Δις κατηγορούμενος: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Dgolitsis (συζήτηση | Συνεισφορά)
προσθήκη κατηγορίας
Γραμμή 6:
| επόμενο =
| προηγούμενο=
| σημειώσεις = [[ΔιάλογοςΣάτιρα]] ή επιδεικτικός λόγος σε μορφή διαλόγου
}}
{{κ|1}} ἀλλ᾽ ἐπιτριβεῖεν ὀπόσοι τῶν φιλοσόφων παρα μόνοις τὴν εὐδαιμονίαν φασὶν εἶναι τοῖς θεοῖς. εἰ γοῦν ᾔδεσαν ὁπόσα τῶν ἀνθρώπων ἕνεκα πάσχομεν, οὐκ ἂν ἡμᾶς τοῦ νέκταρος ἢ τῆς ἀμβροσίας ἐμακάριζον Ὁμήρῳ πιστεύσαντες ἀνδρὶ τυφλῷ καὶ γόητι, μάκαρας ἡμᾶς καλοῦντι καὶ τὰ ἐν οὐρανῷ διηγουμένῳ, ὃς οὐδὲ τὰ ἐν τῇ γῇ καθορᾶν ἐδύνατο. αὐτίκα γέ τοι ὁ μὲν Ἥλιος οὑτοσὶ ζευξάμενος τὸ ἅρμα πανήμερος τὸν οὐρανὸν περιπολεῖ πῦρ ἐνδεδυκὼς καὶ τῶν ἀκτίνων ἀποστίλβων, οὐδ᾽ ὅσον κνήσασθαι τὸ οὖς, φασί, σχολὴν ἄγων ἢν γάρ τι κἂν ὀλίγον ἐπιρρᾳθυμήσας λάθῃ, ἀφηνιάσαντες οἱ ἵπποι καὶ τῆς ὁδοῦ παρατραπόμενοι κατέφλεξαν τὰ πάντα. ἡ Σελήνη δὲ ἄγρυπνος καὶ αὐτὴ περίεισιν φαίνουσα τοῖς κωμάζουσιν καὶ τοῖς ἀωρὶ ἀπὸ τῶν δείπνων ἐπανιοῦσιν. ὁ Ἀπόλλων τε αὖ πολυπράγμονα τήν τέχνην ἐπανελόμενος ὀλίγου δεῖν τὰ ὦτα ἐκκεκώφηται πρὸς τῶν ἐνοχλούντων κατὰ χρείαν τῆς μαντικῆς, καὶ ἄρτι μὲν αὐτῷ ἐν Δελφοῖς ἀναγκαῖον εἶναι, μετ᾽ ὀλίγον δὲ εἰς Κολοφῶνα θεῖ, κἀκεῖθεν εἰς Ξάνθον μεταβαίνει καὶ δρομαῖος αὖθις εἰς Δῆλον ἢ εἰς Βραγχίδας: καὶ ὅλως ἔνθα ἂν ἡ πρόμαντις πιοῦσα τοῦ ἱεροῦ νάματος καὶ μασησαμένη τῆς δάφνης καὶ τὸν τρίποδα διασείσασα κελεύῃ παρεῖναι, ἄοκνον χρὴ αὐτίκα. μάλα: παρεστάναι συνείροντα τοὺς χρησμοὺς ἢ οἴχεσθαὶ οἱ τὴν δόξαν τῆς τέχνης;. ἐῶ γὰρ λέγειν ὁπόσα ἐπὶ πείρᾳ τῆς μαντικῆς ἐπιτεχνῶνται αὐτῷ ἄρνεια κρέα καὶ χελώνας εἰς τὸ αὐτὸ ἕψοντες, ὥστε εἰ μὴ τὴν ῥῖνα ὀξὺς ἦν, κἂν ἀπῆλθεν αὐτοῦ ὁ Λυδὸς καταγελῶν. ὁ μὲν γὰρ Ἀσκληπιὸς ὑπὸ τῶν νοσούντων ἐνοχλούμενος ὁρῇ τε δεινὰ θιγγάνει τε ἀηδέων ἐπ᾽ ἀλλοτρίῃσὶ τε συμφορῇσιν ἰδίας καρποῦται λύπας. τί γὰρ ἂν ἢ τοὺς Ἀνέμους φυτουργοῦντας λέγοιμι καὶ παραπέμποντας τὰ πλοῖα καὶ τοῖς λικμῶσιν ἐπιπνέοντας, ἢ τὸν Ὕπνον ἐπὶ πάντας πετόμενον, ἢ τὸν Ὄνειρον μετὰ τοῦὝπνου διανυκτερεύοντα καὶ ὑποφητεύοντα αὐτῷ; πάντα γὰρ ταῦτα ὑπὸ φιλανθρωπίας οἱ θεοὶ πονοῦσιν, πρὸς τὸν ἐπὶ τῆς γῆς βίον ἕκαστος συντελοῦντες.<br>
Γραμμή 356:
 
'''Ἑρμῆς<br>
{{κ|35}}βαβαίΒαβαί, δέκα ὅλαις κρατεῖς: ὁ γὰρ αὐτὸς ἐκεῖνος ὁ πάλαι οὐδὲ νῦν ὁμόψηφός ἐστιν. ἀμέλει τοῦτο ἔθος ἐστίν, καὶ πᾶσι τὴν τετρυπημένην οὗτος φέρει: καὶ μὴ παύσαιτο φθονῶν τοῖς ἀρίστοις. ἀλλ᾽ ὑμεῖς μὲν ἄπιτε ἀγαθῇ τύχῃ, αὔριον δὲ τὰς λοιπὰς δικάσομεν.
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία|Τίμων (Λουκιανος)]]
<br>