις ἐξαρτυθεῖσαι πολεμικώτατα
καὶ συμμα χίδας ἑτέρας κτησάμεναι, εἴς τε λόχους διαιρεθεῖσαι καὶ συναιρεθεῖσαι εἰς
φάλαγγας, ἐμπαρασκεύως ὁμοῦ καὶ γεν ναίως τοῖς ἑῴοις ἀντικατέστησαν τάγμασιν. Οὐκ
ἐκ διαστή ματος δὲ πολλοῦ ἑκάτεροι τοὺς χάρακας ἱδρυσάμενοι καὶ βραχύ τι τὸ μεταξὺ
πεδίον πεποιημένοι, οὐδέτεροι ἐπ' ἀλλή λους ἐξῄεσαν, ἀλλ' ἦν αὐτοῖς κενὸν τὸ
μεταίχμιον· ἀλλὰ πλήθει μὲν οἱ βασιλικοὶ τὸ πλέον ἐδείκνυσαν ἔχοντες, δυνά μει δὲ καὶ
τάξει οἱ τῆς ἑτέρας προεῖχον μερίδος, καὶ τό γε μεῖζον καὶ θαυμασιώτερον, ἐκείνοις μὲν
ἡ σύνταξις ἀρρα γὴς καὶ ἡ πρὸς τὸν κρατοῦντα πίστις βεβαία καὶ ἀσφαλὴς, τὸ δ'
ἡμέτερον στρατόπεδον ἐκενοῦτο καὶ διερρήγνυτο, αὐτομολούντων ὁσημέραι πολλῶν
ἐπὶ τὴν τυραννικὴν σύν ταξιν, ὅ τε τῶν δυνάμεων προηγούμενος, τοὔνομα δὲ οὐδὲν
δέομαι λέγειν, ἀμφιρρεπὴς ἦν, ὡς δ' ἐγῷμαι μονομερής.

'''7.12''' Ὅθεν ἐξ ἀμφοτέρων κατηγωνίσμεθα, καὶ πρὶν ἢ πολεμητέα ἐδόκει, ταῖς τῶν
στρατηγούντων γνώμαις ἡττώ μεθα· ἀλλ' οἵ γε λόχοι καὶ τὸ ἡμεδαπὸν πλῆθος ὁπόσον
ἐλέλειπτο, οὔπω τὴν στρατηγικὴν γνόντες ἀμφιβολίαν, ἐπειδή περ ἀντικατέστησαν
ἄνδρες ἀρήϊοι καὶ θυμοῦ, κατὰ τὴν ποίησιν, πνείοντες, ὅπλοις τε τοῖς καλλίστοις
διεσκευ ασμένοι, καὶ πᾶν εἴ τι ὅπλον γενναῖον τὸ μὲν διεζωσμένοι, τὸ δὲ ἐν χεροῖν
ἔχοντες, τὸ ἐνυάλιον ἀλαλάξαντες ἐπὶ τοὺς ἐναντίους τοὺς χαλινοὺς τοῖς ἵπποις
ἐνδόντες ἀσχέτῳ ῥύμῃ προσκεχωρήκασι, καὶ τό γε ἀριστερὸν ἐκείνοις κέρας οἱ τὸ καθ'
ἡμᾶς δεξιὸν ἔχοντες ἀναστρέψαντες ἐπὶ πολὺ κατεδίωξαν.

'''7.13''' Ἐπεὶ δὲ τὸ δεξιὸν αὐτὸ ἐμεμαθήκεσαν, μὴ ὑπο μεῖναν τὴν τῶν πολεμίων
βοήν τε καὶ ἔφοδον, ἀλλ' εὐθὺς ὑποκεχωρηκὸς καὶ διασπαρὲν, δείσαντες μὴ οἱ
νενικηκότες ἐπ' ἐκείνους γένοιντο, καὶ τούς γε φυγάδας ῥώσαντες ὅλαις αὐτοῖς
ἐπισταῖεν δυνάμεσιν, οὐδὲν ἧττον κἀκεῖνοι ἐτράπη σαν εἰς φυγὴν, καὶ γίνεται καθαρῶς
μετὰ τῶν πολεμίων ἡ νίκη, καὶ ὁ τυραννεύσας πεπηγὼς ἐν μέσοις εἱστήκει κρείτ των
καὶ τῶν διωκόντων καὶ τῶν φευγόντων· τοῦτον γοῦν ἔνιοι τοῦ καθ' ἡμᾶς στρατοπέδου
ἑωρακότες, ἦσαν δὲ τῶν περὶ τὸν Ταῦρον Σκυθῶν τῶν τεττάρων οὐ πλείους, τὰ δόρατα
κατευθύναντες ἐπ' αὐτὸν ἐξ ἑκατέρας πλευρᾶς ὤσαντο, καὶ τόν γε σίδηρον τοῖς ἐκείνου
ὅπλοις ἐφηρμο κότες διαμαρτάνουσι μὲν αὐτῷ τοῦ σώματος, ἀλλ' οὔτε δὲ ἐπὶ θάτερον
παρατρέπουσι μέρος, ἀλλ' ἀντωθήσαντές τε τὸν ἄνδρα ἐς ἶσον αὖθις ἀντικατέστησαν,
ἰσοβαρῆ πεποιηκότες καὶ ἐπὶ τοῦ κέντρου τηρήσαντες· τοῦτο δὴ ἐκεῖνος οἰωνὸν λαβὼν
αἴσιον, ὡς εἴη ἀκίνητος βαλλόμενος ἑκατέρωθεν, ταῖς δυνάμεσιν εὐθὺς ἐγκελεύει
ἐρρωμενέστερον τοῖς τῶν ἐναντίων ἐμπίπτειν σώμασι, καὶ θαρρεῖν τὸν ἀγῶνα, καὶ τὰ
μὲν τρέπειν τοὺς ἐναντίους, τὰ δὲ διώκειν ἄχρι πολλοῦ.

'''7.14''' Τούτων γοῦν οὕτω διαπεπολεμημένων, ἀγγελίαι δεινότεραί τε καὶ
φοβερώτεραι τὰς ἡμετέρας διέσεισαν ἀκοὰς, καὶ τὸν βασιλέα διαταράξασαι
ἀπεγνωκέναι πάσας ἐλπίδας πεπείκασιν· οὐ γὰρ ἦν ἐξ ὑπογύου οὕτω νενικημέ νον τὸ
ἑσπέριον ἀνακαλέσασθαι στράτευμα, ἑτέρους δὲ οὐκ εἶχεν ἀκμῆτας καὶ νεολέκτους
παρασκευάσασθαι, ὅ τε τῶν δυνάμεων ἄρχων ὁ ἐκτομίας Θεόδωρος, ὃν ἡ βασιλὶς
Θεοδώρα πρόεδρον μὲν πρότερον ἐπεποιήκει, εἶτα δὴ τὰ τῆς ἑῴας ἐγκεχειρίκει
στρατόπεδα, παντάπασιν αὐτῷ ἀπει ρήκει τὴν στρατηγίαν, οὐ τῷ μὴ θαρρεῖν μᾶλλον
τοὺς δευτέ ρους ἀγῶνας ἢ τῷ διεστράφθαι τὴν γνώμην καὶ κρυφίως πρὸς τὸν Κομνηνὸν
σπείσασθαι.

'''7.15''' Περὶ τῆς τῶν πρέσβεων ἀποστολῆς πρὸς τὸν Κομνηνόν. ∆ιαλιπὼν γοῦν ὁ
βασιλεὺς ἡμέρας τινὰς, εἶτα δή με πρὸς τὸν Κομνηνὸν σπείσασθαι ἀξιοῖ,
διαπρεσβεύσασθαί οἱ ἀπορρήτους γνώμας πρὸς τὸν πολέμιον, καὶ δι' εὐγλωττίας καὶ
σοφιστικῆς δυνάμεως καταμαλθάξαι τὴν ἐκείνου ψυχὴν πρὸς αὐτὸν μεταθήσεσθαι· ἐμοὶ
δὲ τήν γε πρώτην ἀκούσαντι, ὥσπερ ἀτεχνῶς καταβροντηθέντι τὴν ἀκοὴν, ἀπηγόρευτο
ἡ ἀξίωσις, καὶ· «Οὐκ ἂν ἑκὼν εἶναι, ἔφην, ὑπ ηρετήσωμαί σοι τοιούτῳ προστάγματι,
πολύν τε τὸν κίνδυ νον ἔχοντι καὶ τὸ τέλος οὐκ ἀμφίβολον, ἀλλὰ πάντη μονο μερές·
δῆλον γὰρ ὡς οὐ πείσεται, ἄρτι νενικηκὼς καὶ ἐπηρμένος τῷ κατορθώματι, τὸ κράτος
ἀφεῖναι καὶ ἄλλο τι τῶν ἐλαττόνων μεταβουλεύσασθαι».

'''7.16''' Ὁ δ' εὐθὺς ἐπισείσας τὴν κεφαλὴν καὶ πάσης καταγνοὺς φιλίας καὶ
οἰκειώσεως· «Σὺ δὲ ἄρα, ἔφησεν, ὅπως μὲν πιθανῶς ἐρεῖς διεσπούδακας, ὅπως δὲ ἂν
ἀμύναιο ἀτυχοῦσι φίλοις, καὶ σὺν Θεῷ φάναι δεσπόταις, οὐ συννε νόηκας; ἐγὼ δέ σοι
οὐδὲ πρὸς βραχύ τι μετὰ τὸ κράτος παραπεποίημαι, ἀλλὰ μετὰ τοῦ συνήθους ὁμιλῶ
σχήματος, κατασπάζομαί τε καὶ συναγκαλίζομαι, ὥσπερ εἴωθα, καί σου τοῦ τῶν
χειλέων, ὥσπερ δέον ἐστὶν, ὁσημέραι ἀπογεύο μαι μέλιτος, ᾤμην δὲ τῶν ἴσων
ἀνταξιοῦσθαι· σὺ δέ μοι οὐδὲ τοσοῦτον δίδως ὁπόσον ἐπιεικὴς ἄνθρωπος ἐχθρῷ
παρέσχετο κινδυνεύοντι· κἀγὼ μὲν τὸν πεπρωμένον οἶμον πορεύσομαι, σοὶ δὲ ἄρα τις
ἔσται ἐπεγκαλῶν καὶ προσονειδίζων ὅτι τὴν πρὸς δεσπότην καὶ φίλον φιλίαν διέψευσαι».

'''7.17''' Τούτων ἀκούσας τῶν λόγων μικροῦ δεῖν αὖος καὶ ἀπόπληκτος γέγονα, καὶ
οὐκ εἶχον ὅπως τὴν πρώτην δια φυλάξωμαι ἔνστασιν· ἀθρόον οὖν μεταπλασθείς· «Ἀλλ'
ὦ βασιλεῦ, ἔφησα, οὐ τὴν ὑπηρεσίαν διαδιδράσκων, ἀναβάλ λομαι τὸ ἐπίταγμα, ἀλλὰ τὸ
πρᾶγμα διευλαβούμενος καὶ τοὺς τῶν πολλῶν ὑποπτεύων φθόνους τὴν πρόσταξιν ὑπερ
τίθεμαι. –Καὶ τί ποτε, φησὶ, τοῦτο, ὃ δι' εὐλαβείας αὐτὸς ἔχων οὐ πάνυ τῇ πρεσβείᾳ
θαρρεῖς; –Κεκρατηκὼς, ἔφησα, ὁ ἀνὴρ πρὸς ὅν με κελεύεις διαπορθμεύσασθαι, καὶ τεθαρ
ρηκὼς πρὸς τὰς μελλούσας ἐλπίδας· οὐκ οἴομαι οὖν τοῦτον εὐμενῶς με προσήσεσθαι,
οὐδὲ πρὸς τοὺς ἐμοὺς λόγους μετακληθήσεσθαι· σοβαρώτερον οὖν ἴσως ὁμιλήσει, καὶ
ἀτιμάσει μου τὴν πρεσβείαν καὶ ἄπρακτον ἀποπέμψεται· οἱ δέ γε πολλοὶ διαβαλοῦσί με,
ὡς αὐτὸς τὴν πρὸς σὲ πίστιν προδοὺς, ἐκεῖνον ἐπῆρα ταῖς κρείττοσι τῶν προσδοκιῶν,
μήτε τινὰ λόγον ἐκ βασιλέως ἥκοντα, μήτε πρεσβείαν προσ ίεσθαι, ὡς αὐτίκα τοῦ
κράτους ἐπιληψόμενον. Ἀλλ' ἤν με βούλῃ, ἔφησα, ὑπηρετηκέναι σου τῷ προστάγματι,
καὶ ἕτερόν μοί τινα τῶν ἐκ τῆς πρώτης βουλῆς συμπρόπεμψον, ὅπως ἂν καὶ παρ'
ἀμφοτέρων καὶ πρὸς ἀμφοτέρους ὅ τε ἡμέτερος λόγος καὶ ὁ ἐκείνου ἀμοιβαδὸν ἐπὶ
δημοσίας γένηται ἀκοῆς».

'''7.18''' Ἐπῄνεσε τὸν λόγον ὁ βασιλεὺς, καὶ· «Ἑλοῦ, φησὶν, ὃν ἂν βούλῃ τῶν τῆς
ἄνω βουλῆς.» Κἀγὼ αἱροῦμαι τὸν κάλλιστόν τε καὶ συνετώτατον, καὶ ὃν μάλιστα ᾔδειν
τὴν σὺν ἐμοὶ θαρρήσοντα ἔξοδον· ὡς γοῦν κἀκεῖνος εὐθὺς ἀκούσας προσήκατο καὶ τὴν
πρεσβείαν καὶ τὴν κοινωνίαν, κοινῇ συνεληλυθότες καὶ ἀλλήλοις ἀντιδόντες τὰς
γνώμας, ἕτερον αὖθις αἱρούμεθα τῆς πρεσβείας ἡμῖν συμμεθέξοντα, τὰ πρῶτα
Ῥωμαίων, κορυφαῖον τῆς συγκλήτου βουλῆς, ᾧ ἀνθάμιλλα ὅ τε νοῦς τῇ γλώττῃ καὶ ἡ
γλῶττα τῷ νῷ, ὃς δὴ τὰ πρῶτα τὸν αὐτοκράτορα Μονομάχον λεοντοκομήσας, ὕστερον
καὶ τὴν πατριαρχικὴν λειτουργίαν ἐκόσμησε, καὶ θῦμα τῷ Λόγῳ γεγονὼς, αὖθις ἐκεῖνον
τῷ Πατρὶ ἱερούργησεν.

'''7.19''' Ὡς γοῦν καὶ οὗτος φιλορώμαιός τις ὡς ἀληθῶς ὢν τὸν λόγον οὐχ
ὑπερέθετο, ἀλλὰ μέρος τὸ κάλλιστον ἡμῶν γίνεται, ἐπιστολὰς πρὸς ἐκεῖνον ἐκ βασιλέως
δεξά μενοι, μᾶλλον δὲ ἡμεῖς ταύτας διασκεψάμενοι καὶ ὅσον εἰκὸς οἰκονομήσαντες, ἵν'
ὁμοῦ καὶ στεφανηφοροίη τῷ τοῦ καίσαρος σχήματι καὶ τῷ βασιλεῖ ὑποτάττοιτο, τὴν
πρὸς ἐκεῖνον τεθαρρήκαμεν ἔξοδον, καὶ τὸν πρῶτον ἐκ Πόλεως διεληλυθότες σταθμὸν,
γνωρίζομεν ἐκείνῳ τὴν ἡμετέραν ἄφιξιν, καὶ διαβεβαιούμεθα ὡς οὐκ ἂν ἄλλως εἰς
ὁμιλίαν ἐκείνῳ γενοίμεθα, εἰ μὴ πρότερον ὅρκους ἡμῖν ἀπορρήτους δοίη, ὡς οὔτε
κατάσχοι τὴν πρεσβείαν τελέσαντας, οὔτ' ἄλλο τι δεινὸν ἐπενέγκοι, ἀλλὰ τὰ εἰκότα
τιμήσας συγχωρήσειε τὴν ἐπάνοδον.

'''7.20''' Ὡς δὲ ἐκεῖνος πάντα ἐδεδώκει καὶ πλείονα τῶν ἐζητημένων προσέθετο, ταῖς
τριήρεσιν εὐθὺς ἀναπλεύσαν τες ἀγχίθυροι ἐγενόμεθα οὗ δὴ ἐκεῖνος ἐναυλισάμενος
ἔτυχεν· ἀσπασμοὶ γοῦν εὐθὺς, πρὶν ἐκείνῳ εἰς ὁμιλίαν ἐλθεῖν, καὶ φιλοφροσύναι ἡμᾶς
ὑποδέχονται, ἄλλων ἐπ' ἄλλοις ἀφικνουμένων τῶν πρώτων τῆς στρατιᾶς καὶ τοῖς
ἡδίστοις ἀνακαλούντων ὀνόμασι, κατασπαζομένων τε κεφα λὴν καὶ χεῖρας ἡμῶν καὶ
δάκρυα σπενδόντων, ὅτι ἐμφυλίου αἵματος καὶ συγγενικοῦ ἅγους κατακορεῖς γεγονότες
ἀνα δεσμοῦνται ταινίαις τὰς κεφαλάς· εἶτα δὴ ἐν μέσοις λαβόν τες ἡμᾶς πρὸς τὴν
αὔλειον τοῦ κρατοῦντος ἀπήγαγον, οὕτω γὰρ ἔτυχεν ἐσκηνωμένος εἰς ὕπαιθρον· ἔνθα
δὴ τῶν ἵππων αὐτοὶ καταβάντες καὶ ἡμᾶς ἀποβιβάσαντες αὐτοῦ περιμένειν
παρεκελεύσαντο, εἶτα δὴ μόνοις ἡμῖν ἐδόθη ἡ εἴσοδος· ἔδυ γὰρ ἤδη ὁ ἥλιος καὶ οὐκ ἦν
ἐκείνῳ βουλομένῳ πολλοὺς ἐπὶ τῆς βασιλείου συλλεγῆναι σκηνῆς.

'''7.21''' Ἀσπάζεται γοῦν εἰσιόντας ἡμᾶς, ἐκάθητο δὲ ἐπὶ θώκου τινὸς ὑψηλοῦ,
βραχείας τινὸς περὶ αὐτὸν οὔσης δορυ φορίας· ἐσκεύαστο δὲ οὐ τοσοῦτον
βασιλικώτερον, ὅσον στρατηγικώτερον· ὑπεξανέστη γοῦν ἡμῖν βραχύ τι, εἶτα δὴ καθίσαι
προτρέψας, ἠρώτησε μὲν οὐδὲν περὶ ὧν ἀφικόμεθα, βραχεὶς δέ τινας κινήσας λόγους
ὁπόσοι αὐτῷ τὴν στρατιὰν ἀναγκαίαν ἐδείκνυσαν, εἶτα δὴ καὶ κρατῆρος κοινωνήσας
ἡμῖν, ἀφῆκεν ἐπὶ τὰς σκηνὰς, αἳ δ' ἔγγιστα τῆς ἐκείνου ἐφεξῆς ἐπεπήγεσαν.
Ἐθαυμάζομεν οὖν ἀπιόντες τὸν ἄνδρα, ὅτι μὴ εὐθὺς μακροὺς προὔτεινε λόγους, μηδέ τι
πλέον παρ' ἡμῶν μαθεῖν ἠβουλήθη ἢ ὅσον τὰ περὶ τὴν πορείαν καὶ εἰ εὐκυμάντῳ τῷ
πλῷ ἐχρησάμεθα· ἔπειτα διαι ρεθέντες ἀπ' ἀλλήλων ἐντὸς τῶν σκηνῶν ἐγεγόνειμεν·
βραχύ τε ἀφυπνώσαντες κατὰ τὸ περίορθρον αὖθις συνῄει μεν, καὶ ὅπως ἂν ἐκείνῳ
διαλεξώμεθα λόγους ἀλλήλοις ἐδίδομεν· ᾠόμεθα γὰρ μὴ ἑνὶ δοῦναι τὴν πρὸς αὐτὸν
διάλε ξιν, ἀλλ' ὁμοῦ πάντων πυνθάνεσθαι καὶ οὕτω λαμβάνειν τὰς ἀποκρίσεις.

7.22 Οὕτω δὲ ἡμῖν ὁμιλοῦσιν ἡμέρα τε παρανέτειλεν καὶ ὁ ἥλιος προκεκυφὼς
τοῦ ὁρίζοντος λαμπρῷ τῷ κύκλῳ μετεώριστο· οὔπω δὲ πλεῖστον μέρος ὑπεραναβεβήκει,
καὶ οἱ τῆς βουλῆς πρῶτοι παρῆσαν εἰσκαλοῦντες ἡμᾶς καὶ οἱονεὶ δορυφοροῦντες καὶ
πρὸς τὸν κρατοῦντα ἀπάγοντες· μείζονι οὖν σκηνῇ ἐντυγχάνομεν ὁπόση καὶ
στρατοπέδῳ καὶ ξενικαῖς ἀρκέσειεν ἂν δυνάμεσιν· περιεστήκεσαν δὲ ταύτην ἔξω πολύ τι
πλῆθος, οὐκ ἀργοὶ καὶ συγκεχυμένως ἑστηκό τες, ἀλλ' οἱ μὲν ξίφη περιεζώννυντο, οἱ δ'
ἀπὸ τῶν ὤμων ῥομφαίας βαρυσιδήρους ἐπέσειον, καὶ ἄλλοι δὲ δόρατα ἠγκα λίζοντο,
ἐφεξῆς ἑστηκότες καὶ κατὰ κύκλους, καὶ βραχύ τι ἀπ' ἀλλήλων διεστηκότες, φωνὴ δέ
τις παρ' οὐδενὶ ἐξ ηκούετο, ἀλλ' ἐν φόβῳ ἑστήκεσαν ἅπαντες τὼ πόδε συμβεβη κότες
καὶ ἀτενὲς πρὸς τὸν ἐφεστηκότα τῇ πύλῃ τῆς σκηνῆς ἀπονεύοντες· ὁ δ' ἄρα ἐτύγχανεν
τῶν σωματοφυλάκων τὰ πρῶτα, ἀνὴρ σὺν τῷ γενναίῳ ἀγχίστροφος καὶ δραστήριος,
εἰπεῖν τε κρείττων καὶ σιωπῆσαι ἀμείνων καὶ ἐνθυμηθῆναι βελτίων, ὁ δοὺξ Ἰωάννης, ὃς
δὴ πόρρωθεν καὶ ἐκ προγόνων τὸ γενναῖον καὶ σταθηρὸν ἐκεκλήρωτο.

7.23 Οὗτος τῇ εἰσόδῳ καὶ ἡμῖν προσεγγίσασι στῆναι κελεύσας, ἐντός τε τῆς τοῦ
βασιλέως σκηνῆς ἐγεγόνει, καὶ μικρὸν ἀναμείνας χρόνον, ἔξεισί τε, καὶ μηδὲν πρὸς ἡμᾶς
εἰρηκὼς, ἀθρόον τὴν πύλην ἀναπετάννυσιν ἵν' εὐθὺς κατα πλήξῃ τῷ ἀπροσδοκήτῳ τῆς
θέας. Ἦν γὰρ δὴ πάντα τυραν νικὰ τῷ ὄντι καὶ φρίκης μεστά· τὰ μὲν οὖν πρῶτα
ατάκρο τοι τὰ ὦτα τοῖς τοῦ πλήθους ἀλαλαγμοῖς ἐγεγόνειμεν, αἱ δὲ φωναὶ οὐχ ὁμοῦ
ξύμπασαι, ἀλλ' ἡ πρώτη τάξις πληροῦσα τὴν εὐφημίαν τῇ ἐφεξῆς ἐδίδου τὸ σύνθημα,
κἀκείνη τῇ μετ' ἐκείνην, καὶ ἦν τοῦτο καινὸν ἀσύμφωνον· εἶτα δὴ ἐπειδὴ ὁ τελευταῖος
κύκλος ἠλάλαξεν, αὖθις ὁμοῦ ξύμπαν τες συμπεφωνηκότες μικροῦ δεῖν ἡμᾶς
κατεβρόντησαν.

'''7.24''' Ὡς γοῦν ἐπαύσαντό ποτε, σχολὴν ἡμῖν ἔδοσαν τὰ ἐντὸς τῆς σκηνῆς
θεάσασθαι, οὐδὲ γὰρ εὐθὺς ἀναπετα σθείσης τῆς πύλης εἰσεληλύθειμεν, ἀλλ'
εἱστήκειμεν πόρρω θεν τὸ τῆς εἰσόδου σύνθημα ἀναμένοντες. Ἦν δ' οὖν τὰ ἐν αὐτῇ
τοιάδε· αὐτὸς μὲν ὁ βασιλεὺς ἐπ' ἀμφικεφάλου καθῆστο θρόνου, μετέωρος δὲ ἦν, καὶ
χρυσὸς τοῦτον ὑπ ήλειφε, σκίμπους τε ὑπέκειτο τοῖς ποσὶ, καὶ τὸ σῶμα ἐσθὴς λαμπρὰ
καθωράϊζεν· ὑπερανεστήκει τε τὴν κεφαλὴν καὶ τὸ στέρνον προβέβλητο, τήν τε παρειὰν
ὁ ἀγὼν κατεφοίνισσε, καὶ τὰ ὄμματα πεπηγότα ἐπὶ συννοίας καὶ πλήρη ἐνθυμη μάτων
τὴν καρδίαν δεικνύοντα, αὖθις ἀνέφερον, ὥσπερ ἐκ βυθοῦ εἰς γαλήνην
προσορμιζόμενα· κύκλοι δὲ περὶ αὐτὸν πλεῖστοι περιειστήκεσαν, ἀλλ' ὁ μὲν ἀγχοῦ καὶ
βραχύτερος τοῖς πρώτοις περιειλίττετο· ἄνδρες οὗτοι τῶν τε καλλίστων γενῶν τὰ
πρῶτα καὶ τῆς ἡρωϊκῆς οὐδὲν ἀπεοικότες μεγα λειότητος, εἱστήκεσαν δὲ ὑποδείγματα
τοῖς μετ' ἐκείνους, τῆς κρείττονος γενόμενοι τάξεως· τούτους δὲ χορὸς περι εκύκλου
ἕτερος, ὑπασπισταὶ τούτων καὶ πρωταγωνισταὶ, ἔνιοι δὲ καὶ τοὺς ἐφεξῆς ἀνεπλήρουν
λόχους, οἱ δὲ καὶ ἡμιλοχῖταί τινες ἦσαν τῶν πρώτων, καὶ πρὸς τῷ εὐωνύμῳ κέρατι
ἕστασαν· τούτους δὲ περιεστεφάνουν οἱ ἄζωνοι καὶ ἐλεύθεροι, μεθ' οὓς αἱ συμμαχικαὶ
δυνάμεις ὁπόσαι παρὰ τῶν ἐθνῶν αὐτοῖς παρεγένοντο, Ἰταλοί τε καὶ Ταυροσκύθαι,
φοβεροὶ καὶ τοῖς εἴδεσι καὶ τοῖς σχήμασιν, ἄμφω μὲν γλαυ κιῶντες, ἀλλ' οἱ μὲν τὸ
χρῶμα ὑπονοθεύοντες, καὶ κατακε νοῦντες τοὺς τῶν βλεφάρων ταρσοὺς, οἱ δὲ
φυλάττοντες γνήσιον, οἱ μὲν ἔμπληκτοι ταῖς ὁρμαῖς, εὐκίνητοί τε καὶ ὁρμητίαι, οἱ δὲ
μανικοὶ καὶ ἐπίχολοι, κἀκεῖνοι μὲν ἀν υπόστατοι τὴν πρώτην ἔφοδον ὁρμῆς, ταχὺ δὲ
τοῦ ὀξέος πιμπλάμενοι, οἱ δὲ ἧττον μὲν ἐφορμῶντες, ἀφειδεῖς δὲ τῶν αἱμάτων, καὶ τῶν
κρεϋλλίων καταφρονοῦντες. Οὗτοι γὰρ οὖν τὸν κύκλον τῆς ἀσπίδος ἐπλήρουν, ἐπιμήκη
τε δόρατα φέροντες καὶ ἀξίνας ἑτεροστόμους· ἀλλ' ἐκείνας μὲν τοῖς ὤμοις ὑπήρειδον,
τοὺς δὲ τῶν δοράτων ἑκατέρωθεν ἐπεκτείνοντες στύρακας, τὸ μεταίχμιον, ἵν' οὕτως
εἴπω, περιωρόφουν.

'''7.25''' Καὶ οὗτοι μὲν οὕτως· ἡμῖν δὲ τῆς εἰσόδου τὸ σύνθημα ὁ βασιλεὺς ἐδεδώκει,
τῇ χειρὶ καλέσας καὶ βραχύ τι τὴν κεφαλὴν ἐπινεύσας ὅσον ἡμᾶς παρεγκλῖναι εἰς τὰ
εὐώνυμα· τὸ τοίνυν μέσον τοῦ τε πρώτου καὶ δευτέρου κύκλου διαβαδίσαντες, ἐπειδὴ
πλησιέστατα τοῦ βασιλεύον τος ἐγεγόνειμεν, περὶ ὧν φθάσας ἠρωτήκει αὖθις ἐπύθετο·
καὶ ἐπειδὴ ἱκανῶς εἶχε τῶν ἀποκρίσεων· «Ἀλλ' εἷς ἐξ ὑμῶν, γεγωνοτέρᾳ ἔφησε τῇ
φωνῇ, ἐπαναστρέψας καὶ ἐπὶ μέσον τουτωνὶ στὰς (δείξας τοὺς ἑκατέρωθεν ἑστηκότας),
τό τε γράμμα τοῦ ἀπεσταλκότος ὑμᾶς ἐγχειρισάτω μοι καὶ τοὺς λόγους εἰπάτω οὓς παρ'
ἐκείνου λαβόντες ἀφίκεσθε ὡς ἡμᾶς».
'''7.26''' Ἕκαστος οὖν ἡμῶν ὑπεχώρει θατέρῳ τῆς δια λέξεως καὶ πρὸς ἀλλήλους
περὶ τούτου διεκρινόμεθα. Ἐπεὶ δέ με κατεβιάσαντο ἄμφω, ἐμοὶ τὴν παρρησίαν τῶν
λόγων εἰρηκότες ἁρμόζειν, ὅτι κατ' ἄμφω φιλοσοφοίην, ἐπαγγειλά μενοί τε
ἐπικουρήσειν εἴ πή μοι ὁ λόγος περιτραπείη, πηδήσασαν εὐθὺς τὴν καρδίαν καταστήσας
ἠρέμα, εἰς μέσους τε γίγνομαι, καὶ ἐμαυτὸν συστείλας, εἶτα δὴ τὸ γράμμα ἐπιδοὺς καὶ τὸ
σύνθημα τοῦ λέγειν λαβὼν, τῆς δια λέξεως ἄρχομαι. Εἰ μὲν οὖν μὴ ὁ τηνικαῦτα θόρυβος
ἐξ έπληξέ με διαλεγόμενον καὶ πολλάκις ἀπέκοψε τὴν φωνὴν, κἀντεῦθεν ἐπιλήσμονα
τῆς μακρᾶς ἐκείνης δημηγορίας ἐποιήσατο, τάχα ἂν αὐτὰς ἀπεμνημόνευσα τὰς φωνὰς,
συλλέγων τε καὶ συνείρων εἴ τι κατὰ περιόδους εἰρήκειν, ἢ πνεύμασιν ἀπεμήκυνα τὰ
νοήματα· ἔλαθον γὰρ αὐτοὺς ἰδιω τικῶς φθεγγόμενος ὁμοῦ καὶ σοφῶς· ζηλώσας γὰρ
ἐκεῖσε τὴν Λυσιακὴν τῶν ὀνομάτων κοινότητα, τὴν συνήθη λέξιν καὶ ἀφελῆ
τεχνικωτάτοις νοήμασιν κατεκόσμησα· ἐπιμνησθήσο μαι γοῦν τῶν κεφαλαίων τοῦ
διαλόγου ὁπόσον μὴ ἐπιλέλησμαι.

'''7.27''' Ἐδείνωσα γοῦν εὐθὺς τὸ προοίμιον, οὐκ ἀσο φῶς εἰρηκὼς, ἀλλὰ τεχνικῶς·
οὐδὲν γὰρ αὐτοὺς τὴν πρώτην αἰτιασάμενος, ἀπὸ τοῦ καίσαρος ἠρξάμην, καὶ τῆς κοινῆς
εὐφημίας, καὶ χάριτας αὐτοῖς ἄλλας κατέλεξα καὶ τιμὰς μείζονας παρὰ τοῦ κρατοῦντος
κεχαρισμένας· οἱ μὲν οὖν περιεστηκότες ἡμᾶς ἡσύχασαν, καὶ τό τε προοίμιον εὐμε νῶς
ὑπεδέξαντο, τὸ δὲ κατόπιν πλῆθος ἐπεβόησαν ἅπαντες ὡς οὐ βούλοιντ' ἂν ἄλλως τὸν
προεστηκότα ἰδεῖν ἢ ἐν βασι λείῳ τῷ σχήματι· οὐ τοῦτο ἴσως οἱ πλείους βουλόμενοι,
ἀλλ' ἦσαν θῶπες αὐτῶν οἱ λόγοι καὶ μεθαρμοσθέντες πρὸς τὸν καιρόν· κατῄδησαν γοῦν
καὶ τὰς ἠρεμούσας μερίδας, καὶ συμφωνεῖν ἐκείνοις ἠνάγκασαν, ὁ <δὲ> βασιλεὺς δεδιὼς
ἴσως μὴ ἄλλο τι φανείη παρὰ τὸ πλῆθος βουλόμενος, τὰς αὐτὰς ἠφίει φωνάς.

'''7.28''' Ἐγὼ δὲ μηδέν τι παρατραπεὶς, ἤδη γὰρ ἐμαυτὸν τοῖς σταθηροτέροις
λογισμοῖς ἥδρασα, καὶ ὁποῖος τὸ ἦθος μὴ ἀποδειλιῶν ἅπαξ τοῖς ἀγῶσιν ἐγκαταστὰς, τὴν
φωνὴν ἐγκόψας ἡσυχάζων εἱστήκειν, ἀναμένων ὁπότε τὸ πλῆθος ἐφησυχάσειεν. Ἐπεὶ
δὲ πλεῖστα κεκραγότες ἠρέ μησαν, αὖθις τὰς αὐτὰς φωνὰς ἐπαναλαβὼν τοὺς ἀγωνιστι
κωτέρους τῶν λόγων ἠρέμα ἠρξάμην παραγυμνοῦν, οὔπω ἐκείνων καταμεμφόμενος·
κλίμακος γοῦν ἐμεμνήμην καὶ ἀναβάσεως, καὶ τὸν ὑπερβάθμιον πόδα κατῃτιώμην,
ἐπῄνουν τε τὸ κατὰ λόγον ἐπὶ τὴν βασίλειον ἀρχὴν προχωρεῖν, καὶ ὡς τοιοῦτον ἡ τάξις·
πρᾶξις, εἶτα δὴ θεωρία, καὶ ὁ πρακ τικὸς πρότερον, εἶθ' ὁ θεωρητικὸς, καὶ τῶν
βασιλευσάντων οἱ πλείους τε καὶ καλλίους ἐκ τῆς τοῦ καίσαρος τάξεως εἰς τὴν
βασιλείαν ἀνήχθησαν.

'''7.29''' Ὡς δέ μοι ἔνιοι πρὸς τὸν λόγον ἀπήντησαν, ὡς ἰδιωτικὴ ἡ ἀνάβασις αὕτη,
οὗτος δὲ ἤδη βασιλεύειν εἰλήχει· «Ἀλλ' οὔπω βεβασίλευκε, ἀπεκρινάμην εὐθὺς, εἰ δὲ μὴ
πάνυ φορτικοὶ τὰς ἀντιθέσεις ἐστὲ, οὐδ' ἐπαινούμενον ὄνομα τῷ καθ' ὑμᾶς
προσήρμοσται σχήματι·» ἐδεδίειν γὰρ ὀνομαστὶ εἰρηκέναι τὴν τυραννίδα· εἶτα δὴ
ὑπολαβών· Ἀποβαλεῖς δὲ, εἰρήκειν, καὶ τὴν προσηγορίαν, καὶ βασι λεύσεις ἐπὶ κρείττονι
σχήματι». Ἐπεὶ δὲ καὶ τὴν ἐπαγγελ θεῖσαν υἱοθεσίαν παρὰ τοῦ κρατοῦντος ἐπήνεγκα·
«Ἀλλὰ πῶς, ἔφασαν, βασιλέως υἱὸς τοῦ κράτους ἀποστερήσεται;

– Ναὶ, φημὶ, οὕτω γάρ τε οἱ κρείττους τῶν βασιλέων καὶ περὶ τοὺς γνησίους τῶν παίδων πεπράχασι.» Καὶ
αὐτίκα ἐμε μνήμην Κωνσταντίνου τοῦ θείου καί τινων ἑτέρων αὐτοκρα τόρων καίσαρας
τὴν πρώτην τοὺς υἱοὺς τετιμηκότων, εἶτα δὴ εἰς τὴν βασίλειον ἀναγαγόντων περιωπὴν,
καὶ τὸν λόγον οὕτω συναγαγὼν ἐνθυμηματικώτερον ἐποιούμην τὴν σύγκρισιν·
«Κἀκεῖνοι μὲν τοὺς ἐκ τῶν σπλάγχνων οὕτως δι έθεσαν, οὗτος δὲ εἰσποίητος»· καὶ τὸ
ἐπώνυμον τῷ λόγῳ ἀφεὶς ἀπεκρέμασα τὴν περίοδον.

'''7.30''' Οἱ δ' ἐγνώκεισαν, καὶ πολλὰς αἰτίας τῆς συγκι νήσεως, οὕτω γὰρ εὐφήμως
εἰρήκασι, διηρίθμησαν· κἀγὼ μὴ εὐθὺς πρὸς τοὺς λόγους ἐνστὰς, ἀλλ' οἷον
συντιθέμενος ἐκείνοις καὶ ἐπαυξάνων τούτοις τὰς συμφοράς· «Οἶδα γὰρ ταῦτα,
εἰρήκειν, καὶ πολλάκις ἐπὶ τούτοις διεσπάραγμαι τὴν καρδίαν, καὶ δικαία, ἔφησα, ὑμῖν ἡ
ὀργὴ καὶ τὸ ἀθυμεῖν ἐφ' οἷς ἐπεπόνθειτε.» Οὕτω γοῦν αὐτοῖς διομαλίσας τὰς γνώμας,
εὐθὺς πλαγίως ἐπέσεισα, δεινὰ μὲν ἐκεῖνα φήσας, οὐ μὴν ἀποχρῶντα πρὸς τυραννίδα,
ἀλλ' οὐδ' ἄλλο τι τῶν πάντων ἀπολογίαν ἔχει πρὸς τοῦτο· «Εἰ δὲ βασιλεύων αὐτὸς,
προσεθέμην πρὸς τὸν κρατοῦντα μεταβιβάσας τὸν λόγον, ἐπιχολώτατος γένοιο, κἂν ἢν
βουληθῶμεν τὸν πρῶτον εἶναι τοῦτον τῆς συγκλητικῆς ἢ στρατιωτικῆς τάξεως, εἶτα δὴ
ἐκεῖνος συνωμότας προσειληφὼς καὶ τῆς κακονοίας συλλήπτορας, ἐπιβουλήν τινα κατὰ
τοῦ σοῦ κράτους δραμα τουργήσειεν, ἀντιτιθεὶς ὁπόσα πεπόνθει καὶ ὅπως ἠτί μαστο,
ἆρα ἂν αὐτάρκης πρὸς τὴν ἐπιβουλὴν ἡ ἀντίθεσις δόξῃ σοι;» Ὡς δὲ ἀπέφησεν· «Σὺ δὲ,
ἔφην, οὐδὲ ἠτίμασο, εἰ μὴ ὅσον ἀποτετυχήκοις ὧν προβεβούλησαι· ἃ δὲ φὴς δεινὰ
πεπονθέναι ἑτέρους ἔχει τοὺς αἰτίους, ἀλλ' οὐ τὸν νῦν βασιλεύοντα.» Ἐπεὶ δὲ
ἐπεστόμιστο, ἐδίδου γὰρ οὐ το σοῦτον τῷ πιθανῶς λέγειν, ἀλλὰ τῶν ἀληθεστέρων
λόγων ἀκούειν· «Μετάλλαξαι οὖν, προσεθέμην, τὸ σχῆμα, καὶ γενοῦ τῆς κρείττονος
γνώμης, καὶ γηροκόμησον τὸν πατέρα, ἵνα ἐννόμως τοῦ σκήπτρου κληρονομήσῃς.»

'''7.31''' Ἐπεὶ δὲ ἐπεπείκειν λέγων, πολλὰ δὲ προσειρήκειν ἕτερα, αἴρεται κατόπιν
φωνὴ, ἣν οὐδέπω τῶν ὤτων ἀπεσεισάμην· ἡ δὲ φωνὴ συμμιγὴς, ἄλλων ἄλλο τι προστρι
βόντων ἐμοὶ, οἱ μὲν ῥητορείαν ἀνίκητον, οἱ δὲ λόγου δύνα μιν, οἱ δὲ ἐνθυμημάτων
ἰσχύν· κἀγὼ μὲν πρὸς οὐδένα τούτων τοῖς λόγοις ἀπήντησα· ὁ δέ γε βασιλεὺς τῇ χειρὶ
τούτους κατασιγάσας· «Ἀλλ' οὐδέν τι ὁ ἀνὴρ, ἔφησεν, εἰρήκει, οὔτε οἷον γοητείαν
ἐμφαῖνον, οὔτε κατεπᾷδον ἡμῶν· ἑπόμενος δὲ τοῖς πράγμασιν, ἀφελεῖ ταῦτα φωνῇ
διηγήσατο· οὐ χρὴ οὖν τὸν σύλλογον θορυβεῖν, οὐδὲ συγχεῖν τὸν διάλογον». Ὁ μὲν
οὕτως, τῶν δὲ περὶ αὐτὸν ἔνιοι δια σεῖσαί μοι βουλόμενοι τὴν ψυχήν· «Ἀλλ' ὦ βασιλεῦ,
ἔφα σαν, σὺ δὲ ἀπολούμενον αὐτίκα σῶσον τὸν ῥήτορα, ἐσπά σαντο γὰρ οἱ πλείους ἐπ'
αὐτὸν τὸ ξίφος καὶ ἐξιόντα διασπαράξουσιν». Ἐμειδίασα τοῦτον ἀκούσας τὸν λόγον,
καὶ· «Εἰ βασιλείαν, ἔφην, διακομίσας ὑμῖν, δυναστείαν τε ὁπόσην παραλαβόντες
ἐσχήκατε, ἀντὶ τουτωνὶ τῶν εὐαγγε λίων ταῖς ὑμετέραις χερσὶ σπαραχθήσομαι, ἆρ' οὐ
βεβαιοῦτε τὴν τυραννίδα καὶ κατήγοροι ἑαυτῶν γίνεσθε; ἀλλὰ σὺ μὲν εἴρηκας ὡς
ἐπισχήσων μου τὴν φωνὴν, ἢ καταναγκάσων μεταθεῖναι τὰς γνώμας, ἐγὼ δὲ οὐδὲν
ἀλλοιότερον ἢ ἐνθυ μηθήσομαι ἢ φθέγξομαι».

'''7.32''' Ἐπὶ τούτοις ὁ βασιλεὺς τοῦ θρόνου ἐξαναστὰς καὶ πολλοῖς με τετιμηκὼς
ἐγκωμίοις, διαλύει τὸν σύλλογον, καὶ τοῖς καταλόγοις ἐντειλάμενος προϊέναι, οὕτω δὴ
μόνους παραλαβών· «Τί δὲ, ἔφη, ἀλλὰ ὑμεῖς οἴεσθε ὅτι δὴ μοὶ βουλομένῳ τοῦτο δὴ τὸ
σχῆμα προστέθειται, ἢ ἀποδρᾶ ναι ἐξὸν, ἀνεβαλόμην ἂν τὴν φυγήν; ἀλλά με καὶ τὴν
πρώτην πρὸς τοῦτο πεπείκασι, καὶ νῦν περικυκλώσαντες ἔχουσιν· εἰ δέ τινας
ἀπορρήτους μοι γνώμας πρὸς τὸν βασιλέα διακο μίσαι διόμνυσθε, ἐξαγγελῶ ὑμῖν αὐτίκα
τὰ τῆς ἐμῆς ψυχῆς κρύφια.» Ἡμῶν δὲ ἐπομοσάντων ἐν ἀπορρήτοις τὰς ἀπορ ρήτους
γνώμας φυλάξαι, ἐπήνεγκεν· «Οὐ ζητῶ νῦν τὸ βασίλειον κράτος, ἀρκεῖ μοι τὸ σχῆμα τοῦ
καίσαρος· δευ τέρας οὖν μοι ὁ βασιλεύων ἐπιστειλάτω ἐπιστολὰς, ὡς οὔτε ἑτέρῳ
παραχωρήσει τοῦ κράτους ἐντεῦθεν ἀπιὼν, οὔτ' ἀφε λεῖταί τινα τῶν
συστρατευσαμένων ἐμοὶ ὧν ἑκάστῳ πεφιλο τίμημαι· κοινωνήσει δέ μοι καί τινος
ἐξουσίας βασιλικῆς, ἵν' ἔχω, ἂν βούλωμαι, <τοὺς μὲν> τοῖς ἐλάττοσι τῶν πολι τικῶν
ἀξιωμάτων τιμᾶν, τοὺς δὲ καὶ εἰς ἀρχὰς ἀνάγειν στρατηγίας, ταῦτα δὲ οὐκ ἐμοῦ χάριν,
ἀλλὰ τῶν πλειόνων αἰτῶ· ἢν δέ μοι ταῦτα κατεπαγγέλλεται, ἀφίξομαί τε αὐ τίκα καὶ τῷ
βασιλεῖ καὶ πατρὶ τὴν εἰωθυῖαν ἀποδώσω τιμήν· ἀλλ' ἐπειδὴ τοῖς πλήθεσιν οὐ
βουλομένοις ἐστὶ ταῦτα δὴ τὰ ὁμολογήματα, διττὰς ὑμῖν ἐπιδώσω ἐπιστολὰς, καὶ τὴν
μὲν ἐκείνοις καταχαριοῦμαι καὶ δώσω ὑπαναγνῶναι, ἡ δὲ ἑτέρα ἀπόρρητος
ἐγκατατεθήσεται ταῖς ὑμετέραις ψυχαῖς· δότε δὲ καὶ χάριν ἑτέραν τῷ πλήθει·
μεταστήσατε τῶν διοική σεων τὸν βραχὺν ἐκεῖνον τὴν ἡλικίαν, πρότερόν τε γὰρ
δυσμενέστατος ἡμῖν ὦπται καὶ νῦν ὑποπτεύεται· τήμερον οὖν ὁμέστιοι γεγονότες ἐμοὶ,
τὴν αὔριον ἐντεῦθεν ἀπάραν τες τὰ ἐντεταλμένα μοι ἀπορρήτως διακομίσατε».
'''7.33''' Οὕτω τοιγαροῦν τῆς αὐτῆς τραπέζης αὐτῷ κοινωνήσαντες, καὶ ἀγάμενοι ἔτι
τῶν κρατίστων ἠθῶν, ἤδη γὰρ καὶ ὁ ἀνὴρ τοῦ τυραννικοῦ καταβὰς συνηθέστερος ἡμῖν
ἐγεγόνει, καὶ κατὰ τὸ περίορθρον αὐτῷ συνταξάμενοι, καὶ τὴν ἑτέραν ἐπιστολὴν
εἰληφότες κρυφίως, ταῖς αὐταῖς αὖθις δορυφορούμενοι τάξεσιν ἐπὶ τὴν θάλασσαν
ἀπενεύσα μεν, καὶ λειοκυμονοῦσαν αὐτὴν εὑρηκότες, λύσαντες τὰ ἀπογεία πρὸς τὸ
Βυζάντιον κατεπλέομεν· καὶ παρανατει λάσης ἡμέρας ἐπὶ τοῦ τῶν ἀνακτόρων λιμένος
γεγόναμεν, καὶ τῷ βασιλεῖ τήν τε σκηνὴν ξύμπασαν καὶ τὰς ἀπορρήτους γνώμας
διηγησάμεθα, ἐπιδόντες αὐτῷ καὶ τὰς ἐπιστολὰς ἑκατέρας. Ὁ δὲ καὶ ταύτας πολλάκις
ἐπαναγνοὺς καὶ ἡμῖν παλιλλογῆσαι τὰ ἐντεταλμένα προτρέψας· «Ἀλλὰ ποιητέον, φησὶ,
ξύμπαντα, καὶ μηδενὸς ἐκεῖνος ἀτυχησάτω ὧν βούλε ται, ἀλλὰ καὶ στεφανηφορείτω
λαμπρότερον, στέμματι ἀλλ' οὐ στεφάνῃ τὴν κεφαλὴν ἀναδούμενος, εἰ καὶ μὴ τοιοῦ τον
τὸ σχῆμα τοῦ καίσαρος· παραδυναστευέτω τῷ κράτει καὶ παραδιοικείτω τὰς
ἀρχαιρεσίας, ἰδία τε αὐτῷ ἀποτετάχθω σκηνὴ βασίλειος, καὶ δορυφορία
παρακεχωρήσθω λαμπρά· τῶν τε συνδιηγωνισμένων ἐκείνῳ τὴν τυραννίδα ἕκαστος ὡς
ἐκ βασιλέως εἰληφὼς ἅπερ παρ' ἐκείνου ἔχει λαβὼν ἀδεῶς τούτοις κεχρήσθω, εἴ τε
χρήματα εἶεν, εἴ τε κτήματα, εἴ τ' ἀξιωμάτων λαμπρότητες· ἐπισφραγιοῦμαι δὲ τὰ
ὑπεσχη μένα καὶ χειρὶ καὶ γλώττῃ καὶ πράγματι, τὰ μὲν ἐν γράμ μασι τιθεὶς, τὰ δὲ ταῦτα
ἐπιβεβαιούμενος, τῇ δὲ γλώττῃ ἀρρήτους ὅρκους ὀμνὺς, ὡς οὐδὲν ἂν τούτων παραβαίην
ποτέ. Ὥσπερ δὴ ἐκεῖνος πρός με ἀπορρήτους ὑμῖν λόγους ἐπίστευσεν, οὕτω δὴ κἀγὼ
ἀπορρητότερα πρὸς ἐκεῖνον ὑμῖν ἀντιτίθεμαι· τοιγαροῦν διόμνυσθε πρὸς αὐτὸν, ὅτι οὐ
Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.
Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.
112πολ λῶν παρεληλυθυιῶν ἡμερῶν τοῦ βασιλείου κράτους κοινωνὸν τοῦτον ποιήσομαι,
προφάσεις ἀναγκαίας πεποιημένος τῆς εἰς τοῦτο ἀναγωγῆς· εἰ δὲ νῦν τὸν καιρὸν
ὑπερτίθεμαι, συγγνώμην ἐχέτω μοι· δέδοικα γὰρ τό τε δημοτικὸν πλῆθος καὶ τὴν
συγκλητικὴν τάξιν, καὶ οὐ πάνυ τι πιστεύω ὅτι κοινωνήσαιεν τοῦ βουλεύματος· ἵν' οὖν
μὴ κινήσω πράγ ματα ἐπ' ἐμὲ, παραιτοῦμαι νῦν τὴν πρᾶξιν ἐν καλῷ ταύτην
γενησομένην· καὶ τἄλλα μὲν ἐν τῷ πρὸς ἐκεῖνον διακριβώ σατε γράμματι, τοῦτο δέ μοι
μόνον ἐν τῇ καρδίᾳ φυλάξατε, καὶ τὴν ταχίστην πρὸς ἐκεῖνον παλινοστήσατε, μηδεμίαν
ἀναβολὴν τῷ χρόνῳ ποιούμενοι».

'''7.34''' Ἡμέραν γοῦν μίαν διαλιπόντες κοινῇ πρὸς τὸν καίσαρα ἀνεπλεύσαμεν, καὶ
ἐγχειρισάντων αὐτῷ τὴν ἐπιστολὴν, οὐκ ἐν τῷ αὐτῷ σχήματι προκαθημένῳ ᾧ πρότε
ρον ἑωράκειμεν, ἀλλ' ἐν ὑφειμένῳ τε καὶ ἐλάττονι, ἐπειδὴ λαβὼν εἰς ἐπήκοον πάντων
ἀναγνωσθῆναι προστέταχε, κεχαρισμένος ἅπασιν ἔδοξεν, ὅτι μᾶλλον ἑαυτοῦ τῶν συμ
φροντισάντων αὐτῷ τοῦ κράτους προὐνοήσατο. Ἀποστατέον γοῦν αὐτῷ καὶ πᾶσιν
ἔδοξεν εἶναι τῶν τυραννικῶν πράξεων. Ἐπεὶ δὲ καὶ τὸ ἀπόρρητον ἐκείνῳ μόνῳ
συγγεγονότες προσ ηγγείλαμεν, ὁ δὲ αὐτίκα ἔνθους τε ἐγεγόνει καὶ ταῖς τάξε σιν εὐθὺς
ἐπέστειλε, νῦν μὲν ἐπ' οἴκου ἀναχωρεῖν, προσιέ ναι δὲ οἷ ὁπότ' ἂν αὐτῷ ἐν καλῷ σταίη
τὰ πράγματα. Ἐπεὶ δὲ ἀπωσθῆναι ἐμεμαθήκει τῶν διοικήσεων τὸν <τὰς> βασι λείους
φροντίδας μετακεχειρισμένον, ἐπὶ μᾶλλόν τε ἡμῖν ἐπίστευε λέγουσι καὶ τῷ κρατοῦντι
ἁπλουστάτην καὶ καθα ρωτάτην ἐπεμαρτύρει ψυχήν· ἐπιτελῆ δὲ τὴν ταχίστην πάντα
γενέσθαι βουλόμενος, ἡμῖν μὲν αὔριον ἀπιέναι προστέταχε καὶ ἀπαγγέλλειν τῷ βασιλεῖ
ὡς ἀνυπόπτως αὐτῷ ἀφικνοῖτο, αὐτὸς δὲ ἐς τρίτην παρεσκευάζετο σὺν ὀλίγῃ δορυφορίᾳ
ἐκεῖθέν τε ἀπᾶραι καὶ πρὸς τὴν κατ' ἀντικρὺ τῶν βασιλείων θάλατταν ἀπιέναι·
τοσοῦτον δὲ αὐτῷ τὸ περιὸν τῆς πρὸς βασιλέα πίστεως, ὅτι μηδὲ βουλομένῳ αὐτῷ ἦν
πολυτελεστάτην γενέσθαι τὴν πρὸς τὸ Βυζάντιον εἴσοδον, ἀλλ' ἡμᾶς αὖθις ἐπέστελλε
πρὸς αὐτὸν ἐξιέναι καὶ ἐν μέσοις διειληφότας πρὸς τὸν κρατοῦντα δορυφορήσειν. Ἡμῖν
μὲν οὖν πεπρεσβευκόσι τὸ δεύτερον ταῦτα κατώρ θωτο, καὶ ἡδονῇ ἀρρήτῳ ἐχρώμεθα
ὅτι συνεισφοράν τινα τῇ πατρίδι λόγου τε καὶ φρονήσεως πεποιήκαμεν, καὶ παρ
εσκευάσμεθα ἀπιέναι τὴν αὔριον.

'''7.35''' Οὔπω δὲ ὀψίας καταλαβούσης, δρομαῖοί τινες ἀπὸ τοῦ στρατοπέδου τὴν
βασίλειον περικυκλοῦσι σκηνὴν, εὐαγγέλια τῷ καίσαρι δῆθεν κομίζοντες ὅτι ἀπωσθείη
τοῦ κράτους ὁ βασιλεὺς, ἐπιβουλευσαμένων αὐτῷ τῆς συγκλητι κῆς τάξεως ἐνίων καὶ
καταναγκασάντων τό τε σχῆμα μετα βαλεῖν καὶ φυγῇ πρὸς τὸν τῆς θείας Σοφίας νεὼν
χρή σασθαι· οὗτος δὲ ὁ λόγος οὔτε τὸν καίσαρα ἐπὶ μέγα ᾖρεν, οὔθ' ἡμᾶς εὐθέως
διεθορύβησεν, ἀλλὰ πλάσμα τὸ πᾶν οἰη θέντες ἐφ' ἑαυτῶν αὖθις ἐγεγόνειμεν.

'''7.36''' Οὔπω δὲ τῶν πρώτων πεπαυμένων εὐαγγε λίων, δεύτερα προσκεκόμιστο,
καὶ αὖθις ἄλλοι ἐπ' ἄλλοις προσεφοίτων τὴν φήμην ἐπαληθεύοντες· διεσείσθημεν οὖν
ἐπὶ τούτων τὰς γνώμας, καὶ εἰς ταὐτὸ συνεληλυθότες, ἀλλήλων διεπυνθανόμεθα ὅ γε
ἐπαληθεύει ταῦτα· καὶ ὁ τήν γε πρώτην ἔχων σκηνὴν ἀληθῆ τὴν φήμην ἐδίδασκεν·
ἥκειν γὰρ ἔφησε νῦν ἐκ τῆς Πόλεως τῶν αὑτοῦ θεραπόντων τινὰ, ἀκριβέστατόν τε καὶ
σπουδαιότατον, ὃς δὴ πάντα σαφῶς αὐτῷ ἀπαγγείλαι, ὅτι περ στασιώδεις ἄνδρες καὶ
ταραχώδεις, οὓς δὴ καὶ αὐτοὶ ἴσμεν τῇ συγκλητικῇ παρεν τετριμμένους βουλῇ, οὗτοι
γοῦν, φησὶ, κυκεῶνα τὴν Πόλιν πεποιηκότες καὶ πάντα συνταράξαντες πράγματα, καὶ
τοῖς ἠρεμεῖν ἐθέλουσιν ἐμπρησμοὺς ἐπαπειλησάμενοι καὶ κινδύ νους ἄλλους, ἐντὸς τοῦ
θείου περιβόλου τῆς θείας Σοφίας παρεισφθαρέντες καὶ κατὰ τῶν ἀδύτων τολμήσαντες,
εἶτα δὴ τὸν πατριάρχην ῥᾷστα καταβιβάσαντες κορυφαῖον τοῦ χοροῦ πεποιήκασιν,
ὀλολύξαντές τε ἐπὶ μέγα, τῷ μὲν βασιλεῖ ἐπηράσαντο καὶ πᾶσαν δύσφημον ἐπ' ἐκεῖνον
ἀφῆκαν φωνὴν, τὸν δὲ Ἰσαάκιον ἐπευφήμησαν ὡς μόνον τῷ κράτει ἐπιδοξότατον.
Τοῦτο γοῦν καὶ μόνον ἔφησεν εἰδέναι ὁ νῦν αὐτῷ ἀφιγμένος, εἴ τι δὲ πλέον ἐγεγόνει
αὐτίκα δὴ μαθη σόμεθα.

'''7.37''' Ἔδοξε γοῦν ἡμῖν ἐπὶ τούτοις τῇ σκηνῇ προσιέναι τοῦ καίσαρος ἵνα τι
καινότερον ἐκεῖθεν διδαχθείη μεν· κοινῇ οὖν ἐκείνῳ συμπαραγενόμενοι, ὑπαγορεύοντα
τὴν πρὸς βασιλέα ἐπιστολὴν κατελάβομεν· ἐχρῆτο δὲ καὶ πρὸς ἡμᾶς τοῖς ὁμοίοις λόγοις
οἷς δὴ καὶ πρότερον· μετήνεγκε γὰρ αὐτὸν τῶν λεγομένων οὐδέν. Ὡς δὲ ὑπαίθριος σὺν
ἡμῖν ἐγεγόνει, οὔπω δύντος ἡλίου, ἧκέ τις πνευστιῶν πόρρωθεν, καὶ ἐπειδὴ ἄγχιστα
ἡμῖν ἐγεγόνει, ἐξεπίτηδες, οἶμαι, κατα πεσὼν τὴν φωνὴν ἐξεκόπη, εἶτα δὴ τὸ φρονοῦν
συλλέγειν ὑποκρινάμενος, τόν τε μετασχηματισμὸν τοῦ κρατοῦντος ἀπήγγειλε, καὶ τὴν
ἑτοιμασίαν τῆς Πόλεως, καὶ ὡς ἤδη καὶ βασίλειος ὁλκὰς αὐτῷ παρεσκευάσται, καὶ οἱ
δᾳδουχήσοντες ἕτοιμοι· ἑωρακέναι γοῦν ἔφησε τὰ ἐπηγγελμένα, καὶ αὐτὸν ἰδεῖν τὸν
ἕωθεν βασιλεύοντα μετ' ὀλίγον ἰδιωτεύοντα, τρι βώνιόν τε ἀμφιασάμενον καὶ
μετακεκοσμημένον τῷ λοιπῷ σχήματι. Οὔπω τοῦ λέγειν ἐκεῖνος ἐπέπαυτο, καὶ αὖθις
ἄλλος ἀφίκετο, καὶ ἐπὶ τούτῳ ἕτερος, τὰς αὐτὰς πάντες ἀφιέντες φωνάς· εἶτά τις τῶν
συνετωτέρων καὶ λογιωτέ ρων παραγενόμενος πᾶσαν ἡμῖν ἐκτραγῳδεῖ τὴν σκηνήν·
τούτῳ γοῦν καὶ μόνῳ πιστεύσας ὁ αὐτοκράτωρ, ἡμῖν μὲν ἐπὶ τῶν σκηνῶν ἡσυχάζειν
παρακελεύεται, αὐτὸς δὲ τῆς βασι λείας ἀπάρχεται.

'''7.38''' Ὅπως μὲν οὖν οἱ συμπρέσβεις ἐκείνην δὴ τὴν νύκτα διεληλύθεισαν οὐκ ἔχω
λέγειν, ἐμοὶ δὲ ἀπειρητέον ἡ ζωὴ ἔδοξεν, καὶ αὐτίκα ᾤμην ὥσπερ ἱερεῖον τυθήσεσθαι·
ᾔδειν γὰρ ὅτι μοι πάντες ἐπιμεμήνασι, καὶ οὐκ ἂν φθάνοιμι πάσαις σφαγαῖς καὶ τομαῖς
διολλύμενος· ἐδεδίειν δὲ μάλιστα καὶ αὐτὸν δὴ τὸν κρατοῦντα, μή πως τῶν παρ' ἐμοῦ
πρὸς αὐτὸν λόγων ἐπιμνησθεὶς, καὶ ὡς ἐπεπείκειν τοῦτον ἰδιωτεῦσαι μικροῦ δεῖν,
πᾶσάν μοι ἐπενέγκοι τιμωρίαν καὶ βάσανον· πάντων τοιγαροῦν ἀφυπνωσάντων, μόνος
ἐγὼ τοὺς σφαγέας ἀνέμενον, καὶ εἴ πού τινος αἰσθοίμην φωνῆς ἢ ψόφου περὶ τὴν
σκηνὴν πέριξ, αὖος εὐθὺς καθειστήκειν, τοῦτον αὐτίκα τὸν ἐμὸν σφαγέα οἰόμενος. Ὡς δ'
οὕτω με λαθὸν τὸ πολὺ τῆς νυκτὸς παρελήλυθεν, καὶ βαθὺς ἐγεγόνει ὄρθρος,
ἀνέπνευσά τι βραχὺ, τὸ ἐν ἡμέρᾳ διολεῖσθαι ἔλαττόν τι κακὸν ἡγούμενος· βραχὺ δὲ τῆς
σκηνῆς προκύψας ἀνα καιόμενά τε πυρὰ ἑώρων καὶ περὶ τὴν βασίλειον αὐλὴν
λαμπάδας ἡμμένας, καὶ πάντα θορύβου μεστά· ἐνετέταλτο γὰρ πᾶσι παρασκευάσασθαί τε
καὶ πρὸς τὴν Πόλιν μετα σκευάζεσθαι· οὔπω δὲ τοῦ φωστῆρος ἐπανατείλαντος, ὁ
βασιλεὺς ἀθρόον ἱππασάμενος ἔξεισι· καὶ ἡμεῖς μὲν οὐκ εὐθὺς, κατόπιν δὲ τούτου
προῄειμεν.

'''7.39''' Ἐγὼ μὲν οὖν ἐδόκουν, ἐπειδὰν ἀρκοῦν προΐῃ διάστημα, μετακληθῆναί τε
αὐτῷ καὶ λόγους δοῦναι τῆς τῶν λόγων πειθοῦς· ὁ δέ με μετὰ πάσας μετακαλεσάμενος
προσ δοκίας, οὐδενὸς τῶν πάντων ἐπιμνησθεὶς, οὐ προτάσεων, οὐκ ἀντιθέσεων, οὐ
λύσεων, οὐ τεχνικῶν ἐφόδων τε καὶ μεθόδων, οὐ πειθοῦς, οὐκ ἀπάτης, ἀπορρήτων τέ
μοι λόγων ἀπάρχεται καὶ κοινωνὸν τῶν βασιλείων φροντίδων ποιεῖται, καὶ πυνθάνεταί
μου πῶς ἂν ἄριστα βασιλεύσειε, καὶ τί ποιῶν τοῖς μεγίστοις αὐτοκράτορσι διερίσειεν·
ἐγὼ δ' ἐπὶ τούτοις θαρρήσας, ἔμπνους τε γίνομαι τὴν ψυχὴν καὶ λόγους αὐτῷ διεξιὼν
ἐπὶ τούτῳ μακροὺς λαμπρῶς εὐδοκί μησα· ἠγάσθη γάρ με ἐπὶ πᾶσιν ὁ βασιλεὺς, ὅθεν
πολλάκις ἐπυνθάνετό μου καὶ τὰς ἀποκρίσεις ἐπανεκύκλει, οὐκ ἀφ ιστάμενος ἕως ἂν
σαφῶς αὐτῷ τὸ ἐζητημένον ἐπαγγελθείη. Εἶτα δὴ καὶ τοὺς συμπρέσβεις περὶ αὑτὸν
συλλαβὼν, ὥσπερ τισὶ κοινωνοῖς τῶν γε πρώτων αὐτοῦ βουλευμάτων ἐχρῆτο δὴ καὶ
συλλήπτορσιν. Οὕτω δὲ πρὸς ἀλλήλους ἔχουσιν, ἐπάνεισιν ὁ φωστὴρ, καὶ εὐθὺς πάντα
ἐν φανερῷ καθει στήκει.

'''7.40''' Ἐκκέχυται γοῦν αὐτῷ ὁ τῆς Πόλεως δῆμος ξύμ πας, οἱ μὲν λαμπάδας
ἡμμένας προσάγοντες ὡς Θεῷ, οἱ δὲ ἀρώμασι κατευωδιάζοντες, καὶ ἄλλος ἄλλο τι
ποιῶν κεχα ρισμένον ἐκείνῳ, ξύμπαντες δὲ συμπανηγυρίζοντες καὶ πέριξ
ἐπισκιρτῶντες, καὶ ὥσπερ τινὰ Κρείττονος ἐπιφά νειαν τὴν ἐκείνου πρὸς τὴν βασιλίδα
ἡγούμενοι εἴσοδον. Ἀλλὰ πῶς ἂν ὑμῖν ἐν βραχεῖ τὸ πολὺ διηγησαίμην τοῦ θαύ ματος;
Ἔγωγ' οὖν καὶ βασιλείοις πομπαῖς πολλαῖς ἐντετυ χηκὼς, καὶ πανηγύρεσι θειοτέραις
παραγενόμενος, οὔπω τοιαύτην ἐθεασάμην λαμπρότητα· οὐ γὰρ δὴ τὸ δημοτικὸν τοῦτο
πλῆθος, οὐδέ γε ἡ συγκλητικὴ τάξις, οὐδ' ὅσον ἐν γεωργίαις καὶ ἐμπορείαις τὴν τελετὴν
ἐκείνην ἐπλήρουν, ἀλλὰ καὶ οἱ τὴν κρείττω μετιόντες φιλοσοφίαν καὶ ὅσοι τὰ μετέωρα
τῶν ὀρῶν κατειλήφεσαν, ἢ γλύμματα πετρῶν ὑπο δύντες, τὰς κοινὰς ἀφῆκαν διατριβὰς,
ἢ ὅσοις ἐν αἰθέρι μέσον ἐγεγόνει ὁ βίος, ξύμπαντες, οἱ μὲν τῶν πετρῶν ὑπεκδύντες, οἱ δὲ
τῆς αἰθερίου καταβιβασθέντες διαγωγῆς, οἱ δὲ τῶν μετεώρων τὰ ἱππηλάσια ἀλλαξάμενοι,
θαύματος ἐπλήρουν τὴν βασίλειον εἴσοδον.

'''7.41''' Ἐκεῖνος δὲ, καὶ γὰρ ἦν ἀγχίνους εἰ καί τις ἄλλος καὶ μὴ τοῖς κενοῖς τούτοις
κλεπτόμενος ἢ ἐπαιρόμενος, ὑπώπτευσέ τε αὐτίκα τὴν τῆς τύχης ἀκρότητα, καὶ μήπω
τοὺς λογισμοὺς καταστὰς ἀθρόον πρός με ἐπιστραφείς· «∆οκεῖ μοι, φησὶ, ὦ φιλόσοφε,
σφαλερὸν εἶναι τοῦτο δὴ τὸ ἄκρον εὐτύχημα, καί μοι οὐκ οἶδα εἰ τὸ πέρας ἀπαντήσεται
δεξιόν. –Φιλόσοφον, ἔφησα, τὸ ἐνθύμημα, ἀλλ' οὔτε ἐς ἀεὶ ἐπαρίστερα τὰ τέλη ταῖς
δεξιαῖς ἀπαντῶσιν ἀρχαῖς, οὔτε, εἰ οὕτω καθείμαρται, οὐκ ἀναλυτέος ὁ ὅρος· καὶ γὰρ,
ὡς ἐγὼ σοφωτέροις βιβλίοις ὡμίλησα καὶ ἱλαστηρίοις εὐχαῖς, εἴ τις τὴν χείρω
μεταβάλλει ζωὴν, αὐτίκα δὴ ἀναλύει τὸ εἱμαρτόν· λέγω δὲ ταῦτα ἑλληνικοῖς δόγμασιν
ἀποχρώμενος· ἐπεὶ τό γε καθ' ἡμᾶς οὐδέν τι ἡμῖν εἵμαρται, οὐδὲ κατηνάγ κασται, ἀλλὰ
τὰ τέλη ταῖς προλαβούσαις πράξεσιν ἀνάλογα· εἰ μὲν οὖν τὴν φιλόσοφον γνώμην
μεταβαλεῖς, τούτοις δὴ τοῖς λαμπροῖς τὴν σὴν ψυχὴν ἐπαρθεὶς, αὐτίκα σοι ἡ δίκη
ἰταμώτερον ἀντιβήσεται· εἰ δ' οὖν, ἀλλ' ἔχε θυμὸν ἀγαθὸν, ὡς οὐ βασκαίνει τὸ θεῖον ἐν
οἷς δίδωσιν, ἀλλὰ πολλοῖς καὶ πολλάκις κατ' εὐθεῖαν ἤνεγκε τὴν γραμμὴν τῆς
λαμπρότη τος· πρῶτον γοῦν ἀπ' ἐμοῦ τῆς ἀρετῆς ἄρξαι, καί μοι μὴ μνησικακήσῃς ὧν
πρεσβεύων ἰταμώτερον εἰρήκειν πρὸς σὲ, βασιλέως γὰρ ὑπηρετήκειν βουλήματι, καὶ τὴν
εἰς αὐτὸν οὐ προδέδωκα πίστιν· οὐ τοίνυν σοὶ βασκαίνων, ἀλλ' ἐκείνῳ προσκείμενος
ἐποιούμην τοὺς λόγους».
'''7.42''' Ἐπὶ τούτοις ἐκεῖνος δακρύων πλήσας τοὺς ὀφθαλμούς· «Ἀλλὰ μᾶλλον, ἔφη,
ἐφίλουν τότε τὴν σὴν γλῶτταν ὑβρίζουσαν, ἢ νῦν εὐφημοῦσάν τε καὶ θωπεύου σαν·
ἄρξομαι δὲ, ὡς εἴρηκας, ἀπὸ σοῦ· τὰ πρῶτα γάρ σε τῶν φίλων ποιοῦμαι, καὶ πρόεδρον
ἤδη τιμῶ τε καὶ κατ ονομάζω τῆς συγκλήτου βουλῆς.» Οὕτω δὲ ταῦτα λέγουσιν, ὁ μὲν
ἥλιος ἐπὶ μεσημβρίαν εἱστήκει, ὁ δὲ ὑποδεξόμενος ἡμᾶς κόλπος ἐδείκνυτο· ὡς δὲ καὶ ἡ
βασίλειος ὁλκὰς κατ εφαίνετο, αὐτίκα γοῦν ἄνθεσί τε καταπαττόμενος καὶ φωναῖς
εὐφήμοις κατακροτούμενος, ἐμβὰς διαπόντιος ἀπὸ τῆς Προποντίδος εἰς τὰ βασίλεια
πεποίητο θρίαμβον, ἐπ' αὐτῆς δὴ τῆς ἑτοιμασίας παρακαθίσας ἡμῖν· καὶ οὕτω δὴ
καθαρῶς τοῦ κράτους ἐπείληπτο.

'''7.43''' Βασιλεὺς μὲν οὖν Μιχαὴλ ὁ πρεσβύτης ἐνιαύ σιον κύκλον ἐν τῇ βασιλείᾳ
πεποιηκὼς, ἐκεῖθέν τε καταβε βήκει, καί τινα βραχὺν ἐπιβιώσας ἐν ἰδιώτου σχήματι
χρόνον μετήλλαξε τὴν ζωήν.

===ΙΣΑΑΚΙΟΣ ΚΟΜΝΗΝΟΣ (1057-1059)===
===ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ι΄ Δούκας (1059 1067)===