Χρονογραφία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Dgolitsis (συζήτηση | Συνεισφορά)
Γραμμή 2.754:
αὐτῇ, προὔτρεπεν εἰπεῖν αὐτῇ καὶ παρρησιάσασθαι, ὥστε βασιλέα γενναῖον ἐπιστῆσαι
τοῖς πράγμασιν. Ἐγὼ δὲ τοσοῦτον πρὸς αὐτὸν εἰρήκειν, ὡς οὔτ' ἂν εἴποιμι τοῦτο, οὔτε
πείσαιμι εἰρηκὼς, οὔτε εἰς καλὸν τῆς γλώττης ὀναίμην.

'''7.6''' Τέως δὲ τὸ πρᾶγμα ὑπεψιθύριστο τοῖς πολλοῖς, καὶ τῇ βασιλίδι ὁ
βασιλεύσων ἀφώριστο, καὶ κατὰ τὰ ξυγ κείμενα τὴν τήμερον μὲν ἐπίδοξος ἐπιδημῆσαι
Γραμμή 2.908:
ἔδοξε γοῦν σύμπασιν, ἐκεῖνον μὲν τέως ἐᾶν, εἴτε ἑαλώκει εἴτε ἐτεθνήκει, ἑαυτῇ δὲ καὶ
τοῖς παισὶ κρατύ νεσθαι τὴν ἀρχήν.

'''7.24''' Ἐνταῦθα οἱ μὲν τῷ υἱῷ καὶ παιδὶ τὴν βασιλείαν ἐδίδοσαν, ὡς
ἀπρακτεῖν τὴν μητέρα παντάπασιν, οἱ δὲ τὸ πᾶν τῆς ἀρχῆς καὶ αὖθις ταύτῃ ἀπένεμον.
Ἐμοὶ δὲ οὐδ' ἕτερον ἤρεσκεν, οὐ γὰρ διαψεύσομαί γε τὴν ἐμὴν δόξαν, ἀλλὰ συμπράττειν
ἀμφοτέρους, <τὸν μὲν> ὡς τεκούσῃ τὴν ὑπακοὴν ἐνδείκνυσθαι, τὴν δὲ κοινῇ μετὰ τοῦ
παιδὸς τὴν τῶν ὅλων ποιεῖσθαι οἰκονομίαν· τοῦτο μὲν οὖν καὶ τῷ βασι λεῖ Μικαὴλ
ἐδόκει καὶ <συν>ετίθετο τῷ σκοπῷ. Ἀλλ' οἱ τὴν βασιλείαν ἑαυτῶν ποιεῖν βουλόμενοι,
καὶ κέρδους τοῦ σφε τέρου ἕνεκα τὰ περὶ τὴν ἀρχὴν πραγματεύεσθαι, τὴν μὲν εἰς
μοναρχίαν ἠρέθιζον, τὸν δὲ ἀντιπίπτειν τῇ μητρὶ κατη νάγκαζον.

'''7.25''' Ἐνταῦθα οὐκ οἶδα ὅ τι θαυμάσωμαι τοῦ ἀνδρός· ἐμοὶ γὰρ μόνῳ περὶ
τῶν ὅλων κοινολογούμενος ἐβούλετο, εἰ ἀρεστὸν τῇ μητρὶ καὶ τῆς ἀρχῆς μεταστῆναι
καὶ μηδὲν πρὸς ἐκείνην ἢ μεγαλοπρεπεύσασθαι ἢ σμικρολογήσασθαι· πολ λάκις γοῦν
ἐγὼ τούτους συνήγαγον εἰς ταὐτὸ, ὁ δὲ τοσοῦτον ἀπεῖχε τοῦ ἀντειπεῖν τῇ μητρὶ, ὥστε
καὶ ἀντωπῆσαι αὐτῇ ἠρυθρία καὶ ὑπεστέλλετο. Ἀλλὰ καὶ ἐπὶ τούτοις ἔτι μετεώρου ὄντος
τοῦ σκέμματος, ὁ καῖσαρ τὴν Πόλιν εἴσεισι, τοῦτο παρὰ τῆς βασιλίδος ἐγκελευσθεὶς, καὶ
τοῦ ἐμοῦ βουλεύματος γίνεται, καὶ τὴν κοινοπραξίαν τοῦ γένους ἀσπάζεται.

'''7.26''' Ἀλλ' οὔπω τοῦτο κατευνάσθη τὸ κῦμα, καὶ τῆς αὐτῆς ἡμέρας ἕτερον
ἐγείρεταί τε καὶ ἐπωρύεται· ὁ γὰρ τοῦ πολεμίου στρατεύματος ἀρχηγὸς, ἐπειδὴ τὸν
βασιλέα Ῥωμαίων ἁλώσιμον ἐθεάσατο, τῷ μὲν κατορθώματι οὐκ ἐπαίρεται,
συστέλλεται δὲ λίαν τῷ εὐτυχήματι, καὶ μετριάζει τῇ νίκῃ τοσοῦτον ὅσον οὐδεὶς ἂν
προσεδόκησε, παραμυθεῖται τὸν ἑαλωκότα, κοινωνεῖ τραπέζης, τιμῆς ἀξιοῖ, δορυφορίαν
ἐφίστησι, λύει αὐτῷ τῶν δεσμῶν οὓς ἐβούλετο, ἀπολύει τῶν αἰχμαλώτων ὁπόσους
προέτρεψε, τελευταῖον καὶ αὐτὸν δὴ τῆς αἰχμαλωσίας ἐλευθεροῖ, καὶ σύμβολα κήδους
πεποιηκὼς καὶ ὑποσχέσεις παρ' ἐκείνου λαβὼν ἐνωμότους, μεθ' ὅσης ἂν εἴποι τις
προπομπῆς καὶ δορυφορίας ἐπὶ τὴν ἰδίαν ἀποστέλλει ἀρχὴν, ὅπερ δὴ ἀρχέκακον
ἐγεγόνει καὶ πολλῶν συμφορῶν αἰτιώτατον. Τυχὼν οὖν ὁ βασιλεὺς ὧν οὐκ ἤλπιζεν,
ἀπραγματεύτως ᾠήθη τὴν βασιλείαν Ῥωμαίων αὖθις λήψεσθαι, καὶ ὥσπερ αὐτάγγελος
τοῦ μετὰ τὸ ἀτύχημα εὐτυχήματος τῇ βασι λίδι καθίσταται γράμμασι τῆς ἰδίας χειρὸς ἃ
συμβεβήκοι τούτῳ σημειωσάμενος.

'''7.27''' Θόρυβος οὖν εὐθὺς καὶ διαδρομαὶ περὶ τὰ βασίλεια, τῶν μὲν
θαυμαζόντων τὸ γεγονὸς, τῶν δὲ ἀπι στούντων τῷ πράγματι· ἀπορίᾳ τε καὶ ἡ βασιλὶς
συνείχετο καὶ ἀμφίβολος ἦν ὅ τι καὶ δράσειεν. Ἐν μέσοις τοῖς ἀπο ρουμένοις καὶ αὐτὸς
γεγονὼς, καὶ πάντων προτρεπομένων μοι τὸ συμφέρον εἰπεῖν, μάλιστα δὲ τοῦ
καλλίστου μοι βασιλέως προσκειμένου καὶ συναναγκάζοντος, ἐγὼ μὲν ἀπεφαινόμην μὴ
δεῖν αὐτὸν ἔτι τῇ βασιλείᾳ προσδέξασθαι, ἀλλ' ἐκ μέσου ποιεῖν, καὶ πανταχοῦ πέμπειν
προστάγματα τὴν ἀρχὴν τούτῳ ἀπαγορεύοντα· ὅπερ τοῖς μὲν λυσιτελὲς ἐδόκει τοῖς
καθεστηκόσι, τοῖς δ' ἄλλο τι ἐδέδοκτο.

'''7.28''' Ἐν τούτῳ δὲ τῶν πραγμάτων ὄντων, ὁ βασι λεὺς Μιχαὴλ περὶ
ἑαυτῷ δείσας καὶ τὴν τοῦ ∆ιογένους ὑποπτεύσας ὠμότητα, βουλὴν βουλεύεται
ἀσφαλεστάτην ἑαυτῷ, εἴποι δ' ἄν τις καὶ συνετωτέραν· ἀποτρέχει τῆς μητρὸς καὶ ἑαυτοῦ
γίνεται, τοῖς τε ἐξανεψίοις συμβούλοις χρησάμενος, φημὶ δὲ τοῖς υἱέσι τοῦ καίσαρος,
τοὺς περὶ τὴν αὐλὴν φύλακας οἰκειοῦται· τοῦτο δὲ γένος ἀσπιδοφόροι σύμπαντες καὶ
ῥομφαίαν τινὰ ἀπὸ τοῦ ὤμου ἑτερόστομον καὶ βαρυσίδηρον ἐπισείοντες· κτυπήσαντες
γοῦν τὰς ἀσπί δας ἀθρόοι καὶ ἀλαλάξαντες ὅσον ἐχώρουν αἱ κεφαλαὶ, τάς τε ῥομφαίας
πρὸς ἀλλήλους συντρίψαντές τε καὶ συνηχή σαντες, ἐπὶ τὸν βασιλεύοντα ὡς
κινδυνεύοντα συνανιᾶσι, καὶ χορὸν περὶ αὐτὸν ἑλίξαντες ἀθιγῶς ἐπὶ τὰ ὑψηλότερα τῶν
ἀνακτόρων ἀνάγουσιν.

'''7.29''' Ἐκεῖνοι μὲν οὖν οὕτως· οἱ δὲ μετὰ τῆς βασιλί δος, ὧν δὴ καὶ αὐτὸς
ἐτύγχανον ὢν, ἀγνῶτες τοῦ πράγματος ὄντες, μονονοὺ πεπηγότες ἐγεγόνειμεν, ἐφ'
ἑαυτοὺς τὸ δεινὸν ἥξειν οἰόμενοι. Ἡ μέντοι γε βασιλὶς οὐδὲ καθεκτὴ ἦν, ἀλλὰ τῆς
κεφαλῆς περιελομένη τὸ κάλυμμα, κατατείνει δρόμον ἐπί τι σπήλαιον ἄδυτον· καὶ ἡ μὲν
ἐδεδύκει τῷ φωλεῷ, ἐγὼ δὲ περιειστήκειν τὸ στόμιον, οὐκ ἔχων ὅ τι γενοίμην, οὐδ' ὅποι
τραποίμην. Ἀλλ' ὁ βασιλεὺς ἐν τῷ ἀσφαλεῖ καταστὰς, ἐμοῦ παρὰ τοὺς ἄλλους
ἐφρόντισε, καὶ τοὺς διερευνήσοντάς με καὶ ἀναζητήσοντας πανταχοῦ τῶν ἀνακτόρων
ἀπέσταλκεν· οἱ δὲ καὶ εὑρηκότες ἀνελάβοντο ταῖς χερσὶν, καὶ ὥσπερ τι ἕρμαιον ἢ
ἀνάθημα πολυτίμητον τῷ αὐτοκράτορι εὐθύμως προσηγηόχασιν· ὁ δὲ εὐθὺς ἰδὼν ὥσπερ
ἀναπνέει τοῦ κλύδωνος καὶ ἐπ' ἐμοὶ τίθεται βουλεύ εσθαι τὰ συμφέροντα.

'''7.30''' Ἐγὼ μὲν οὖν τῶν πολιτικῶν εἰχόμην πράξεων, καὶ τὰ μὲν
ᾠκονόμουν, τὰ δὲ διέταττον, ὅπως ἂν ἡμῖν ἀξύγκλυστα γένοιτο τὰ τῆς Πόλεως
πράγματα, οἱ δὲ περὶ τὴν μητέρα τοῦ βασιλέως ἐπραγματεύοντο· καὶ ἵνα τὰ ἐν μέσῳ
πολλὰ ὄντα ἐάσω, κυροῦται κατὰ ταύτης βούλευμα, ὑπεξελθεῖν μὲν τῆς Πόλεως,
οἰκῆσαι δὲ ὅπερ αὐτῇ πρὸ τῆς θαλάττης τεμένισμα τῇ Θεοτόκῳ ἱδρύσατο· καὶ γίνεται
τοῦτο εὐθὺς, τοῦ μὲν βασιλέως καὶ παιδὸς, ὅπερ αὐτὸς οἶδα καὶ τοὺς πολλοὺς
βεβαιώσαιμι ὑπὸ Θεῷ μάρτυρι, ἀπαρ νουμένου τὴν τῆς μητρὸς ἐκδημίαν, τοῦ καιροῦ δὲ
συναναγ κάζοντος καὶ ἀντιπίπτοντος τῷ τοῦ βασιλέως θελήματι.

'''7.31''' Ἐπεὶ δὲ, οἷα φιλεῖ ἐν τοῖς τοιούτοις γίνεσθαί τε καὶ λέγεσθαι, ἄλλος
ἄλλο τι περὶ τῆς βασιλίδος ἐδόξαζον, καὶ συνεχεῖς κατ' αὐτῆς λόγοι ἀπετοξεύοντο,
δεύτερον γίνεται δόγμα εἰς τὴν μοναδικὴν αὐτὴν μετατεθῆναι ζωήν· αὐτίκα δὴ καὶ
τοῦτο τετέλεσται. Καὶ τὰ μὲν περὶ τὴν βασι λίδα εἰς τοῦτο συντέτμηται.

'''7.32''' Ὁ δέ γε ∆ιογένης οὐκ ἠγάπησεν ἀπολυθεὶς τῆς αἰχμαλωσίας, ἀλλὰ
δεινὸν ἐποιεῖτο εἰ καὶ μὴ τῆς βασιλείας ἐγκρατὴς γένοιτο· ἤδη δὲ καὶ πλῆθος αὐτῷ
συνερρυήκεσαν τῆς στρατιωτικῆς φάλαγγος. Ὁ δὲ τόπον ἐκ τόπων ἀμείβων, καὶ κατὰ
πολλὴν τοῦ κωλύοντος ἄδειαν χρήματα ἑαυτῷ ἀπὸ τῶν δημοσίων φόρων
ὑποποιούμενος, τὸ διὰ πάσης γλώττης βοώμενον πτόλισμα μετὰ παντὸς καταλαμβάνει
τοῦ στρατοπέδου, φημὶ δὴ τὴν Ἀμάσειαν.

===Η μάχη του Μαντζικέρτ (1071)===

'''7.33''' Εὐθὺς οὖν τῶν τοῦ καίσαρος υἱέων τῷ νεωτέρῳ ὁ βασιλεὺς τὸ
Ῥωμαϊκὸν πιστεύει στρατόπεδον· οὗτος δὲ καὶ τὴν χεῖρα δραστήριος καὶ τὴν σύνεσιν
ὀξὺς καὶ θαυμάσιος, γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ἐπιφα νέστατος· γενόμενος
οὖν ἀγχοῦ τῆς πόλεως οὗ ὁ ∆ιογένης ἐκάθητο, πρῶτα μὲν συνεῖχε τὸ στράτευμα, εἶτα δὴ
ἀκροβο λισμοῖς ἐχρῆτο συχνοῖς, καὶ αὖθις ἠπάτα, καὶ πάντα τρόπον ἐμηχανᾶτο ἢ
αἱρήσειν τοῦτον, ἢ ἐξελάσειν τῆς πόλεως. Ὁ δὲ στενοχωρούντων αὐτῷ τῶν πραγμάτων,
τολμᾷ τὴν ἐκεῖθεν ἔξοδον καὶ παρατάσσεται πρὸς αὐτὸν παντὶ τῷ περὶ αὑτὸν
στρατεύματι· μίγνυται οὖν τὰ στρατόπεδα, καὶ γίνε ται ἐξ ἑκατέρου μέρους φόνος
πολύς· ἔπειτα δὲ ὁ ἡμεδα πὸς στρατηγὸς ὥσπερ τις πτερωτὸς ἱππότης ἐλᾷ τὸν ἵππον ἐπὶ
τοὺς ἐναντίους, καὶ οἷά τις πύργος ἐμπεσὼν τῇ πολε μικῇ φάλαγγι ὠθεῖ τε ταύτην καὶ
εἰς μέρη πολλὰ διασπᾷ· ἐντεῦθεν οἱ μὲν τῶν ἀντικειμένων ἐν αὐτῷ τῷ πολέμῳ
μαχόμενοι πίπτουσιν, οἱ δὲ ἑάλωσαν, ὀλίγοι δέ τινες ἐκπε φεύγασι, μετὰ πάντων καὶ ὁ
∆ιογένης ἀνὰ κράτος τὸν ἵππον ἐλαύνων· τοῦτο πρῶτον θάρσους ἡμῖν αἴτιον γίνεται.

'''7.34''' Ἐντεῦθεν ὁ ∆ιογένης ἀρχὴν λαμβάνει τῆς καταλύσεως, καὶ σὺν
ὀλίγοις τοῖς περὶ αὐτὸν εἴς τι κατα κλείεται πολισμάτιον· ἑαλώκει δὲ ἂν αὐτίκα, εἰ μή τι
ἄλλο συνεμπεπτώκει· ἀνὴρ γάρ τις ἐξ Ἀρμενίων ἔχων τὸ γένος, τὴν γνώμην βαθὺς,
δυσμενὴς ἡμῖν τῆς προαιρέσεως, ἀρχήν τινα παρὰ τούτου τῶν μεγίστων λαβὼν,
ὁπηνίκα βασιλεὺς ἦν, χάριτας αὐτῷ ἐπὶ τοῦ δυστυχήματος ἀνθομολογούμενος,
στρατιώτας συχνοὺς ἐπαγόμενος πρόσεισι τούτῳ, καὶ θαρρεῖν παρακελευσάμενος καὶ τὰ
μέγιστα ὑποσχόμενος, ἀντικαθί στασθαι μὲν τοῖς ἡμετέροις στρατεύμασιν οὐκ ἐᾷ, εἰς δὲ
τὴν τῶν Κιλίκων χώραν ἀπαγαγὼν καὶ εἰς τὴν ἐξ ἐφόδου φυλακὴν τὰ τέμπη τῆς
Κιλικίας αὐτοῦ προβαλόμενος, στρατόν τε αὐτῷ ἐξαρτύει καὶ χρήματα δίδωσι, καὶ εἰς
βασιλέως σχῆμα καθίστησι, καὶ ὁπλίζει πρότερον, εἶτα ἐν καιρῷ μάχεσθαι πρὸς τὸ
ἡμέτερον στράτευμα ὁ δεινὸς οὗτος ἀνὴρ ταμιεύεται.

'''7.35''' Ἐν βουλεύμασιν οὖν αὖθις τὰ καθ' ἡμᾶς καὶ ὅτι πρακτέον εἴη
ἐδοκιμάζετο· τοῖς μὲν οὖν εἰρήνην ἐδόκει πρὸς τὸν ∆ιογένην ποιήσασθαι, καὶ μέρους
τινὸς παραχωρή σαντας τῆς ἀρχῆς μηδέν τι πλέον ποιεῖν, τοῖς δὲ πολεμητέα ἐδέδοκτο,
καὶ μηδεμίαν αὐτῷ ἀφορμὴν τῆς ἔπειτα θρασύτη τος παρασχεῖν. Τὰ μὲν οὖν τῆς εἰρήνης
πρῶτον ἐπράττετο, καὶ γράμματα παρὰ τοῦ βασιλέως πρὸς ἐκεῖνον ἐξαπεστέλ λοντο
κοινοπαθῆ καὶ φιλάνθρωπα· ὁ δὲ ὥσπερ ὑβριοπάθει ὅτι συμπάθειά τις αὐτῷ
ἀπηγγέλλετο μηδὲν ὅλως τῶν κακῶν πλημμελήσαντι, εἰς αἰτήσεις δὲ καθιστάμενος,
οὔτε τῆς βασιλείας ἀπείχετο οὔτε μετριωτέραν ἐζήτει μερίδα τοῦ κράτους, ἀλλ'
αὐθαδέστερος ἦν ἐν ταῖς ἀποκρίσεσι μᾶλλον ἢ τοῖς βουλεύμασι.

'''7.36''' Τούτου μὲν δὴ τοῦ μέρους ἀφέμενος, ἐξ ἀνάγκης ὁ βασιλεὺς τῷ
Ἀνδρονίκῳ δοὺς τὰ στρατεύματα, ὁ πρεσβύτερος δὲ οὗτος τῶν υἱῶν τοῦ καίσαρος ἦν,
ἀνὴρ καὶ τὴν ἡλικίαν ἀξιοθέατος καὶ τὴν γνώμην ἐλεύθερος, τήν τε ψυχὴν εὐμενὴς καὶ
ἐπιεικέστατος, ξυμπάσης τε τῆς ἕω τὴν ἀρχὴν πιστεύσας ἐπὶ τὸν ∆ιογένην ἐκπέμπει· ὁ δὲ
πρῶτα μὲν εἰς μίαν καὶ τὴν αὐτὴν γνώμην ἁρμόζεται τὸ στρατόπε δον, ἑκάστῳ ἐπιεικῶς
προσφερόμενος καὶ πρὸς πάντας οἰκείως μεθαρμοζόμενος, δεύτερον δὲ σκοπὸν τίθεται
λαθεῖν τὸν ∆ιογένην ὁπότε τοῖς τῆς Κιλικίας στενοῖς προσπε λάσειεν, καὶ τοὺς ἑλιγμοὺς
τῶν ἐκεῖσε ὀρῶν καὶ πᾶσαν τὴν δύσβατον ἀτραπὸν ἠρέμα διεξελθεῖν, καὶ ἀθρόον αὐτοῖς
τοῖς πολεμίοις φανήσασθαι. Οἱ μὲν οὖν ἐν τούτοις ἦσαν, καὶ κατὰ τὰ βεβουλευμένα τὴν
στενὴν καὶ παράκρημνον διαβε βήκασιν ἀτραπόν· ὁ δὲ βασιλεὺς ἐν δεινῷ ποιεῖται εἰ
ἁλοίη τῷ ἡμεδαπῷ στρατεύματι ὁ πολέμιος, καὶ ἢ πέσοι μαχόμε νος, ἢ ζωγρηθεὶς μέρος
τι ἀκρωτηριασθείη τοῦ σώματος.

'''7.37''' Ἐγὼ γοῦν αὐτὸν ἐθεασάμην περὶ τούτου 7 ευδ,ρομ.37 πολλάκις
δακρύοντα, καὶ κινδύνου ἰδίου ὠνούμενον τὸ μὴ ἐκεῖνον παθεῖν· ἦν γὰρ αὐτῷ φιλία, ὡς
ἔλεγεν, πρὸς τὸν ἄνθρωπον καὶ συνθῆκαί τινες αἷς ἐδεδίει μὴ τἀναντία δρά σειεν.
Ἀνδράσι γοῦν ἱερατικοῖς καὶ εἰρηνικοῖς τὴν ψυχὴν τοὺς περὶ τῆς φιλίας λόγους
πιστεύει, καὶ γράμματα πρὸς τὸν πολέμιον ἐγχειρίζει πᾶν μὲν ὁτιοῦν ὑπισχνούμενα,
πείθοντα δὲ πρὸς ὑπακοὴν καὶ ἀδαμαντίνην ψυχήν.

'''7.38''' Ἀλλ' ὁ μὲν, πρὶν ἢ τούτους καταλαβεῖν, ἐπῆρτο πρὸς πόλεμον,
ἑαυτὸν μὲν ἔνδον τοῦ φρουρίου συνέ χων, ὃ προὔλαβε κατασχὼν σὺν ὀλίγοις τισὶ τῶν
περὶ αὐτὸν, τῷ δὲ Χατατούρῃ Ἀρμενίῳ, ὃν φθάσας ὁ λόγος ἐγνώρισε, πάντα σχεδὸν τὸν
στρατὸν ὑποτάξας καὶ σὺν ἀγαθῇ, ὡς ἐδόκει, τύχῃ εἰς τὸν πόλεμον ἀποστείλας· τοὺς
πεζοὺς οὖν οὗτος καὶ τοὺς ἱππεῖς ἐπαγόμενος, καὶ τοὺς ἐπικαίρους τῶν τόπων
προκαταλαβὼν, κατὰ φάλαγγα ἵστησιν, ὧν οἱ πλείους καὶ τὰς ψυχὰς προθυμότατοι καὶ
τὰ σώματα ἐρρωμενέστα τοι.

'''7.39''' Ἀντικαθίσταται δὲ συντεταγμένος πρὸς τοῦτον καὶ ὁ Ἀνδρόνικος·
καὶ πρὶν ἢ τὸν συνασπισμὸν γενέσθαι καὶ εἰς χεῖρας ἀλλήλοις ἰέναι, ὁ Φράγγος
Κρισπῖνος (γράφω δὲ ταῦτα καθ' ἣν ἐκεῖνος ἐτεθνήκει ἡμέραν), οὗτος οὖν ὁ Κρισπῖνος
πολέμιος Ῥωμαίοις τὰ πρῶτα φανεὶς, ἔπειτα τοὺς τρόπους μεταβαλὼν, τοσοῦτον εἰς
εὔνοιαν ὤφθη τὸ δεύτερον, ὅσον τὸ πρῶτον εἰς δυσμένειαν· εἱστήκει δὲ σύν γε τῷ
Ἀνδρονίκῳ, τὰ μὲν θαρρύνων αὐτὸν, τὰ δὲ παρ' αὐτοῦ θαρρυνόμενος. Ὡς γοῦν ἑωράκει
τὸ τῶν ἐναντίων στράτευμα διατεταγμένον, θαρρεῖν ἑαυτῷ παρακελευσάμενος καὶ τῷ
Ἀνδρονίκῳ τὴν ἐπὶ τοὺς ἱππέας ἔλασιν προειπὼν, ἀπὸ ῥυτῆρος ἐλαύνει τὸν ἵππον τοὺς
περὶ ἑαυτὸν ἐπαγόμε νος, καὶ εἰς μέσους ἐμπίπτει τοὺς πολεμίους, καὶ τὴν φάλαγγα
τούτων διατεμὼν, ὡς εἶδε βραχύ τι μὲν ἀντιστάντας καὶ ὑποδεξαμένους τοῦτον, εἶτα
μεταβαλόντας τὰ νῶτα, σὺν ὀλίγοις τῶν μεθ' ἑαυτοῦ κατόπιν τῶν φυγόντων ἐξήλασεν·
ἔνθα πολλοὺς μὲν ἀνεῖλε, πλείους δὲ ζῶντας ἐζώγρησε.

'''7.40''' Καὶ ἡ μὲν τοῦ ∆ιογένους φάλαγξ διελύθησάν τε καὶ διεσπάρησαν,
τροπαιοφόρος δὲ ὁ Ἀνδρόνικος σύν γε τῷ Κρισπίνῳ ἐπὶ τὴν ἀποτεταγμένην αὐτῷ
σκηνὴν ἀναζεύγνυ σιν· εἶτα δή τις ἱππεὺς τῶν πολεμίων τινὰ φέρων πρὸς τὸν
στρατηγὸν ἐπανέρχεται· ἦν δὲ ὁ Χατατούρης Ἀρμένιος· οὗτος γὰρ ἐν τῷ φεύγειν τοῦ
ἵππου διωλισθηκὼς κατά τινα τάφρον, ὡς ἔλεγε, λόχμην ὑπέδυ τινά· ὡς δέ τις τῶν διω
κόντων τεθέαται, ἀνελεῖν μὲν ὥρμησεν, ὡς δὲ δακρύοντα εἶδε, τὴν ἐσθῆτα
ἀποδυσάμενος καὶ γυμνὸν ὑπὸ τὴν λόχμην ἀφεὶς ἄπεισιν· εἶτα δὴ ἄλλος γυμνὸν αὖθις
ἰδὼν ὥρμησεν ἀνελεῖν, ὁ δὲ· «Ἀλλ' εἴ μου φείσειας, ἔφησε, καὶ εἰς τόνδε τὸν στρατηγὸν
ἀπαγάγοις (τοὔνομα προσειπὼν), ἐμπλήσει σοι δώρων τὴν δεξιάν». Ὡς δὲ διϊόντα
ἐγνώρισεν ὁ Ἀνδρόνικος, δεύτερον τοῦτο ποιεῖται εὐτύχημα, καὶ τὸν ἄνδρα, στρατηγῷ
πρέπον γενναίῳ, ἐνδύσας τε καὶ κοσμήσας ἐν ἀδέσμῳ συνεῖχε φυλακῇ.

'''7.41''' Τὴν μὲν οὖν περὶ αὐτὸν χεῖρα ὁ ∆ιογένης ἀπε γνωκὼς, Περσικὴν
συμμαχίαν ἤλπιζε πρὸς αὐτὸν αὐτίκα ἀφίξεσθαι· ἔνθεν τοι καὶ τὸν περὶ αὐτὸν λαὸν
ἐπερρώννυε καὶ ἐλπίδας ἑτοίμους ὑπέτεινεν· ἀλλ' οἷς ἐθάρρει καὶ οἷς τὰ τοῦ φρουρίου
κλεῖθρα ἐπίστευεν, ἐκείνοις πρῶτον ἁλώσιμος γίνεται· οὗτοι γὰρ τῷ ἡμετέρῳ
συνθέμενοι στρατηγῷ καὶ πίστεις τοῦ μὴ παθεῖν εἰληφότες, τὰς εἰσόδους ἀναπετά
σαντες, πάροδον τοῖς ἡμετέροις δεδώκασι, καὶ ἐπ' αὐτὸν τὸν οἶκον οὗ ὁ ∆ιογένης
ἐσκήνου ἀπάγουσιν· ὁ δὲ εἱστήκει δεινὸν καὶ ἐλεεινὸν θέαμα, τὰς ἐλπίδας ἀπεγνωκὼς,
καὶ τὰς χεῖρας δεσμήσας ὥσπερ ἀνδράποδον, καὶ ἐπὶ τοῖς κατασχοῦσιν ὅ τι δρᾶν
βούλοιντο θέμενος, ἐς δέον μελανειμονήσας εὐθὺς, καὶ τὸ κάλυμμα τῆς κεφαλῆς
ἀφελόμενος ἐδίδου τῷ βουλομένῳ τὰς τρίχας τεμεῖν· σχεδιάσαντες δὲ οἱ παρατυχόντες
αὐτῷ τὴν τοῦ βίου μετάθεσιν, ἐξάγουσι τοῦ φρουρίου καὶ πρὸς τὸν Ἀνδρόνικον μεθ'
ὅσης ἂν εἴποι τις περιχαρίας ἀπά γουσιν· ὁ δὲ οὐδὲν πρὸς τοῦτον σοβαρευσάμενος, ἀλλὰ
καὶ τῆς τύχης οἰκτείρας, καὶ δεξιὰν ἐμβάλλει καὶ εἰς τὴν ἑαυτοῦ ἐπάγει σκηνὴν, καὶ
τραπέζης λαμπρᾶς κοινωνεῖ.

'''7 .42''' Τὸ μὲν οὖν μέχρι τοῦδε εὔδρομος ἡμῖν ὁ λόγος, καὶ διὰ λείας φέρων
καὶ βασιλικῆς τῆς ὁδοῦ, ταῦτα δὴ τὰ θεολογικὰ ῥήματα· τὸ δ' ἐντεῦθεν ὀκνεῖ περαιτέρω
χωρεῖν καὶ διηγήσασθαι πρᾶξιν, ἣν οὐκ ἔδει μὲν γενέσθαι, ἵνα δὴ παρὰ βραχὺ
ταὐτολογήσας ἐρῶ, ἔδει δὴ γενέσθαι παντά πασι, τὸ μὲν διὰ τὴν εὐσέβειαν καὶ τὴν πρὸς
τὸ δεινὸν εὐλάβειαν, τὸ δὲ διὰ τὴν τῶν πραγμάτων περίστασιν καὶ τὴν τοῦ καιροῦ
περιπέτειαν· οἱ γὰρ περὶ τὸν βασιλέα εὐνοϊ κώτεροι δείσαντες περὶ τῷ ∆ιογένει, μὴ
διαμηχανήσαιτό τι, καὶ πάλιν ἀφορμὴ πραγμάτων τῷ βασιλεῖ γένοιτο, τὸ σκέμμα τούτῳ
συγκαλυψάμενοι, ἐντέλλονταί τι<νι> διὰ γραμμάτων ἐπὶ τοῦ καιροῦ δυναστεύοντι
ἐκκόψαι τούτῳ τοὺς ὀφθαλ μούς.

'''7.43''' Ὃ δὴ καὶ γενόμενον ἠγνοεῖτο τῷ βασιλεῖ· καὶ οὐ θωπευτικὴν
ποιοῦμαι τὴν ἱστορίαν, ἴστω Θεὸς, ἀλλ' ἀλη θεστάτην παντάπασιν, ὅθεν καὶ πλείω
ἀφεῖκεν ἐπὶ τῷ πράγματι γνοὺς ὕστερον δάκρυα ἢ ὅσα ἐκεῖνος πρὸ τοῦ παθεῖν
κατήνεγκέ τε καὶ ἀπωδύρετο· ἀλλ' οὐδ' ὅτε ἠγγέλθη τῷ βασιλεῖ τοῦ ∆ιογένους ἡ
ἅλωσις, ἢ σκίρτημά τι ἐνεφά νισεν, ἢ ἄλλο τι χαρμονῆς εἶδος τοῖς περὶ αὐτὸν
ἐπεδείξατο, ἀλλ' εἰ μὴ τὰ παρὰ τῶν πολλῶν εὐλαβεῖτο ὀνείδη, ἐσκυθρώ παζεν ἂν μέχρι
πολλοῦ. Ὁ μὲν οὖν καὶ τοὺς ὀφθαλμοὺς ἐκκοπεὶς εἰς ὃ ἱδρύσατο φροντιστήριον ἐν τῇ
νήσῳ ᾗ Πρώτη ὄνομα ἐπανάγεται, ἔνθα βραχύ τι ἐπιβιοὺς τελευτᾷ οὔπω ἔτη <τέτταρα>
τὴν βασίλειον ἀρχὴν κατασχὼν, κρατεῖ δὲ καθαρῶς τῆς ἀρχῆς <ὁ> Μιχαήλ.

===ΜΙΧΑΗΛ Ζ΄ Παραπινάκης(1071-1077)===