Διαλέξεις (Φιλόστρατος): Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Francois-Pier (συζήτηση | Συνεισφορά)
Νέο λήμμα
(Καμία διαφορά)

Αναθεώρηση της 22:07, 18 Φεβρουαρίου 2016

Διαλέξεις
Συγγραφέας:
Ἐπιστολαὶ καὶ διαλέξεις
Flavii Philostrati Opera, Vol 2. Philostratus the Athenian. Carl Ludwig Kayser. in aedibus B. G. Teubneri. Lipsiae, 1871.


ΔΙΑΛΕΞΙΣ Α΄

τὸν ἐπιστολικὸν χαρακτῆρα τοῦ λόγου μετὰ τοὺς παλαιοὺς ἄριστά μοι δοκοῦσι διεσκέφθαι φιλοσόφων [p. 258] μὲν ὁ Τυανεὺς καὶ Δίων, στρατηγῶν δὲ Βροῦτος ἢ ὅτῳ Βροῦτος ἐς τὸ ἐπιστέλλειν ἐχρῆτο, βασιλέων δὲ ὁ θεσπέσιος Μάρκος ἐν οἷς ἐπέστελλεν αὐτός, πρὸς γὰρ τῷ κεκριμένῳ τοῦ λόγου καὶ τὸ ἑδραῖον τοῦ ἤθους ἐντετύπωτο τοῖς γράμμασι, ῥητόρων δὲ ἄριστα μὲν Ἡρώδης ὁ Ἀθηναῖος ἐπέστελλεν, ὑπεραττικίζων δὲ καὶ ὑπερλαλῶν ἐκπίπτει πολλαχοῦ τοῦ πρέποντος ἐπιστολῇ χαρακτῆρος. δεῖ γὰρ φαίνεσθαι τῶν ἐπιστολῶν τὴν ἰδέαν ἀττικωτέραν μὲν συνηθείας, συνηθεστέραν δὲ ἀττικίσεως καὶ συγκεῖσθαι μὲν πολιτικῶς, τοῦ δὲ ἁβροῦ μὴ ἀπᾴδειν. ἐχέτω δὲ τὸ εὔσχημον ἐν τῷ μὴ ἐσχηματίσθαι, εἰ γὰρ σχηματιοῦμεν, φιλοτιμεῖσθαι δόξομεν, φιλοτιμία δὲ ἐν ἐπιστολῇ μειρακιῶδες. κύκλον δὲ ἀποτορνεύειν ἐν μὲν ταῖς βραχυτέραις τῶν ἐπιστολῶν ξυγχωρῶ, ἵνα τούτῳ γοῦν ἡ βραχυλογία ὡραίζοιτο ἐς ἄλλην ἠχὼ πᾶσα στενὴ οὖσα, τῶν δὲ ἐς μῆκος προηγμένων ἐπιστολῶν ἐξαιρεῖν χρὴ κύκλους, ἀγωνιστικώτερον γὰρ ἢ κατὰ ἐπιστολὴν τοῦτο, πλὴν εἰ μή που ἐπὶ τελευτῆς τῶν ἐπεσταλμένων ἢ ξυλλαβεῖν δέοι τὰ προειρημένα ἢ ξυγκλεῖσαι τὸ ἐπὶ πᾶσι νόημα. σαφήνεια δὲ ἀγαθὴ μὲν ἡγεμὼν ἅπαντος λόγου, μάλιστα δὲ ἐπιστολῆς· καὶ γὰρ διδόντες καὶ δεόμενοι καὶ ξυγχωροῦντες καὶ μὴ καὶ καθαπτόμενοι καὶ ἀπολογούμενοι καὶ ἐρῶντες ῥᾷον πείσομεν, ἢν σαφῶς ἑρμηνεύσωμεν· σαφῶς δὲ ἑρμηνεύσομεν καὶ ἔξω εὐτελείας, ἢν τῶν νοηθέντων τὰ μὲν κοινὰ καινῶς φράσωμεν, τὰ δὲ καινὰ κοινῶς.

ΔΙΑΛΕΞΙΣ Β΄

οἱ τὸν νόμον τῇ φύσει ἀνθομοιοῦντες ἀντικεῖσθαι μὲν ταῦτά φασιν ἀλλήλοις, καθάπερ τὸ λευκὸν [p. 259] τῷ μέλανι καὶ τὸ μανὸν τῷ πυκνῷ καὶ τὸ μελιχρὸν τῷ πικρῷ καὶ τὸ ψυχρὸν τῷ θάλποντι, εἶναι δὲ φύσεως μὲν ἔργα ζῷα καὶ ἄστρα καὶ ποταμοὺς καὶ ἴδας καὶ πεδία καὶ ἰσθμοὺς καὶ πορθμοὺς καὶ καθάπαξ τὸ ὑπὲρ τέχνην, νόμου δὲ ἔργα τείχη καὶ νεώσοικοι καὶ ναῦς καὶ ἀσπὶς καὶ λήια καὶ πᾶν τὸ ὑπὸ χεῖρα, καὶ τὰ μὲν τῆς φύσεως ἄφθαρτα εἶναι τὸν ἀεὶ χρόνον, τήν τε θάλατταν μένειν, ὁπόση ἐγένετο, καὶ τὴν γῆν, ὁπόση ὡρίσθη, καὶ τὸν αἰθέρα, ὡς ἔφυ, ἄστρα τε καὶ ὥρας, ὡς ἐκείνων κύκλος, καὶ τὸ ἐπὶ ζῷα δὲ αὐτῆς ἧκον φθείρεσθαι μὲν αὐτὰ τὰ τικτόμενα, τὸ δὲ ἀεὶ τίκτον παρέχειν τῇ φύσει τὸν τοῦ ἀκηράτου λόγον, τὰ δὲ τοῦ νόμου φθαρτά τε εἶναι καὶ ῾χρόνᾠ ἁλωτά, τείχη τε γὰρ καὶ ἱερὰ τὰ μὲν ἁλίσκεσθαι, τὰ δὲ φθείρεσθαι σὺν χρόνῳ, οἰκίαν δὲ τὴν εὖ κατεσκευασμένην δῆλον εἶναι, ὅτι οὐκ ἀεὶ ἑστήξει καὶ τὸ ναυπηγηθὲν οὐκ εἶναι βέβαιον ὅτι μηδ᾽ ἡ θάλαττα βεβαία ἀνθρώποις, τεκτονικήν τε καὶ χαλκευτικὴν πᾶσαν φθαρτὰ ἐργάζεσθαι τῷ νόμῳ, καὶ τὸν μὲν νόμον οὐκ ἂν δημιουργῆσαι ζῷον ἔμψυχον οὐδέν, οὐδ᾽ ἄστρον, οὐδ᾽ αἰθέρα, οὐδ᾽ ἄλλο τι τῶν ὧδε θεσπεσίων καὶ μεγάλων, τὴν φύσιν δὲ ὁμοιοῦσθαι πολλαχοῦ τοῖς τοῦ νόμου εἴδεσι, χωρία τε γὰρ ὀχυροῦν τείχεσιν ἀσφαλεστέροις τῶν ποιηθέντων ἄντρα τε κισσηρεφῆ κατανοιγνύναι ἡδίω οἴκων καί που καὶ ἄγαλμα διδόναι πέτρᾳ συμφυὲς σατυρικόν τι ἢ Πανὶ ὅμοιον, ὄρη τε καὶ σκοπιὰς ὁμοιοῦν ζῳοῖς, οἷον τῆς αὐτῆς ὁ ἐν Λήμνῳ δράκων καὶ ὁ ἐν Κρήτῃ λέων καὶ ἡ βούκρανος ἡ πρὸς Χίῳ, ἀγαλματοποιούσης τε κατὰ τὸν νόμον καὶ τὰς νεφέλας ἐς εἴδη ζῴων ἀγούσης· βλέψαντι γοῦν ἐς αὐτὰς λύκοις τε ὁμοιοῦνται καὶ παρδάλεσι καὶ κενταύροις [p. 260] καὶ ἅρμασι, καὶ οὐδὲ ὁ κύκλος τῆς σελήνης ἄσημος, ἀλλὰ κἀκείνῳ τι ἐντετύπωται πρόσωπον οἷον γραφῆς ἀρρήτου· ἐμοὶ δὲ νόμος καὶ φύσις οὐ μόνον οὐκ ἐναντίω φαίνεσθον, ἀλλὰ καὶ ξυγγενεστάτω καὶ ὁμοίω καὶ διήκοντε ἀλλήλοιν· νόμος τε γὰρ παριτητέος ἐς φύσιν καὶ φύσις ἐς νόμον καὶ καλοῦμεν αὐτοῖν τὸ μὲν ἀρχήν, τὸ δ᾽ ἑπόμενον, κεκληρώσθω δὲ ἀρχὴν μὲν φύσις, νόμος δὲ τὸ ἕπεσθαι, οὔτε γὰρ ἂν νόμος ἐτειχοποίησεν ἢ ὑπὲρ τείχους ὥπλισεν, εἰ μὴ φύσις ἔδωκεν ἀνθρώπῳ χεῖρας, οὔτ᾽ ἂν ἡ φύσις ῾τἰ τῶν ἐνεργούντων ἔδειξεν, εἰ μὴ τέχναι ἐνομίσθησαν, ἔδωκέ τε φύσις μὲν νόμῳ θάλατταν αἰθέρα ἄστρα, νόμος δὲ αὖ φύσει γεωργίαν ναυτιλίαν ἀστρονομίαν καὶ ὀνόματα κεῖσθαι ταῖς ὥραις, ἄργυρόν τε καὶ χρυσὸν καὶ ἀδάμαντα καὶ μάργαρον καὶ τὰ ὧδε σπανιστὰ φύσις μὲν εὗρε, νόμος δ᾽ ἐτίμησε. περιωπήσαις δ᾽ ἂν καὶ τὰ ἀνθρώπου ὁμοίως ἔχοντα· φύσις μὲν ἔννουν δημιουργεῖ τὸν ἄνθρωπον καὶ λογικὸν καὶ εὐφυᾶ πάντα, νόμος δὲ παιδεύει καὶ ὁπλίζει καὶ ὑποδεῖ καὶ ἀμφιέννυσιν, ἐπειδὴ γυμνὸς αὐτῷ παρὰ τῆς φύσεως πέμπεται, προτίθησι δὲ ὁ νόμος καὶ ἀρετῆς ἆθλα ἀνθρώποις, οἷον τιμῶν τὴν φύσιν. καὶ μὴ τὸν νόμον ἀφαιρώμεθα τὸν τοῦ ἀθανάτου λόγον, καὶ γὰρ εἰ καὶ φθαρτὰ ἐργάζεται, ἀλλ᾽ ἀθάνατά γε αὐτὰ ποιεῖ, ὄνομα δὲ αὐτῷ τέχνη. ἠπείρου δὲ ἀπορραγεῖσα νῆσος καὶ νήσῳ ξυμβαλοῦσα ἤπειρος καὶ Πηνειὸς Ὀλύμπου διεκπεσὼν οὐ φύσεως ταῦτα οὐδὲ νόμου ἔργα· ἔστι τι ἀμφοῖν μέσον, ὃ καλεῖται συμβεβηκός, ὑφ᾽ οὗ ὁ νόμος ὁμοιοῦται φύσει καὶ φύσις μεταβάλλει ἐς νόμον.