Δις κατηγορούμενος: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dgolitsis (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{Κεφαλίδα| | τίτλος = Δις κατηγορούμενος (Bis accussatus) | συγγραφέας = Λουκιανός | μεταφραστής=...
 
Dgolitsis (συζήτηση | Συνεισφορά)
δίορθωση στο επιτρεβεοίεν
Γραμμή 8:
| σημειώσεις =
}}
ἀλλ᾽ βττιτριββιβνἐπιτριβεῖεν ὀπόσοι τῶν φιλοσόφων παρα μόνοις τὴν εὐδαιμονίαν φασὶν εἶναι τοῖς θεοῖς. εἰ γοῦν ᾔδεσαν ὁπόσα τῶν ἀνθρώπων ἕνεκα πάσχομεν, οὐκ ἂν ἡμᾶς τοῦ νέκταρος ἢ τῆς ἀμβροσίας ἐμακάριζον Ὁμήρῳ πιστεύσαντες ἀνδρὶ τυφλῷ καὶ γόητι, μάκαρας ἡμᾶς καλοῦντι καὶ τὰ ἐν οὐρανῷ διηγουμένῳ, ὃς οὐδὲ τὰ ἐν τῇ γῇ καθορᾶν ἐδύνατο. αὐτίκα γέ τοι ὁ μὲν Ἥλιος οὑτοσὶ ζευξάμενος τὸ ἅρμα πανήμερος τὸν οὐρανὸν περιπολεῖ πῦρ ἐνδεδυκὼς καὶ τῶν ἀκτίνων ἀποστίλβων, οὐδ᾽ ὅσον κνήσασθαι τὸ οὖς, φασί, σχολὴν ἄγων ἢν γάρ τι κἂν ὀλίγον ἐπιρρᾳθυμήσας λάθῃ, ἀφηνιάσαντες οἱ ἵπποι καὶ τῆς ὁδοῦ παρατραπόμενοι κατέφλεξαν τὰ πάντα. ἡ Σελήνη δὲ ἄγρυπνος καὶ αὐτὴ περίεισιν φαίνουσα τοῖς κωμάζουσιν καὶ τοῖς ἀωρὶ ἀπὸ τῶν δείπνων ἐπανιοῦσιν. ὁ Ἀπόλλων τε αὖ πολυπράγμονα τήν τέχνην ἐπανελόμενος ὀλίγου δεῖν τὰ ὦτα ἐκκεκώφηται πρὸς τῶν ἐνοχλούντων κατὰ χρείαν τῆς μαντικῆς, καὶ ἄρτι μὲν αὐτῷ ἐν Δελφοῖς ἀναγκαῖον εἶναι, μετ᾽ ὀλίγον δὲ εἰς Κολοφῶνα θεῖ, κἀκεῖθεν εἰς Ξάνθον μεταβαίνει καὶ δρομαῖος [p. 86] αὖθις εἰς Δῆλον ἢ εἰς Βραγχίδας: καὶ ὅλως ἔνθα ἂν ἡ πρόμαντις πιοῦσα τοῦ ἱεροῦ νάματος καὶ μασησαμένη τῆς δάφνης καὶ τὸν τρίποδα διασείσασα κελεύῃ παρεῖναι, ἄοκνον 'χρὴ αὐτίκα . μάλα: παρεστάναι συνείροντα τοὺς χρησμοὺς ἢ οἴχεσθαὶ οἱ τὴν δόξαν τῆς τέχνης;. ἐῶ γὰρ λέγειν ὁπόσα ἐπὶ πείρᾳ τῆς μαντικῆς ἐπιτεχνῶνται αὐτῷ ἄρνεια κρέα καὶ χελώνας εἰς τὸ αὐτὸ ἕψοντες, ὥστε εἰ μὴ τὴν ῥῖνα ὀξὺς ἦν, κἂν ἀπῆλθεν αὐτοῦ ὁ Λυδὸς καταγελῶν. ὁ μὲν γὰρ Ἀσκληπιὸς ὑπὸ τῶν νοσούντων ἐνοχλούμενος ‘ὁρῇ τε δεινὰ θιγγάνει τε ἀηδέων ἐπ᾽ ἀλλοτρίῃσὶ τε συμφορῇσιν ἰδίας καρποῦται λύπας.’ τί γὰρ ἂν ἢ ^ τοὺς Ἀνέμους φυτουργοῦντας λέγοιμι καὶ παραπέμποντας τὰ πλοῖα καὶ τοῖς λικμῶσιν ἐπιπνέοντας, ἢ τὸν Ὕπνον ἐπὶ πάντας πετόμενον, ἢ τὸν Ὄνειρον μετὰ τοῦὝπνου διανυκτερεύοντα καὶ ὑποφητεύοντα αὐτῷ; πάντα γὰρ ταῦτα ὑπὸ φιλανθρωπίας οἱ θεοὶ πονοῦσιν, πρὸς τὸν ἐπὶ τῆς γῆς βίον ἕκαστος συντελοῦντες.