Περί απίστων (Ηρακλείτου): Διαφορά μεταξύ των αναθεωρήσεων

Προσθήκες
μΧωρίς σύνοψη επεξεργασίας
(Προσθήκες)
Λέγεται τοῦτον πρότερον γυναῖκα γεγονέναι, εἶτα ὑπὸ Ποσειδῶνος γενέσθαι ἄνδρα ἄτρωτον χαλκῷ καὶ σιδήρῳ. οὗτος δὲ ὤν νέος ἐρώμενος ἐγένετο Ποσειδῶνος, ἀνδρωθεὶς δὲ μέγας κατὰ ψυχὴν ἐγένετο ὑπ᾿ | οὐδενὸς καταπονηθῆναι δυνάμενος οὐδὲ δώροις ἐξαλλαγῆναι χαλκοῦ καὶ σιδήρου· οὔπω γὰρ χρυσὸς καὶ ἄργυρος εὕρητο.
 
=== {{π|4}}. Περὶ Ἄτλαντος. ===
Οὗτος παραδέδοται φέρων οὐρανὸν ἐπὶ τῶν ὤμων, ὅ ἀδύνατον ὑπὸ οὐρανὸν καὶ αὐτὸν ὄντα. ἀνὴρ δὲ σοφὸς ὤν τὰ κατὰ ἀστρολογίαν πρῶτος κατώπτευσε, προλέγων δὲ χειμῶνας καὶ μεταβολὰς *** ἄστρων και δύσεις ἐμυθεύθη φέρειν ἐν αὑτῷ τὸν κόσμον.
 
=== {{π|5}}. Περὶ Κενταύρων. ===
Λέγεται περὶ τὸ Πήλιον καὶ τὴν Φολόην γεγονέναι διφυεῖς, τὰ μὲν ἐπάνω τῶν λαγόνων ἀνδρῶν ἔχοντας, τὸ δ᾿ ἀπὸ <τούτου> τοῦ μέρους πᾶν ἵππων. οὐκ ἀληθὲς δὲ τοῦτο. δύο γὰρ διηλλαγμένας φύσεις εἰς ἕν συνελθούσας ἀδύνατον ζῳογονηθῆναι καὶ τραφῆναι. ἀλλ᾿ ἔτι τῆς τῶν ἵππων χρήσεως οὔσης ἀγνώστου, πρῶτοι καθίσαντες ἐφ᾿ ἵππων κατέτρεχον τὰ πεδία λῃστεύοντες, φαντασίαν τε ἀπετέλεσαν τοῖς πρώτως θεασαμένοις μακρόθεν, ὡς ἐκ δυοῖν εἰσι γεγονότες φύσεων.
 
=== {{π|6}}. Περὶ Τειρεσίου. ===
Οὗτος μετασχεῖν λέγεται τῆς γυναικείας καὶ ἀνδρείας φύσεως, κατὰ τὴν αὐτὴν ὑπόληψιν ἥν ἐπὶ Καινέως ἐγραψαμεν.
 
=== {{π|7}}. Περὶ Πασιφάης. ===
Ταύτην φασὶν ἐρασθῆναι Ταύρου, οὐχ, ὡς πολλοὶ νομίζουσι, τοῦ κατὰ τὴν ἀγέλην ζῴου (γελοῖον γὰρ ἀκοινωνήτου συνουσίας ὠρέχθαι τὴν βασίλισσαν), ἑνὸς δέ τινος τῶν ἐντοπίων, ᾧ Ταῦρος ἦν ὄνομα. συνεργῷ δὲ χρησαμένη πρὸς τὴν ἐπιθυμίαν Δαιδάλῳ καὶ γεγονυῖα ἔγγυος, ἐγέννησε καθ᾿ ὁμοιότητα τοῦ Ταύρου <υἱόν>, ὅν οἱ πολλοὶ Μίνω μὲν ἐκάλουν, Ταύρῳ δὲ εἴκαζον· κατὰ δὲ σύνθεσιν Μινώταυρος ἐκλήθη.
 
=== {{π|8}}. Περὶ Ἁρπυιῶν. ===
Ταύτας ὁ μῦθος παραδέδωκε γυναῖκας ὑποπτέρους τὸ τοῦ Φινέως δεῖπνον ἁρπαζούσας. ὑπολάβοι δ᾿ ἄν τις ταύτας ἑταίρας καταφαγούσας τὴν τοῦ Φινέως οἰκίαν εἶναι, καὶ καταλιπούσας αὐτὸν καὶ τῆς ἀναγκαίας τροφῆς ἐνδεῆ κεχωρίσθαι ἀπ᾿ αὐτοῦ, αἰεὶ δὲ ὅσα ἀνακτήσαιτο παραγινομένας ἐσθίειν καὶ αὖθις χωρίζεσθαι, ὅ σύνηθες ποιεῖν ταῖς ἑταίραις.
 
=== {{π|9}}. Περὶ Περσέως. ===
Τούτῳ ἱστορεῖται τὸν Ἑρμῆν πέδιλα πτερωτὰ δεδωκέναι. Ἑρμῆς γὰρ τὴν πρὸς δρόμον γυμνασίαν ἐπενόησεν, ἐν ᾗ εὐδόκιμος ἦν ὁ Περσεύς. οἱ γοῦν θεώμενοι, τὸ τάχος θαμάζοντες, πτερὰ εἶπον προστεθεῖσθαι τοῖς ποσὶν αὐτοῦ, καθὼς εἰώθαμεν λέγειν ἐπὶ τῶν ταχέως τρεχόντων, ὅτι „ἔπτη“.
 
=== {{π|10}}. Περὶ Γλαύκου τοῦ θαλασσίου. ===
Οὗτος θαλάσσιος ἀναφέρεται μάντις. νῆσον γὰρ οὗτος οἰκῶν, αἰεὶ τοῖς παραπλέουσιν ἐσήμαινεν ὡς δεῖ ποιεῖσθαι τὸν πλοῦν, προλέγων τὰ συμβησόμενα.
 
=== {{π|11}}. Περὶ Κύκλωπος. ===
Τοῦτον ἄν τις ὑπολάβοι διαιτώμενον ἐπ᾿ ἐρημίᾳ νόμων ἄπειρον εἶναι, πεποιθέναι δὲ τῇ βίᾳ, μίαν αἴσθησιν ἔχοντα τὴν ἀπὸ τῆς ὁράσεως, λογισμῷ δὲ μηδὲν προβλέποντα· ὅν ὁ σοφὸς Ὀδυσσεὺς κατεπόνησε.
 
=== {{π|12}}. Περὶ Ἀταλάντης τῆς Σχοινέως καὶ Ἱππομένους. ===
Τούτους φασὶν ἀπολεοντωθῆναι ἐν τῷ ὄρει, τῆς περὶ αὐτῶν ὑπολήψεως τοιαύτης οὔσης. μεσημβρίας οὔσης εἰσῆλθον εἴς τι σπήλαιον γενέσθαι θέλοντες μετ᾿ ἀλλήλων· κατὰ τύχην δὲ λέοντες ὄντες ἐν τῷ σπηλαίῳ κατέφαγον αὐτούς· ὕστερον δὲ τῶν θηρίων ἐξελθόντων, ἐκείνων δὲ μὴ φαινομένων, μεταμορφωθῆναι ὑπέλαβον αὐτοὺς οἱ προσεδρεύοντες.
 
=== {{π|13}}. Περὶ Φορκίδων. ===
Ταύτας ὑφίστανται μιᾷ ὁράσει χρῆσθαι ἀεὶ πρὸς τὴν χρείαν μεταλαμβανούσας παρὰ τῆς ἐχούσης. εἰκὸς δέ ἐστι τρεῖς γυναῖκας τυφλωθείσας ὁδηγῷ ἑνὶ χρῆσθαι πρὸς τὴν πορείαν. [ὀνόματα δὲ αὐτῶν Πεφρηδώ, Ἐνυώ, Περσώ. ἐφύλαττον δὲ τὰ χρυσᾶ μῆλα.
=== {{π|14}}. Περὶ Σειρήνων. ===
Ταύτας διφυεῖς μυθολογοῦσι τὰ μὲν σκέλη ὀρνίθων, τὸ δὲ <λοιπὸν> σῶμα γυναικῶν ἐχούσας, ἀπολλύειν δὲ τοὺς παραπλέοντας. ἦσαν δὲ ἑταῖραι ἐκπρεπεῖς τῇ τε δι᾿ ὀργάνων μούσῃ καὶ γλυκοφωνίᾳ, κάλλισται, αἷς οἱ προσερχόμενοι κατησθίοντο τὰς οὐσίας. ὀρνίθων δὲ σκέλη ἐλέγοντο ἔχειν, ὅτι ταχέως ἀπὸ τῶν ἀποβαλόντων τὰς οὐσίας ἐχωρίζοντο.
 
=== {{π|15}}. Περὶ Χιμαίρας. ===
Ταύτην Ὅμηρος εἰκονογραφῶν φησι πρόσθε λέων, ὄπισθεν δὲ δράκων, μέσση δὲ χίμαιρα. γένοιτο δ᾿ ἄν τὸ ἀληθὲς τοιοῦτον. γυνὴ τῶν τόπων κρατοῦσα δύο πρὸς ὑπηρεσίαν ἀδελφοὺς εἶχεν ὀνόματι Λέοντα καὶ Δράκοντα. παράσπονδος δὲ οὖσα καὶ ξενοκτόνος ἀνῃρέθη ὑπὸ Βελλεροφόντου.
 
=== {{π|16}}. Περὶ Κίρκης. ===
Ταύτην ὁ μῦθος παρ<αδ>έδωκε ποτῷ μεταμορφοῦσαν ἀνθρώπους. ἦν δὲ ἑταίρα, καὶ κατακηλοῦσα τοὺς ξένους τὸ πρῶτον ἀρεσκείᾳ παντοδαπῇ ἐπεσπᾶτο πρὸς εὔνοιαν, γενομένους δὲ ἐν προσπαθείᾳ κατεῖχε ταῖς ἐπιθυμίας ἀλογίστως φερομένους πρὸς τὰς ἡδονάς. ἤττησε δὲ καὶ ταύτην Ὀδυσσεύς.
 
=== {{π|17}}. Περὶ πυριπνόων ταύρων. ===
Τὶς ἄν ὑπολάβοι θνητὴν φύσιν πῦρ πνεῖν ἐξ αὑτῆς, ὅ πάντων ἐστὶν ἀναιρετικόν; ἄγριοι δὲ καὶ τραχεῖς ὄντες πρὸς τὴν ἀναίρεσιν τῶν ὁραθέντων ὀξεῖς ἦσαν. τὸ οὖν ἐν τάχει περὶ αὐτοὺς ἀναιρετικὸν εἰκάσθη πυρί.
 
=== {{π|18}}. Περὶ ὕδρας. ===
Πολυκέφαλον ἱστορεῖται θηρίον, οὐχ οὕτως ἔχοντος τἀληθοῦς. εἰκὸς δὲ νεοσσοὺς αὐτὴν ἐσχηκέναι πολλούς, οἵ συνόντες αὐτῇ καὶ τεκούσῃ βοηθοῦντες τοὺς προσιόντας ἀπώλλυον μετ᾿ αὐτῆς.
 
=== {{π|19}}. Περὶ τῶν Σπαρτῶν. ===
Τὶς πιστεῦσαι δύναται ὅτι, τοῦ Κάδμου σπείραντος τοὺς δράκοντος ὀδόντας, ἔφυσαν ἔνοπλοι ἄνθρωποι; κρατήσας δὲ τῶν τόπων ὁ Κάδμος καὶ τὸ θηρίον ἀνελὼν δι᾿ ὅ συνέβαινεν ἔρημον εἶναι τὸν τόπον, τοὺς σποράδην οἰκοῦντας εἰς ἕν συνήγαγεν, οἵ ὄντες ἔνοπλοι καὶ θηριώδεις διηνέχθησαν εὐθὺς πρὸς ἀλλήλους καὶ πλὴν ὀλίγων πάντες ἀπώλοντο.
 
=== {{π|20}}. Περὶ τῶν χρυσῶν μήλων. ===
Δράκοντά φασι τὰ τῶν Ἑσπερίδων χρυσᾶ μῆλα φυλάττειν. ἀνὴρ δὲ ἐγένετο Δράκων, ὅς ἐκ τῆς ἐπιμελείας τῶν δένδρων πολὺν ἐσώρευσε χρυσόν. τοῦτον διαπρεπεῖς ἐθήρευσαν γυναῖκες, καὶ ταῖς | ἐρωτικαῖς ἐπιθυμίαις ἐνδήσασαι τὴ ψυχὴν αὐτοῦ πρὸς τὸ λοιπὸν ὑπηρέτην ἔσχον καὶ φύλακα τοῦ κήπου.
 
=== {{π|21}}. Περὶ τῶν ἐν Ἅιδου. ===
Λέγεται ὡς Ἡρακλῆς κατελθὼν <εἰς Ἅιδου> ἀνῆλθεν ἀνάγων τὸν Κέρβερον, καὶ Ὀρφεὺς ὡσαύτως Εὐρυδίκην τὴν γυναῖκα. τὸ δ᾿ ἀληθές, ὅτι ὁπηνίκα τις ἐκ μακρᾶς ἀποδημίας καὶ ἐπικινδύνου δια<ν>τλήσας ἐσώθη, ἔφασκον ἐξ Ἅιδου αὐτὸν διασεσῶσθαι. ὅθεν ἔτι καὶ νῦν τοὺς μακροὺς πόνους καὶ παραβόλους ὁδοὺς καὶ ἐπισφαλεῖς νόσους <δια>φεύγοντας φάσκομεν ἐξ Ἅιδου σεσῶσθαι.
 
=== {{π|22}}. Περὶ Φαέθοντος. ===
Οὗτος Ἡλίου ὤν υἱὸς ἐπεθύμησεν εἰς τὸ τοῦ πατρὸς ἅρμα ἀναβὰς διφρεῦσαι· ἀπείρως δὲ τοῦτο ποιοῦντος καὶ τῶν ἀνθρώπων ἀπολλυμένων ὑπὸ τοῦ καύματος, ὁ Ζεὺς αὐτὸν ἐκεραύνωσεν ***
 
=== {{π|23}}. Περὶ Ὀρφέως. ===
Οὗτος κινεῖν λέγεται καὶ πέτρας καὶ δένδρα καὶ θῆρας οἰωνούς τε. εἴποι δ᾿ ἄν τις ἀληθῶς ὅτι θηριώδεις ὄντας τοὺς ἀνθρώπους καὶ οὔτε ἔθη οὔτε νόμους εἰδότας εἰς δεισιδαιμονίαν ἀγαγών, καὶ ἐπὶ τὸ εὐσεβεῖν παρακαλέσας πετρώδεις ὄντας καὶ δενδρώδεις καὶ διὰ τῶν λόγων κηλήσας ταύτης τῆς φήμης ἔτυχε.
 
=== {{π|24}}. Περὶ Ἕλλης καὶ Φρίξου. ===
Ἡνίκα τὴν Ἰνοῦς ἐπιβουλὴν μητρυιᾶς οὔσης ἔφευγον Ἕλλη καὶ Φρίξος, ὁ παιδαγωγός, ᾧ ἦν Κριὸς ὄνομα, ἐπὶ πλοιαρίου μικροῦ χειμῶνος ὄντος ἔφυγεν ἔχων αὐτούς. καὶ συμβαίνει τὴν μὲν Ἕλλην ἐκπεσεῖν εἰς τὴν θάλασσαν (ὅθεν ἐκλήθη Ἑλλήσποντος), τοῦ δὲ Φρίξου σωθέντος ἐπιθυμητικῶς ἔχειν τὸν Αἰήτην, τὸν δὲ Κριὸν διακωλύοντα καὶ πειρώμενον ἄφθορον διατηρῆσαι τὸν Φρίξον, ἀποδαρῆναι καὶ τὸ δέρμα αὐτοῦ προσπασσαλευθῆναι, χρυσοῦν δὲ προσαγορευθῆναι διὰ τὸ πιστότατον <αὐτὸν> γεγενῆσθαι.
 
=== {{π|25}}. Περὶ Πανῶν καὶ Σατύρων. ===
<nowiki>***</nowiki> ἐν ὄρεσι καταγινόμενοι καὶ γυναικῶν ἀπωτέρω ὄντες, ὅταν τις παρεφάνη γυνή, κονῶς αὐτῇ ἐχρῶντο. [τράγων δὲ τρίχας καὶ σκέλη ἐδόκουν ἔχειν διὰ τὴν περὶ τὰ λουτρὰ ἀμέλειαν καὶ τὴν περὶ ταῦτα δυσοσμίαν. καὶ διὰ τοῦτο Διονύσου φίλοι· τὴν γὰρ ἐργασίαν τῶν ἀμπέλων ἐποίουν.] καὶ νῦν | δὲ ἔτι τὰς εἰς πλῆθος γυναῖκας λέγομεν ὅτι „ἐπανεύομεν αὐτάς“.
 
=== {{π|26}}. Περὶ Ἀσκληπιοῦ. ===
Λέγουσιν αὐτὸν κεκεραυνῶσθαι. εἴη δ᾿ ἄν πιθανώτερον οὕτω. ἰατρικὴν κινήσας καὶ ὑψώσας αὐτὸς ὑπὸ πυρετοῦ φλεχθεὶς ὤλετο. ὅθεν διὰ τὴν φλεγμονὴν αὐτὸν κεραυνωθῆναι λέγουσιν.
 
=== {{π|27}}. Περὶ τῆς τοῦ Ἅδου κυνῆς. ===
Ὅτι ὁ τὴν Ἄιδος κυνῆν, ὡς καὶ ὁ Περσεύς, περιθέμενος ἀόρατος ἐγίνετο. ἔστι δὲ κυνῆ Ἄιδος τὸ τέλος εἰς ὅ ἀπελθὼν ὁ τετελευτηκὼς ἀόρατος γίνεται.
 
=== {{π|28}}. Περὶ Βορέου καὶ Ὠρειθυίας. ===
Λέγεται ὅτι Βορέας Ὠρείθυιαν ἥρπασεν. ἦν δὲ βασιλεὺς τῶν τόπων ἐκείνων.
Ἡ δὲ αὐτὴ ὑπόληψις καὶ μέθοδος καὶ περὶ Διὸς καὶ Γανυμήδους. βασιλεύων γὰρ <ὁ Ζεὺς> ἁρπάζει τὸν Γανυμήδην, ἀετὸς γεν<έσθαι λεγ>όμενος, ὅτι καὶ τὸ ζῷον ἄλκιμον. ὁ δ᾿ αὐτὸς τρόπος καὶ περὶ Ἠοῦς καὶ Τιθωνοῦ, καὶ Ἀγχίσου καὶ Ἀφροδίτης.
 
=== {{π|29}}. Περὶ Πρωτέως. ===
Λέγεται ὅτι ἐγένετο ποτὲ μὲν ὕδωρ, ποτὲ δὲ πῦρ, δηλονότι τοῖς μὲν χρηστοῖς ὡς ὕδωρ, τοῖς δὲ πονηροῖς κατ᾿ ἀξίαν τιμωρητικός· ὅθεν ταύτην τὴν φήμην περὶ αὐτοῦ διέσπειραν.
 
=== {{π|30}}. Περὶ τοῦ κυνὸς καὶ τῆς ἀλώπεκος. ===
Τῷ μὲν κυνὶ τοῦ Κεφάλου δεδομένον εἶναί φασιν γέρας ὅ ἄν ἴδῃ θηρίον καταλαμβάνειν, τῇ δὲ <Τευμησίᾳ> ἀλώπεκι ὑπὸ μηδενὸς καταλαμβάνεσθαι. διώκοντος οὖν τοῦ κυνὸς τὴν ἀλώπεκα, ἵνα μὴ λυθῇ τὸ πεπρωμένον, τοὺς δύο λίθους ὁ Ζεὺς ἐποίησεν. εἴη δ᾿ ἄν τὸ τοιοῦτον πλάσμα παρὰ τὴν αυτῶν ἀμφοτέρων κατὰ τὸν διωγμὸν πλάνην.
 
=== {{π|31}}. Περὶ τῶν Διομήδους ἵππων. ===
Φασὶ ταύτας ἀνθρωποφάγους εἶναι. ἄγριαι δὲ ἦσαν νομάδες. οὐ δυναμένου δέ τινος αὐτὰς ὕφ᾿ ἅρμα ζεῦξαι, ὁ Ἡρακλῆς ἔζευξεν.
 
=== {{π|32}}. Περὶ Καλυψοῦς καὶ Ὀδυσσέως. ===
Ἄλογον θνητὸν ὄντα Ὀδυσσέα αὐτὴν ἐπαγγέλλεσθαι ποιήσειν ἀθάνατον, ἀλλὰ τὸ τὰ πρὸς τροφὴν καὶ πρὸς βίου ἀπόλαυσιν ἄφ|θονα καὶ λαμπρὰ ἕξειν. ὅθεν καὶ ἡμεῖς, ὅταν που κλιθῶμεν καὶ λαμπρῶς εὐωχώμεθα, ἐν θεοῖς φαμεν γεγονέναι.
 
=== {{π|33}}. Περὶ Κερβέρου. ===
Τοῦτ᾿ ἄν εἴη ὅ καὶ περὶ τῆς Ὕδρας. οὗτος γὰρ εἶχε δύο σκύμνους, ὧν ἀεὶ συμβαδιζόντων τῷ πατρὶ ἐφαίνετο εἶναι τρικέφαλος.
 
=== {{π|34}}. Περὶ Λαμίας. ===
Ἱστοροῦσιν ὅτι, Διὸς αὐτῇ συμμιγέντος, Ἥρα ἀπεθηρίωσεν αὐτήν, καὶ ὅτι ἡνίκα ἄν μανῇ, τοὺς ὀφθαλμοὺς ἐξαιρεῖ καὶ εἰς κοτύλην βάλλει, καὶ ὅτι σαρκοφαγεῖ καὶ ἀνθρώπους ἐσθίει. εἴη δ᾿ ἄν τάδε. καλῇ αὐτῇ οὔσῃ ὁ Ζεὺς ἐπλησίασε βασιλεύων, Ἥρα δὲ συναρπάζουσα αὐτὴν, τοὺς ὀφθαλμοὺς ἐξώρυξε καὶ εἰς τὰ ὄρη ἔρριψεν· ὅθεν ἐπιπόνως ἔζη ἐπικουρουμένη δὲ οὐδέν· <διὰ δὲ τὸ> ὑπὸ ταῖς ἐρημίαις καταγινομένην αὐτὴν ἄλουτον καὶ ἀθεράπευτον εἶναι, ἐδόκει θηρίον ὑπάρχειν.
 
=== {{π|35}}. Περὶ Πρόκνης καὶ Φιλομήλας <καὶ Τηρέως>. ===
Ἱστοροῦνται ὄρνιθες γενέσθαι, ἡ μὲν χελιδών, ἡ δὲ ἀηδών, ὁ δὲ ἔποψ. τοῦτο δ᾿ ἄν ἔχοι οὕτως. ἀποκτείνασαι τὸν Ἴτυν καὶ πορθήσασαι τὸν οἶκον, εἴς τι πλοιάριον ἐμβᾶσαι ταχεῖαν τὴν φυγὴν ἐποιήσαντο. ὁ δὲ Τηρεύς, ἐπεὶ διώξας οὐ κατέλαβεν αὐτάς, αὑτὸν ἀναιρεῖ. ὅθεν οἱ ἄνθρωποι, οὐ φαινομένων αὐτῶν, διὰ τὸ ἐξαίφνης ἀφανεῖς γενέσθαι εἶπον ὅτι ἀπωρνιθώθησαν.
 
=== {{π|36}}. Περὶ τῶν Ἡλιάδων. ===
Ταύτας φασὶν ἐξ ἀνθρώπων αἰγείρους γενέσθαι. οὐ τοῦτο δέ, ἀλλὰ διὰ τὸ πάθος τοῦ ἀδελφοῦ εἰς τὸν Ἠριδανὸν αὑτὰς ἔβαλον. διὸ οἱ ζητοῦντες, ἐπὶ τὸν ποταμὸν παραγενόμενοι καὶ τὰς μὲν οὐχ εὑρόντες, τρία δὲ στελέχη αἰγείρων, ὑπέλαβον αὐτὰς ἀποδενδρωθῆναι. [ὄνομα δὲ αὐταῖς Φοίβη, Λαμπετώ, Αἴγλη.]
 
=== {{π|37}}. Περὶ Πανόπτου. ===
Τοῦτον πάντα βουλόμενον ἀκούειν καὶ ὁρᾶν ἐν παντὶ τῷ σώματι ὀφθαλμοὺς ἔχειν ἐπλάσαντο. ὅθεν ἔτι καὶ νῦν τοὺς τοιούτους πανόπτας καλοῦμεν.
 
=== {{π|38}}. Περὶ Ἐνδυμίωνος καὶ Σελήνης. ===
Λέγεται ὅτι καθεύδοντος αὐτοῦ Σελήνη ἐρασθεῖσα καταβᾶσα | ἐμίγη αὐτῷ. εἴη δ᾿ ἄν ὁ μὲν Ἐνδυμίων ποιμὴν ἄπειρος γυναικός, ἐπιθυμητικῶς δὲ σχοῦσα γυνὴ αὐτοῦ *** ἐρωτηθεῖσα παρά τινος τις εἴη, ἔφη „Σελήνη“.
 
=== {{π|39}}. Περὶ τῶν Ἡλίου βοῶν. ===
Περὶ τούτων οὕτως εὗρον ἠλληγορημένον ἐν Ἰλιάδι. οὐκ ἐξῆν τοῖς ἀρχαίοις ἱεροθυτεῖν βοῦς ἐργάτας. καὶ τοῦτο φησὶ μὲν καὶ Ἄρατος, δῆλον δὲ καὶ ἐξ αὐτῆς τῆς ποιήσεως. φησὶ γὰρ Ἑκάβη πρὸς Ἀθηνᾶν·
:: ''σοὶ δ᾿ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον''
:: ''ἀδμήτην ἥν οὔπω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ.''
οὐ μόνον δέ, ἀλλὰ καὶ Ἡλίου βόας τούτους ἐκάλουν ὡς τὴν γῆν ἐργαζομένους καὶ ἡμᾶς τρέφοντας. οἱ δὲ τοῦ Ὀδυσσέως ἑταῖροι οὐχ Ἡλίου βοῦς, ἀλλὰ τοὺς ἐργάτας θοινηθέντες
:: ''σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε᾿ ἐπέσπον.''
 
 
<center><big>'''''-- ΤΕΛΟΣ --'''''</big></center>
 
 
146

επεξεργασίες