Δις κατηγορούμενος: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Dgolitsis (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 138:
ἡ Στοὰ κατὰ τῆς Ἡδονῆς ἀδικίας, ὅτι τὸν ἐραστὴν αὐτῆς Διονύσιον ἀπεβουκόλησεν.

'''Δίκη'''

Πέντε ἱκανοί.

Γραμμή 156:
Γραφικὴ κατὰ Πύρρωνος λιποταξίου.

'''Δίκη'''

ἐννέα κρινάτωσαν.

Γραμμή 180:
οὕτως ἀποκλήρου, τῷ ῥήτορι τῷ Σύρῳ: κωλύσει γὰρ οὐδὲν καὶ ἄνευ τοῦ ὀνόματος.

'''Δίκη'''

ἰδοῦ, καὶ τὰς ὑπερορίους ἤδη Ἀθήνησιν ἐν Ἀρείῳ πάγῳ ἀποκληρώσομεν, ἃς ὑπὲρ τὸν Εὐφράτην καλῶς εἶχε δεδικάσθαι; πλὴν ἀλλὰ κλήρου ἕνδεκα τοὺς αὐτοὺς ἑκατέρᾳ τῶν δικῶν.

'''Ἑρμῆς'''

Γραμμή 187:

'''Δίκη'''

{{κ|15}}οἱ πρῶτοι καθιξέτωσαν τῇ Ἀκαδημείᾳ καὶ τῇ Μέθῃ: σὺ δὲ τὸ ὕδωρ ἔγχει. προτέρα δὲ σὺ λέγε ἡ Μέθη. τί σιγᾷ καὶ διανεύει; μάθε, ὦ Ἑρμῆ, προσελθών.

'''Ἑρμῆς'''

Οὐ δύναμαι, φησί, τὸν ἀγῶνα εἰπεῖν ὑπὸ τοῦ ἀκράτου τὴν γλῶτταν πεπεδημένη, μὴ γέλωτα ὄφλω ἐν τῷ δικαστηρίῳ. μόλις δὲ καὶ ἕστηκεν ὡς ὁρᾷς.

'''Δίκη'''

Οὐκοῦν συνήγορον ἀναβιβασάσθω τῶν κοινῶν τούτων τινά: πολλοὶ γὰρ οἱ κἂν ἐπὶ τριωβόλῳ διαρραγῆναι ἕτοιμοι.

'''Ἑρμῆς'''

ἀλλ᾽ οὐδὲ εἷς ἐθελήσει ἔν γε τῷ φανερῷ συναγορεῦσαι Μέθῃ. πλὴν εὐγνώμονά γε ταῦτα ἔοικεν ἀξιοῦν.

'''Δίκη'''

Τὰ ποῖα;

'''Ἑρμῆς'''

ἡ Ἀκαδήμεια πρὸς ἀμφοτέρους ἀεὶ παρεσκεύασται τοὺς λόγους καὶ τοῦτ᾽ ἀσκεῖ τἀναντία καλῶς δύνασθαι λέγειν. αὕτη τοίνυν,’ φησίν, ‘ὑπὲρ ἐμοῦ πρότερον εἰπάτω, εἶτα ὕστερον ὑπὲρ ἑαυτῆς ἐρεῖ.

'''Δίκη'''

Καινὰ μὲν ταῦτα, εἰπὲ δὲ ὅμως, ὦ Ἀκαδήμεια, τὸν λόγον ἑκάτερον, ἐπεί σοι ῥᾴδιον.

'''Ἀκαδημεια'''

{{κ|16}}ἀκούετε, ὦ ἄνδρες δικασταί, πρότερα τὰ ὑπὲρ τῆς Μέθης: ἐκείνης γὰρ τό γε νῦν ῥέον. ἠδίκηται ἡ ἀθλία τὰ μέγιστα ὑπὸ τῆς Ἀκαδημείας ἐμοῦ, ἀνδράποδον ὃ μόνον εἶχεν εὔνουν καὶ πιστὸν αὐτῇ, μηδὲν αἰσχρὸν ὧν προστάξειεν οἰόμενον, ἀφαιρεθεῖσα τὸν Πολέμωνα ἐκεῖνον, ὃς μεθ᾽ ἡμέραν ἐκώμαζεν διὰ τῆς ἀγορᾶς μέσης, ψαλτρίαν ἔχων καὶ κατᾳδόμενος ἕωθεν εἰς ἑσπέραν, μεθύων ἀεὶ καὶ κραιπαλῶν καὶ τὴν κεφαλὴν τοῖς στεφάνοις διηνθισμένος. καὶ ταῦτα ὅτι ἀληθῆ, μάρτυρες Ἀθηναῖοι ἅπαντες, οἳ μηδὲ πώποτε νήφοντα Πολέμωνα εἶδον. ἐπεὶ δὲ ὁ κακοδαίμων ἐπὶ τὰς τῆς Ἀκαδημείας θύρας ἐκώμασεν, ὥσπερ ἐπὶ πάντας εἰώθει, ἀνδραποδισαμένη αὐτὸν καὶ ἀπὸ τῶν χειρῶν τῆς Μέθης ἁρπάσασα μετὰ βίας καὶ πρὸς αὑτὴν ἀγαγοῦσα ὑδροποτεῖν τε κατηνάγκασεν καὶ νήφειν μετεδίδαξεν καὶ τοὺς στεφάνους περιέσπασεν καὶ δέον πίνειν κατακείμενον, ῥημάτια σκολιὰ καὶ δύστηνα καὶ πολλῆς φροντίδος ἀνάμεστα ἐπαίδευσεν ὥστε ἀντὶ τοῦ τέως ἐπανθοῦντος αὐτῷ ἐρυθήματος ὠχρὸς ὁ ^ ἄθλιος καὶ ῥικνὸς τὸ σῶμα γεγένηται, καὶ τὰς ᾠδὰς ἁπάσας ἀπομαθὼν ἄσιτος ἐνίοτε καὶ διψαλέος εἰς μέσην ἑσπέραν κάθηται ληρῶν ὁποῖα πολλὰ ἡ Ἀκαδήμεια ἐγὼ ληρεῖν διδάσκω. τὸ δὲ μέγιστον, ὅτι καὶ λοιδορεῖται τῇ Μέθῃ πρὸς ἐμοῦ ἐπαρθεὶς καὶ μυρία κακὰ διέξεισι περὶ αὐτῆς. εἴρηται σχεδὸν τὰ ὑπὲρ τῆς Μέθης. ἤδη καὶ ὑπὲρ ἐμαυτῆς ἐρῶ, καὶ τὸ ἀπὸ τούτου ἐμοὶ ῥευσάτω.

'''Δίκη'''

Τί ἄρα πρὸς ταῦτα ἐρεῖ; πλὴν ἀλλ᾽ ἔγχει τὸ ἴσον ἐν τῷ μέρει.

'''Ἀκαδημεια'''

{{κ|17}}