Ιωάννου του κληρικού και κουβουκλείστου του Καμινιάτη εις την άλωσιν της Θεσσαλονίκης: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
epim;eleia
Dgolitsis (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 1:
{{Τίτλος|Εις την άλωσιν της Θεσσαλονίκης|[[Ιωάννης Καμινιάτης]]|904}}
1.1Ὡς ἀρίστη τῶν ἀγαθῶν ἡ φιλοπονία καὶ πάσης ἀρετῆς κτῆσιν ἐν ἑαυτῇ μαρτυροῦσα.

1.2 σοῦ δὲ μετὰ τῶν ἄλλων πλεονεκτημάτων ἔκδηλον καὶ ἐν τούτῳ καθέστηκε τὸ φιλόπονον͵ ὦ ἀνδρῶν βέλτιστε καὶ πολυμαθέστατε Γρηγόριε͵.[1] οἷς τε πρὸς ἡμᾶς γράφεις καὶ οἷς παρ΄ ἡμῶν ἐπιζητεῖς διὰ γραμμάτων μαθεῖν.

1.1Ὡς1 Ὡς ἀρίστη τῶν ἀγαθῶν ἡ φιλοπονία καὶ πάσης ἀρετῆς κτῆσιν ἐν ἑαυτῇ μαρτυροῦσα.

1.2 σοῦ δὲ μετὰ τῶν ἄλλων πλεονεκτημάτων ἔκδηλον καὶ ἐν τούτῳ καθέστηκε τὸ φιλόπονον͵ ὦ ἀνδρῶν βέλτιστε καὶ πολυμαθέστατε Γρηγόριε͵.[1] οἷς τε πρὸς ἡμᾶς γράφεις καὶ οἷς παρ΄ ἡμῶν ἐπιζητεῖς διὰ γραμμάτων μαθεῖν.

1.3 οὐκ ὀλίγης γὰρ ἀρετῆς καὶ φιλοπόνου σπουδῆς ἐπίδειξιν ἔχει τὸ πολλῶν ἐθέλειν εἰληφέναι πραγμάτων γνῶσιν͵ καὶ μάλιστα δι΄ ὧν ψυχὴ τὸν θεῖον φόβον ἐγκυμονεῖ καὶ οἷον χρειώδεις τινὰς ἀφορμὰς ἐκ τούτου τῷ θεωρητικῷ μέρει τοῦ νοὸς ἐμβιβάζει͵ ἐξ ὧν διδάσκεται τῆς μὲν ἁμαρτίας ἐκκλίνειν ὡς δημιουργοῦ τοῦ θανάτου͵ ἔχεσθαι δὲ τῆς ἀρετῆς͵ ἧς τὸ τέλος ζωὴ αἰώνιος τοῖς αἱρουμένοις αὐτήν.

3.2 καὶ σοί γε γνωσθεὶς ἄρτι τὴν περὶ αὐτῆς ἐκείνης γνῶσιν εἰσπράττομαι͵ πόλεως μεγάλης καὶ πρώτης τῶν Μακεδόνων͵ τἆλλα μὲν περιφανοῦς οἷς σεμνύνεται πόλις͵ καὶ μηδεμιᾷ τῶν ἔγγιστα παραχωρούσης μὴ ὅτι κατ΄ αὐτὴν ὀφθῆναι͵ περιφανεστέρας δὲ τὴν εὐσέβειαν͵ ἣν ἐξ ἀρχῆς ἐδέξατο καὶ δεξαμένη μέχρι τοῦ νῦν διεσώσατο.

3.3 αὐτὸν γὰρ αὐχεῖ Θεσσαλονίκη τὸν Παῦλον ἔχειν τῆς εὐσεβείας διδάσκαλον͵ τὸ σκεῦος τῆς ἐκλογῆς͵ ὃς ἀπὸ Ἱερουσαλὴμ κύκλῳ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ τῷ εὐαγγελικῷ περιλαβὼν τὴν οἰκουμένην κηρύγματι ἐν αὐτῇ μᾶλλον τὸν τῆς θεογνωσίας σπόρον κατέβαλε καὶ πολύχουν ἀποδίδοσθαι τὸν τῆς πίστεως καρπὸν διεσπούδασε·

3.4 μετ΄ ἐκεῖνον δὲ τὸν μέγαν ἐν μάρτυσι καὶ ἀξιοθαύμαστον ἐν ἀθλοφόροις Δημήτριον τὸν μυροβλύτην͵ πολὺν ἀγῶνα καὶ αὐτὸν ὑπὲρ τῆς εὐσεβείας καταβαλλόμενον (καὶ γὰρ ἦν πρὸς τοῖς ἄλλοις τῆς ἀρετῆς αὐχήμασιν ἔτι καὶ θείοις ἐμπρέπων διδάγμασιν καὶ τῇ περὶ τῶν δογμάτων ἀκριβείᾳ κεκοσμημένος͵ ἐξ οὗ καὶ μᾶλλον τὸ περὶ αὐτοῦ διεδόθη κλέος τοῖς πέρασιν.

4.1 στιν οὖν ἡ πόλις[2]͵πόλις͵ ὡς εἴρηται͵ μεγάλη τε καὶ εὐρεῖα͵ τείχεσι καὶ προβόλοις συχνοῖς κατωχυρωμένη καὶ τὸ ἀσφαλὲς τοῖς οἰκήτορσιν ὅσον ἐκ τῆς τούτων οἰκοδομῆς παρεχομένη͵ θαλάσσιον ἔχουσα κόλπον ἐκ νότου καθηπλωμένον͵ ᾧ καὶ περικλυζομένη τὴν ἐκ πλαγίου πλευρὰν ταῖς ἁπανταχόθεν εἰσρεούσαις ὁλκάσιν εὐεπίβατον τὴν πρὸς αὐτὴν πορείαν παρέχεται.

4.2 ὑποκοιλαίνεται γάρ τις ἐκεῖσε θαυμαστὸς λιμήν͵ ἀσφαλῶς ὑπτιάζων τοῖς πλωτῆρσι τὴν εἴσοδον͵ ταῖς ἐκ πνευμάτων παντελῶς ἀπείρατος ταραχαῖς καὶ τὸν ὅρμον ἀκύμονα καθιστῶν.

4.3 ὃν ἐκ τῆς λοιπῆς θαλάσσης ὁ τεχνίτης ἀπέτεμε· μέσον γὰρ ἀπείρξας[3] διά τινος τείχους τὴν τῶν ὑδάτων ἐπίρροιαν͵ συναπεῖρξεν ἐκ τοῦ πρὸς θάλασσαν καὶ τῶν πνευμάτων τὸν κλύδωνα.

Γραμμή 14 ⟶ 16 :
4.8 ἀλλ΄ ὁ μὲν λιμὴν τέτρασι γωνίαις ἐμπεριείληπται͵ ὁ δὲ κόλπος ἐστὶ περιφερής͵ τὸ κύτος ἔχων διὰ πλείστου βάθους χωροῦν͵ τὰ πέρατα δὲ καὶ πρὸ πολλοῦ τῆς χέρσου τὰ πολλὰ τῶν ὑδάτων συστείλαντα.
5.1 Ἀλλ΄ ἐν τούτοις τὸ κατὰ νότον μέρος τῆς πόλεως͵ τὸ πρὸς βορρᾶν δὲ ὡς λίαν τραχὺ καὶ δύσβατον
5.2 ὀλίγον μέρος καὶ αὐτῆς τῆς πόλεως τῆς λοιπῆς ὑπεραῖρον[4] γῆς͵ ὡς τὸ μὲν αὐτῆς πεδιάσιμον εἶναι καὶ ταῖς χρείαις τῶν ἐνοικούντων κατάλληλον͵ τὸ δὲ τοῖς βουνοῖς καὶ ταῖς τῶν ὀρῶν ἀκρότησιν ἀνατείνεσθαι.

5.3 ἀλλ΄ οὐδὲν ἀδικεῖ τὴν πόλιν ἡ τοῦ ὄρους παράτασις ὡς ἐμπαρέχειν ἄδειαν τοῖς πολεμίοις ἀφ΄ ὕψους ἐπεμβαίνειν καὶ τοῦ τείχους κατεπαμύνεσθαι· ἔδωκε γὰρ ὀλίγην τινὰ σχολὴν ὁ βουνὸς ἐκεῖσε πρὸς τὸ φυλάττεσθαι πᾶσαν ἐπιβουλήν͵ τῷ διὰ μέσου χώρῳ τὴν εὐχερῆ προσβολὴν ἀποκρούσας.

5.4 τὸ δ΄ ἐντεῦθεν ἀνατείνεται μέχρι πολλοῦ τὸ ὄρος καὶ ὑπερίδρυται͵ τοῖς λόφοις καὶ ταῖς χαράδραις ἐντραχυνόμενον͵ τὴν μεσαιτάτην ἀνατολὴν ἀφορῶν͵ ἀλλ΄ ὅσον διήκει τὴν πρὸς ἀνατολὴν ἐπειγόμενον͵ τοσοῦτον τὰ ἐκ πλαγίου ἐφ΄ ἑκατέρου μέρους ὑποκείμενα διαφεύγει τῆς γῆς.

5.5 ἐν γὰρ ταῖς δυσὶ πλευραῖς τοῦδε τοῦ ὄρους͵ τοῦ τε πρὸς νότον φημὶ καὶ τοῦ πρὸς βορρᾶν͵ πεδία ὑφήπλωται βάσιμά τε καὶ χρήσιμα͵ πᾶσαν ἀφορμὴν εὐζωΐας τοῖς πολίταις δωρούμενα·

5.6 ὧν τὸ μὲν ὡς πρὸς νότον τοῦ ὄρους͵ πρὸς ἀνατολὴν δὲ τῆς πόλεως͵ ὡς λίαν ἐστὶ παγκαλλὲς καὶ ἐράσμιον.
5.7 κεκόσμηται γὰρ δένδρεσιν ἀμφιλαφέσι͵[5] παραδείσοις ποικίλοις͵ ὕδασιν ἀπείροις͵ τοῖς μὲν πηγαίοις͵ τοῖς δὲ ποταμίοις͵ οἷς αἱ λόχμαι[6] τοῦ ὄρους τῷ πεδίῳ χαρίζονται καὶ αὐτὴν δὲ δεξιοῦνται τὴν θάλασσαν.

5.8 ἄμπελοι γὰρ ἀλλήλαις παραπεφυτευμέναι τὰ χωρία στεφανοῦσι καὶ τὸν φιλόκαλον ὀφθαλμὸν τῇ πληθύϊ τῶν καρπῶν εἰς εὐφροσύνην προτρέπονται·

5.9 μοναὶ δὲ μοναχῶν πολλαὶ καὶ συχναὶ τό τε ὑπτιάζον τοῦ ὄρους καὶ τὸ τῆς λοιπῆς γῆς ὑποκείμενον κατοικοῦσαι͵ καί τισι τερπνοτάτοις χωρίοις ἐγκαθεζόμεναι͵ καινόν τι χρῆμα τοῖς τε ὁδίταις καὶ αὐτοῖς τοῖς πολίταις πεφύκασι.

Γραμμή 49 ⟶ 51 :
9.1 ῏Ην οὖν ταῖς ῥηθείσαις αἰτίαις ἀνωτέρα κινδύνου παντὸς ἡ πόλις.
9.2 ἐξ ὅτου γὰρ ἡ κολυμβήθρα τοῦ θείου βαπτίσματος τὸ τῶν Σκυθῶν ἔθνος τῷ χριστωνύμῳ λαῷ συνεμόρφωσε καὶ τὸ τῆς εὐσεβείας γάλα κοινῶς ἀμφοτέροις διείλετο͵ πέπαυτο μὲν ἡ τῶν πολέμων στάσις͵ ἀνεῖτο δὲ τῆς ἐνεργείας ἡ τὰς σφαγὰς ἐπιτηδεύουσα μάχαιρα͵ καὶ τὰ προλεχθέντα τῷ μεγαλοφωνοτάτῳ τῶν προφητῶν Ἠσαΐᾳ ἐναργῶς ἐφ΄ ἡμῖν ἐπληροῦτο·

9.3 αἱ μάχαιραι γὰρ ἡμῶν μετῆλθον εἰς δρέπανα καὶ αἱ ζιβύνες [7] εἰς ἄροτρα͵ καὶ πόλεμος ἦν οὐδαμοῦ͵ καὶ τὴν περίχωρον ἅπασαν εἰρήνη κατεπρυτάνευε͵ καὶ οὐδεμία ἦν εὐζωΐας ἀφορμὴ ἧς οὐκ εἰς κόρον ἡμεῖς ἀπελαύομεν͵ ἔνθεν αἱ τῆς γεωργίας ἀφθονίαι͵ ἐκεῖθεν αἱ τῆς ἐμπορίας χορηγίαι.

9.4 γῆ γὰρ καὶ θάλασσα λειτουργεῖν ἡμῖν ἐξ ἀρχῆς ταχθεῖσαι πλουσίαν καὶ ἀδάπανον τὴν περὶ ἕκαστον ἐδωροφόρουν. ὧν γὰρ ἦν ἐνδεῶς ἢ καὶ ἀνεπιτηδείως ἔχουσα πρὸς καρπογονίαν ἡ γῆ͵ τούτων παρ΄ ἑαυτῆς ἡ θάλασσα τὴν κτῆσιν μηχανωμένη καὶ ταῖς ὁλκάσι συνεισκομίζουσα ἀνενδεὲς τὸ λεῖπον ἐδίδου τοῖς χρῄζουσι.

9.5 τί δὲ τῶν ἁπανταχόθεν ἐπιδημούντων εἴποιμι πρῶτον͵ καὶ μάλιστα οἷς ἐφιλοτιμοῦντο τοὺς πολί τας ἡμᾶς͵ τὰ παρ΄ ἑαυτῶν διδόντες καὶ τὰ παρ΄ ἡμῶν ἀντιλαμβάνοντες;