Κύριαι Δόξαι: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
CandalBot (συζήτηση | Συνεισφορά)
μ r2.7.1) (Ρομπότ: Προσθήκη: fr:Maximes capitales
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 1:
{{Πολυτονικό}}
{{Τίτλος|[[Συγγραφέας:Επίκουρος|Ἐπίκουρος]]| |Κύριαι Δόξαι}}
<div title="titre"></div>
1 Τὸ μακάριον καὶ ἄφθαρτον οὔτε αὐτὸ πράγματα ἔχει οὔτε ἄλλῳ παρέχει· ὥστε οὔτε ὀργαῖς οὔτε χάρισι συνέχεται· ἐν ἀσθενεῖ γὰρ πᾶν τὸ τοιοῦτον. (ἐν ἄλλοις δέ φησι τοὺς θεοὺς λόγῳ θεωρητούς͵ οὓς μὲν κατ΄ ἀριθμὸν ὑφεστῶτας͵ οὓς δὲ κατὰ ὁμοείδειαν͵ ἐκ τῆς συνεχοῦς ἐπιῤῥύσεως τῶν ὁμοίων εἰδώλων ἐπὶ τὸ αὐτὸ ἀποτετελεσμένων͵ ἀνθρωποειδεῖς.)
Γραμμή 12:
5 Οὐκ ἔστιν ἡδέως ζῆν ἄνευ τοῦ φρονίμως καὶ καλῶς καὶ δικαίως οὐδὲ φρονίμως καὶ καλῶς καὶ δικαίως ἄνευ τοῦ ἡδέως· ὅτῳ δὲ τοῦτο μὴ ὑπάρχει͵ οὐκ ἔστι τοῦτον ἡδέως ζῆν.
 
6 Ἕνεκα τοῦ θαῤῥεῖνθαρρεῖν ἐξ ἀνθρώπων ἦν κατὰ φύσιν ἀρχῆς καὶ βασιλείας ἀγαθόν͵ ἐξ ὧν ἄν ποτε τοῦτο οἷός τ΄ ᾖ παρασκευάζεσθαι.
 
7 Ἔνδοξοι καὶ περίβλεπτοί τινες ἐβουλήθησαν γενέσθαι͵ τὴν ἐξ ἀνθρώπων ἀσφάλειαν οὕτω νομίζοντες περιποιήσεσθαι ὥστε͵ εἰ μὲν ἀσφαλὴς ὁ τῶν τοιούτων βίος͵ ἀπέλαβον τὸ τῆς φύσεως ἀγαθόν· εἰ δὲ μὴ ἀσφαλής͵ οὐκ ἔχουσιν οὗ ἕνεκα ἐξ ἀρχῆς κατὰ τὸ τῆς φύσεως οἰκεῖον ὠρέχθησαν.