Προς Πολυκλέα περί του Επιτριηραρχήματος: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Atelaes (συζήτηση | Συνεισφορά)
Από perseus.tufts.edu κατά Creative Commons, πρόσβαση 24-5-2012
 
Francois-Pier (συζήτηση | Συνεισφορά)
μ +links
Γραμμή 1:
{{Πολυτονικό}}
{{Τίτλος|Πρὸς Πολυκλέα περὶ τοῦ Ἐπιτριηραρχήματος|Λόγος|[[Συγγραφέας:Δημοσθένης|Δημοσθένης]]}}
 
 
Γραμμή 13:
{{χ|5}} Μιλτοκύθης δὲ ἀφειστήκει ἀπὸ Κότυος καὶ πρέσβεις ἐπεπόμφει περὶ συμμαχίας, βοηθεῖν κελεύων καὶ τὴν Χερρόνησον ἀποδιδούς, Προκοννήσιοι δὲ σύμμαχοι ὄντες ἱκέτευον ὑμᾶς ἐν τῷ δήμῳ βοηθῆσαι αὑτοῖς, λέγοντες ὅτι ὑπὸ Κυζικηνῶν κατέχονται τῷ πολέμῳ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ μὴ περιιδεῖν ἀπολομένους·
 
{{χ|6}} ὧν ἀκούοντες τότε ὑμεῖς ἐν τῷ δήμῳ αὐτῶν τε λεγόντων καὶ τῶν συναγορευόντων αὐτοῖς, ἔτι δὲ τῶν ἐμπόρων καὶ τῶν ναυκλήρων περὶ ἔκπλουν ὄντων ἐκ τοῦ Πόντου, καὶ Βυζαντίων καὶ Καλχηδονίων καὶ Κυζικηνῶν καταγόντων τὰ πλοῖα ἕνεκα τῆς ἰδίας χρείας τοῦ σίτου, καὶ ὁρῶντες ἐν τῷ Πειραιεῖ τὸν σῖτον ἐπιτιμώμενον καὶ οὐκ ὄντα ἄφθονον ὠνεῖσθαι, ἐψηφίσασθε τάς τε ναῦς καθέλκειν τοὺς τριηράρχους καὶ παρακομίζειν ἐπὶ τὸ χῶμα, καὶ τοὺς βουλευτὰς καὶ τοὺς δημάρχους καταλόγους ποιεῖσθαι τῶν δημοτῶν καὶ ἀποφέρειν ναύτας, καὶ διὰ τάχους τὸν ἀπόστολον ποιεῖσθαι καὶ βοηθεῖν ἑκασταχοῖ. Καὶ ἐνίκησε τὸ Ἀριστοφῶντος ψήφισμα τουτί.'
:<''Ψήφισμα''' >
 
{{χ|7}} Τοῦ μὲν ψηφίσματος τοίνυν ἀκηκόατε, ὦ ἄνδρες δικασταί. Ἐγὼ δ᾽ ἐπειδή μοι οὐκ ἦλθον οἱ ναῦται οἱ καταλεγέντες ὑπὸ τῶν δημοτῶν, ἀλλ᾽ ἢ ὀλίγοι καὶ οὗτοι ἀδύνατοι, τούτους μὲν ἀφῆκα, ὑποθεὶς δὲ τὴν οὐσίαν τὴν ἐμαυτοῦ καὶ δανεισάμενος ἀργύριον πρῶτος ἐπληρωσάμην τὴν ναῦν, μισθωσάμενος ναύτας ὡς οἷόν τ᾽ ἦν ἀρίστους, δωρεὰς καὶ προδόσεις δοὺς ἑκάστῳ αὐτῶν μεγάλας. Ἔτι δὲ σκεύεσιν ἰδίοις τὴν ναῦν ἅπασι κατεσκεύασα, καὶ τῶν δημοσίων ἔλαβον οὐδέν, καὶ κόσμῳ ὡς οἷόν τ᾽ ἦν κάλλιστα καὶ διαπρεπέστατα τῶν τριηράρχων. Ὑπηρεσίαν τοίνυν ἣν ἐδυνάμην κρατίστην ἐμισθωσάμην.
Γραμμή 21 ⟶ 22 :
{{χ|9}} Καὶ τούτων ἐγώ, οὐδεμίαν πρόφασιν ποιησάμενος, ὅτι τριηραρχῶ καὶ οὐκ ἂν δυναίμην δύο λῃτουργίας λῃτουργεῖν οὐδὲ οἱ νόμοι ἐῶσιν, ἔθηκα τὰς προεισφορὰς πρῶτος. Καὶ οὐκ εἰσεπραξάμην διὰ τὸ τότε μὲν ἀποδημεῖν ὑπὲρ ὑμῶν τριηραρχῶν, ὕστερον δὲ καταπλεύσας καταλαβεῖν τὰ μὲν εὔπορα ὑφ᾽ ἑτέρων προεξειλεγμένα, τὰ δ᾽ ἄπορα ὑπόλοιπα.
 
{{χ|10}} Καὶ ταῦτα ὅτι ἀληθῆ λέγω πρὸς ὑμᾶς, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας τῶν τε τὰ στρατιωτικὰ τότε εἰσπραττόντων καὶ τῶν ἀποστολέων, καὶ τοὺς μισθοὺς οὓς ταῖς ὑπηρεσίαις καὶ τοῖς ἐπιβάταις κατὰ μῆνα ἐδίδουν, παρὰ τῶν στρατηγῶν σιτηρέσιον μόνον λαμβάνων, πλὴν δυοῖν μηνοῖν μόνον μισθὸν ἐν πέντε μησὶν καὶ ἐνιαυτῷ, καὶ τοὺς ναύτας τοὺς μισθωθέντας, καὶ ὅσον ἕκαστος ἔλαβεν ἀργύριον, ἵν᾽ ἐκ τούτων εἰδῆτε τὴν ἐμὴν προθυμίαν, καὶ οὗτος δι᾽ ὅ τι παραλαβεῖν παρ᾽ ἐμοῦ τὴν ναῦν οὐκ ἤθελεν, ἐπειδή μοι ὁ χρόνος ἐξῆλθεν τῆς τριηραρχίας.'
:<''Μαρτυρίαι''' >
 
{{χ|11}} Ὅτι μὲν τοίνυν οὐ ψεύδομαι πρὸς ὑμᾶς περὶ ὧν εἶπον, ὦ ἄνδρες δικασταί, τῶν μαρτυριῶν ἀναγιγνωσκομένων ἀκηκόατε. Ἔτι δὲ περὶ ὧν μέλλω λέγειν, ἅπαντές μοι ὁμολογήσετε ὅτι ἀληθῆ ἐστιν. Τριήρους γὰρ ὁμολογεῖται κατάλυσις εἶναι, πρῶτον μέν, ἐὰν μὴ μισθόν τις διδῷ, δεύτερον δέ, ἐὰν εἰς τὸν Πειραιᾶ μεταξὺ καταπλεύσῃ· ἀπόλειψίς τε γὰρ πλείστη γίγνεται, οἵ τε παραμένοντες τῶν ναυτῶν οὐκ ἐθέλουσιν πάλιν ἐμβαίνειν, ἐὰν μή τις αὐτοῖς ἕτερον ἀργύριον διδῷ ὥστε τὰ οἰκεῖα διοικήσασθαι. Ἃ ἐμοὶ ἀμφότερα συνέβη, ὦ ἄνδρες δικασταί, ὥστε πολυτελεστέραν μοι γενέσθαι τὴν τριηραρχίαν.
Γραμμή 27 ⟶ 29 :
{{χ|12}} Καὶ γὰρ μισθὸν οὐδένα λαβὼν παρὰ τοῦ στρατηγοῦ ὀκτὼ μηνῶν, κατέπλευσα τοὺς πρέσβεις ἄγων διὰ τὸ ἄριστά μοι πλεῖν τὴν ναῦν, καὶ ἐνθένδε πάλιν, προσταχθέν μοι ὑπὸ τοῦ δήμου Μένωνα τὸν στρατηγὸν ἄγειν εἰς Ἑλλήσποντον ἀντὶ Αὐτοκλέους ἀποχειροτονηθέντος, ᾠχόμην ἀναγόμενος διὰ τάχους. Καὶ ἀντὶ τῶν ἀπολιπόντων μὲν ναυτῶν ἑτέρους ἐμισθωσάμην ναύτας, δωρεὰς καὶ προδόσεις αὐτοῖς διδοὺς μεγάλας, τοῖς δὲ παραμείνασι τῶν ἀρχαίων ναυτῶν ἔδωκά τι εἰς διοίκησιν τῶν οἰκείων καταλιπεῖν πρὸς ᾧ πρότερον εἶχον, οὐκ ἀγνοῶν τὴν παροῦσαν χρείαν,
 
{{χ|13}} ὡς ἀναγκαία ἦν ἑκάστῳ, ἀπορῶν δὲ αὐτὸς ὡς μὰ τὸν Δία καὶ τὸν Ἀπόλλω οὐδεὶς ἄν μοι πιστεύσειεν, ὅστις μὴ ἀληθῶς παρηκολούθηκε τοῖς ἐμοῖς πράγμασιν. Ὑποθεὶς δὲ τὸ χωρίον Θρασυλόχῳ καὶ Ἀρχένεῳ, καὶ δανεισάμενος τριάκοντα μνᾶς παρ᾽ αὐτῶν καὶ διαδοὺς τοῖς ναύταις, ᾠχόμην ἀναγόμενος, ἵνα μηδὲν ἐλλείποι τῷ δήμῳ ὧν προσέταξε τὸ κατ᾽ ἐμέ. Καὶ ὁ δῆμος ἀκούσας ταῦτα ἐπῄνεσέν τέ με, καὶ ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον ἐκάλεσεν. Καὶ ὡς ταῦτ᾽ ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὴν μαρτυρίαν καὶ τὸ ψήφισμα τὸ τοῦ δήμου.'
:<''Μαρτυρία''' '>
:<''Ψήφισμα''' >
 
{{χ|14}} Ἐπειδὴ τοίνυν εἰς Ἑλλήσποντον ἤλθομεν, καὶ ὅ τε χρόνος ἐξεληλύθει μοι τῆς τριηραρχίας, καὶ μισθὸς οὐκ ἀπεδόθη τοῖς στρατιώταις ἀλλ᾽ ἢ δυοῖν μηνοῖν, ἕτερός τε στρατηγὸς ἧκεν Τιμόμαχος, καὶ οὗτος διαδόχους οὐκ ἄγων ἐπὶ τὰς ναῦς, ἀθυμήσαντές μοι πολλοὶ τοῦ πληρώματος ᾤχοντο ἀπολιπόντες τὴν ναῦν, οἱ μὲν εἰς τὴν ἤπειρον στρατευσόμενοι, οἱ δὲ εἰς τὰς Θασίων καὶ Μαρωνιτῶν ναῦς, μισθῷ μεγάλῳ πεισθέντες καὶ ἀργύριον πολὺ προλαβόντες καὶ ὑπὸ πολλῶν αὖ τῷ λόγῳ ἐξηπατημένοι,
Γραμμή 57 ⟶ 61 :
{{χ|27}} Ἐπειδὴ τοίνυν τοῦ Εὐκτήμονος καὶ τοῦ Δεινίου ἀκούσας οὐδὲν ἐφρόντιζεν, πάλιν αὐτῷ προσέρχονται ὕστερον Πυθόδωρός τε ὁ Ἀχαρνεὺς καὶ Ἀπολλόδωρος ὁ Λευκονοεύς, ἐπιτήδειοι ὄντες ἐμοὶ καὶ φίλοι, καὶ ἐκέλευον αὐτὸν ἐπί τε τὴν ναῦν ἀπιέναι ὡς διάδοχον ὄντα, καὶ περὶ τῶν σκευῶν ἔφραζον αὐτῷ, ὅτι ἴδια ἔχοιμι ἅπαντα καὶ δημόσιον οὐδέν·
 
{{χ|28}} εἰ μὲν οὖν ἐκείνοις ἐθέλεις χρῆσθαι, κατάλιπε ἔφασαν ἀργύριον αὐτοῦ, καὶ μὴ διακινδύνευε ἐκεῖσε ἄγων, ἵνα λύσωνταί μοι τὸ χωρίον, ἀποδόντες Ἀρχένεῳ καὶ Θρασυλόχῳ τὰς τριάκοντα μνᾶς. Περὶ δὲ ἀποτριβῆς τῶν σκευῶν, ἤθελον αὐτῷ γράμματα γράφειν, καὶ ἐγγυηταὶ αὐτοὶ γίγνεσθαι ὑπὲρ ἐμοῦ ἦ μὴν ἔσεσθαι αὐτῷ ὅ τι ἂν καὶ τοῖς ἄλλοις τριηράρχοις πρὸς τοὺς διαδόχους ᾖ. Ὡς οὖν πάντα ταῦτ᾽ ἀληθῆ λέγω, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.'
:<''Μαρτυρίαι''' >
 
{{χ|29}} Ἐκ πολλῶν μὲν τοίνυν τεκμηρίων οἶμαι ὑμῖν ἐπιδείξειν Πολυκλέα ὅτι οὔτε αὐτόθεν διενοεῖτο παραλαμβάνειν παρ᾽ ἐμοῦ τὴν ναῦν, οὔτε, ἐπειδὴ ὑφ᾽ ὑμῶν καὶ τοῦ ψηφίσματος τοῦ ὑμετέρου ἠναγκάσθη ἐπὶ τὴν ναῦν ἀπιέναι, ἐλθὼν ἠθέλησέ μοι διαδέξασθαι αὐτήν. Οὗτος γὰρ ἐπειδὴ ἀφίκετο εἰς Θάσον ἤδη μου τέταρτον μῆνα ἐπιτριηραρχοῦντος, παραλαβὼν ἐγὼ μάρτυρας τῶν τε πολιτῶν ὡς ἐδυνάμην πλείστους καὶ τοὺς ἐπιβάτας καὶ τὴν ὑπηρεσίαν προσέρχομαι αὐτῷ ἐν Θάσῳ ἐν τῇ ἀγορᾷ, καὶ ἐκέλευον αὐτὸν τήν τε ναῦν παραλαμβάνειν παρ᾽ ἐμοῦ ὡς διάδοχον ὄντα, καὶ τοῦ ἐπιτετριηραρχημένου χρόνου ἀποδιδόναι μοι τἀναλώματα.
Γραμμή 75 ⟶ 80 :
{{χ|36}} Λέγοντος δὲ αὐτοῦ ταῦτα, ἀπεκρινάμην αὐτῷ ὅτι σκεύη μὲν διὰ τοῦτο οὐ λάβοιμι ἐκ τοῦ νεωρίου, ὅτι σὺ ἀδόκιμα ἐποίησας αὐτά. Ἀλλ᾽ εἰ μὲν βούλει, ταῦτα παράλαβε· εἰ δὲ μή, σκεύη σαυτῷ παρασκεύαζε. Περὶ δὲ τῶν ναυτῶν καὶ τῶν ἐπιβατῶν καὶ τῆς ὑπηρεσίας, εἰ φὴς ὑπ᾽ ἐμοῦ αὐτοὺς διεφθάρθαι, παραλαβὼν τὴν τριήρη αὐτὸς σαυτῷ κατασκεύασαι καὶ ναύτας καὶ ἐπιβάτας καὶ ὑπηρεσίαν, οἵτινές σοι μηδὲν λαβόντες συμπλεύσονται. Τὴν δὲ ναῦν παράλαβε· οὐ γὰρ ἔτι μοι προσήκει τριηραρχεῖν· ὅ τε γὰρ χρόνος ἐξήκει μοι τῆς τριηραρχίας, καὶ ἐπιτετριηράρχηκα τέτταρας μῆνας.
 
{{χ|37}} Λέγοντος δέ μου ταῦτα, ἀποκρίνεταί μοι ὅτι ὁ συντριήραρχος αὐτῷ οὐχ ἥκοι ἐπὶ τὴν ναῦν· οὔκουν παραλήψομαι μόνος τὴν τριήρη. Ὡς οὖν ἀληθῆ ταῦτα λέγω πρὸς ὑμᾶς, καὶ ἐν μὲν τῇ ἀγορᾷ ἀπεκρίνατό μοι τὰ πρότερον, ὅτι οὐδὲν αὐτῷ μέλοι ὧν λέγοιμι, ἐν δὲ τῇ οἰκίᾳ οὗ ὁ Τιμόμαχος κατήγετο, ὅτι μόνος οὐ παραλήψεται τὴν ναῦν, τούτων ὑμῖν ἀναγνώσεται τὰς μαρτυρίας.'
:<''Μαρτυρίαι''' >
 
{{χ|38}} Μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες δικασταί, ὡς οὔτε οὗτος ἤθελέ μοι τὴν ναῦν διαδέχεσθαι, οὔτε τὰ ἀναλώματα ἀπεδίδου τοῦ ἐπιτετριηραρχημένου χρόνου, ὅ τε στρατηγὸς προσέταττέ μοι ἀνάγεσθαι, προσελθὼν αὐτῷ ἐν Θάσῳ ἐν τῷ λιμένι ἐναντίον τοῦ στρατηγοῦ, πλήρους οὔσης τῆς τριήρους, ἔλεγον ἃ δίκαια μὲν οὐκ ἦν, ἀλλὰ πλεονεκτήματα τούτου, ἀναγκαῖα δέ μοι ἐκ τῶν παρόντων εἰπεῖν, ἐπειδή σοι φής,
Γραμμή 81 ⟶ 87 :
{{χ|39}} ὦ Πολύκλεις, τὸν συντριήραρχον οὐχ ἥκειν, τοῦ μὲν ἐπιτετριηραρχημένου χρόνου ἐκεῖνον ἐγὼ πράξομαι τὰ ἀναλώματα, ἂν δύνωμαι, τῶν τεττάρων μηνῶν· σὺ δὲ παραλαβὼν τὴν ναῦν πρῶτον μὲν τὸν ὑπὲρ σεαυτοῦ χρόνον τριηράρχησον, τοὺς ἓξ μῆνας· ἔπειτ᾽ ἐὰν μέν σοι ἔλθῃ ἐν τούτῳ ὁ συντριήραρχος, ἐκείνῳ παραδώσεις λῃτουργήσας, ἐὰν δὲ μή, οὐδὲν δεινὸν πείσει δύο μῆνας ἐπιτριηραρχήσας.
 
{{χ|40}} Ἢ ἐγὼ μὲν ὁ τόν τε ὑπὲρ ἐμαυτοῦ χρόνον καὶ τοῦ συντριηράρχου λελῃτουργηκὼς ἐπετριηράρχησα ὑπὲρ ὑμῶν, σὺ δ᾽ οὐδὲν ἀνηλωκὼς οὐκ ἀξιοῖς οὐδὲ τὸν ὑπὲρ σεαυτοῦ χρόνον, παραλαβὼν τὴν ναῦν, λῃτουργῆσαι, οὐδὲ τὰ ἀναλώματ᾽ ἀποδοῦναι λέγοντος δέ μου ταῦτα, ἀπεκρίνατό μοι ὅτι μύθους λέγοιμι. Ὁ δὲ στρατηγὸς ἐμβαίνειν με ἐκέλευεν εἰς τὴν ναῦν καὶ ἀνάγεσθαι μεθ᾽ ἑαυτοῦ. Ὡς οὖν ταῦτ᾽ ἀπεκρίνατο, ἀνάγνωθί μοι τὴν μαρτυρίαν.'
:<''Μαρτυρία''' >
 
{{χ|41}} Βούλομαι δ᾽ ὑμῖν καὶ τεκμήριόν τι εἰπεῖν, ἵν᾽ εἰδῆτε ὅτι περιφανῶς ἠδίκημαι. Ἁγνίᾳ γὰρ καὶ Πραξικλεῖ ὑπὸ τὸν αὐτὸν χρόνον κατέστησαν διάδοχοι Μνησίλοχός τε ὁ Περιθοίδης καὶ Φρασιηρίδης ὁ Ἀναφλύστιος. Οὐκ ἀφικομένου δὲ τοῦ Φρασιηρίδου ἐπὶ τὴν ναῦν, ὁ Μνησίλοχος ἐλθὼν εἰς τὴν Θάσον παρέλαβέ τε παρὰ τοῦ Ἁγνίου τὴν τριήρη,
 
{{χ|42}} καὶ τὸ ἐπιτριηράρχημα ἀπέδωκεν τῷ Ἁγνίᾳ τοῦ χρόνου οὗ ἐπανήλωσεν ὑπὲρ αὐτῶν, ὅσον ἔπεισεν, καὶ τὰ σκεύη παρὰ τοῦ Ἁγνίου ἐμισθώσατο, καὶ αὐτὸς ἐτριηράρχει. Ὕστερον δ᾽ οἱ παρὰ τοῦ Φρασιηρίδου ἐλθόντες τῶν τε ἀνηλωμένων τὸ μέρος ἀπέδοσαν τῷ Μνησιλόχῳ, καὶ τοῦ λοιποῦ χρόνου ὅσα ἐδεῖτο εἰς τὴν ναῦν συνανήλισκον. Καί μοι τούτων ἀνάγνωθι τὴν μαρτυρίαν.'
:<''Μαρτυρία''' >
 
{{χ|43}} Ἴσως οὖν, ὦ ἄνδρες δικασταί, ποθεῖτε ἀκοῦσαι, διὰ τί ποτε ὁ στρατηγὸς οὐκ ἠνάγκαζε τοῦτον παραλαμβάνειν τὴν ναῦν, διάδοχον ἥκοντα ἐπ᾽ αὐτήν, τῶν νόμων οὕτως ἰσχυρῶν ὄντων. Περὶ δὴ τούτων βούλομαι ὑμᾶς σαφῶς διδάξαι τὸ αἴτιον. Τιμόμαχος γάρ, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ἐβούλετο εὖ κατεσκευασμένῃ τῇ τριήρει πρὸς ἅπαντα χρῆσθαι.
Γραμμή 113 ⟶ 121 :
{{χ|55}} Οὐκ ἐθέλοντος δ᾽ αὐτοῦ παραλαμβάνειν, τῶν δὲ ναυτῶν ἀργύριον αἰτούντων ἵνα ἀγοράσωνται τὰ ἐπιτήδεια, πάλιν αὐτῷ προσέρχομαι μάρτυρας ἔχων, καὶ ἠρώτων αὐτὸν εἰ ἀναπλεύσειεν ἔχων ἀργύριον ὡς διαδεξόμενός μοι τὴν ναῦν, ἢ οὔ. Ἀποκριναμένου δ᾽ αὐτοῦ ὅτι ἔχων ἀργύριον ἥκοι, ἐκέλευον αὐτόν μοι δανεῖσαι ὑποθέμενον τὰ σκεύη τῆς νεώς, ἵν᾽ ἔχοιμι διαδοῦναι τοῖς ναύταις καὶ κατακομίσαι τὴν ναῦν, ἐπειδὴ οὐ βούλεται παραλαβεῖν διάδοχος ὤν.
 
{{χ|56}} Δεομένου δέ μου ταῦτα, ἀπεκρίνατό μοι ὅτι οὐδ᾽ ἀκαρῆ δανείσοι. Ἐγὼ μὲν οὖν παρὰ ξένων Τενεδίων τοῦ πατρός, Κλεάνακτος καὶ Ἐπηράτου, ἐδανεισάμην καὶ ἔδωκα τοῖς ναύταις τὸ σιτηρέσιον· διὰ γὰρ τὸ Πασίωνος εἶναι καὶ ἐκεῖνον ἐπεξενῶσθαι πολλοῖς καὶ πιστευθῆναι ἐν τῇ Ἑλλάδι οὐκ ἠπόρουν, ὅπου δεηθείην, δανείσασθαι. Ὡς οὖν ταῦτα ἀληθῆ πρὸς ὑμᾶς λέγω, τούτων ὑμῖν τὰς μαρτυρίας παρέξομαι.'
:<''Μαρτυρίαι''' >
 
{{χ|57}} Ὅσων μὲν τοίνυν ὑμῖν ἐδυνάμην τὰς μαρτυρίας παρασχέσθαι τῶν παραγενομένων, ὡς παρεδίδουν τὴν ναῦν Πολυκλεῖ πολλάκις, οὗτος δὲ οὐκ ἤθελεν παραλαβεῖν, ἀνέγνωκεν ὑμῖν· ἔτι δὲ καὶ ἐκ τεκμηρίων ἱκανῶν δεδήλωκα ὑμῖν, δι᾽ ὅ τι οὐκ ἤθελεν παραλαβεῖν τὴν ναῦν. Βούλομαι δ᾽ ὑμῖν καὶ τὸν νόμον ἀναγνωσθῆναι τὸν περὶ τῶν διαδόχων, ἵν᾽ εἰδῆτε ἡλίκων τῶν ἐπιτιμίων ὄντων, ἐάν τις μὴ διαδέξηται τὴν ναῦν ἐν τῷ χρόνῳ τῷ εἰρημένῳ, κατεφρόνησεν οὐκ ἐμοῦ μόνον, ἀλλὰ καὶ ὑμῶν καὶ τῶν νόμων.
Γραμμή 137 ⟶ 146 :
{{χ|67}} Ἡδέως δ᾽ ἂν ὑμῶν πυθοίμην, ὦ ἄνδρες δικασταί, τίν᾽ ἄν ποτε γνώμην περὶ ἐμοῦ εἴχετε, εἰ τοῦ τε χρόνου ἐξήκοντος καὶ τούτου μὴ ἥκοντος ἐπὶ τὴν ναῦν μὴ ἐπετριηράρχησα κελεύοντος τοῦ στρατηγοῦ, ἀλλὰ πλέων ᾠχόμην. Ἆρ᾽ οὐκ ἂν ὠργίζεσθέ μοι καὶ ἡγεῖσθε ἂν ἀδικεῖν εἰ τοίνυν ἂν ἐμοὶ τότε ὠργίζεσθε, ὅτι οὐκ ἐπετριηράρχησα, πῶς οὐχὶ νῦν προσήκει ὑμᾶς τοῦτον εἰσπρᾶξαί μοι τὰ ἀναλώματα, ἃ ἐγὼ ὑπὲρ τούτου ἀνήλωσα, τὸν οὐ διαδεξάμενον τὴν ναῦν
 
{{χ|68}} ὅτι δ᾽ οὐκ ἐμοὶ μόνῳ οὐ διεδέξατο τὴν ναῦν, ἀλλὰ καὶ πρότερον Εὐριπίδῃ συντριήραρχος ὢν καὶ συνθηκῶν οὐσῶν αὐτοῖς τοὺς ἓξ μῆνας ἑκάτερον πλεῖν, ἐπειδὴ Εὐριπίδης ἐξέπλευσεν καὶ ὁ χρόνος ἐξῆκεν, οὐ διεδέξατο τὴν ναῦν αὐτῷ, ἀναγνώσεται τὴν μαρτυρίαν.'
:<''Μαρτυρία''' >
</div>
 
{{DEFAULTSORT:Προς Πολυκλεα περι του Επιτριηραρχηματος}}
[[Κατηγορία:Ομιλίες]]
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]