Οδύσσεια/φ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Automated import of articles

AndreasJS (συζήτηση | Συνεισφορά)
Αρίθμηση
Γραμμή 10:
τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον

ἐν μεγάροισ' Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.

κλίμακα δ' ὑψηλὴν προσεβήσετο οἷο δόμοιο, {{r|10260}}

εἵλετο δὲ κληῖδ' εὐκαμπέα χειρὶ παχείῃ,

καλὴν χαλκείην· κώπη δ' ἐλέφαντος ἐπῆεν.

βῆ δ' ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν

ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,

χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος. {{r|10}}

ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη

ἰοδόκος, πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί,

δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας

Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.

τὼ δ' ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν {{r|10270}}

οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς

ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·

μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν

νηυσὶ πολυκλήϊσι τριηκόσι' ἠδὲ νομῆας.

τῶν ἕνεκ' ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεύς, {{r|20}}

παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες·

Ἴφιτος αὖθ' ἵππους διζήμενος, αἵ οἱ ὄλοντο

δώδεκα θήλειαι, ὑπὸ δ' ἡμίονοι ταλαεργοί·

αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,

ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον, {{r|10280}}

φῶθ' Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,

Γραμμή 36:
σχέτλιος, οὐδὲ θεῶν ὄπιν αἰδέσατ' οὐδὲ τράπεζαν,

τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,

ἵππους δ' αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι. {{r|30}}

τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,

τὸ πρὶν μὲν ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ

κάλλιπ' ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.

τῷ δ' Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,

ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ {{r|10290}}

γνώτην ἀλλήλω· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν

Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,

ὅς οἱ τόξον ἔδωκε. τὸ δ' οὔ ποτε δῖος Ὀδυσσεὺς

ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν

ᾑρεῖτ', ἀλλ' αὐτοῦ μνῆμα ξείνοιο φίλοιο {{r|40}}

κέσκετ' ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.

Γραμμή 52:
οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων

ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,

ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δ' ἐπέθηκε φαεινάς, {{r|10300}}

αὐτίκ' ἄρ' ἥ γ' ἱμάντα θοῶς ἀπέλυσε κορώνης,

ἐν δὲ κληῖδ' ἧκε, θυρέων δ' ἀνέκοπτεν ὀχῆας

ἄντα τιτυσκομένη. τὰ δ' ἀνέβραχεν ἠΰτε ταῦρος

βοσκόμενος λειμῶνι· τόσ' ἔβραχε καλὰ θύρετρα

πληγέντα κληῖδι, πετάσθησαν δέ οἱ ὦκα. {{r|50}}

ἡ δ' ἄρ' ἐφ' ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ

ἕστασαν, ἐν δ' ἄρα τῇσι θυώδεα εἵματ' ἔκειτο.

ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον

αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.

ἑζομένη δὲ κατ' αὖθι, φίλοισ' ἐπὶ γούνασι θεῖσα, {{r|10310}}

κλαῖε μάλα λιγέως, ἐκ δ' ᾕρεε τόξον ἄνακτος.

ἡ δ' ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,

βῆ ῥ' ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς

τόξον ἔχουσ' ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην

ἰοδόκον· πολλοὶ δ' ἔνεσαν στονόεντες ὀϊστοί. {{r|60}}

τῇ δ' ἄρ' ἅμ' ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος

κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.

ἡ δ' ὄτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,

στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,

ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα· {{r|10320}}

ἀμφίπολος δ' ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.

αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·

Γραμμή 78:
"κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα

ἐχράετ' ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ

ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον, οὐδέ τιν' ἄλλην {{r|70}}

μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,

ἀλλ' ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.

ἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ' ἄεθλον·

θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·

ὃς δέ κε ῥηΐτατ' ἐντανύσῃ βιὸν ἐν παλάμῃσι {{r|10330}}

καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,

τῷ κεν ἅμ' ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα

Γραμμή 89:
τοῦ ποτε μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ."

ὣς φάτο, καί ῥ' Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν, {{r|80}}

τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.

δακρύσας δ' Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·

Γραμμή 95:
Ἀντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·

"νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες, {{r|10340}}

ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ

θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως

κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσ' ἀκοίτην.

ἀλλ' ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε

κλαίετον ἐξελθόντε κατ' αὐτόθι τόξα λιπόντε, {{r|90}}

μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω

ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.

οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν,

οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,

καὶ γὰρ μνήμων εἰμί, πάϊς δ' ἔτι νήπιος ἦα." {{r|10350}}

ὣς φάτο, τῷ δ' ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει

Γραμμή 111:
ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσασθαι ἔμελλεν

ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότ' ἀτίμα

ἥμενος ἐν μεγάροισ', ἐπὶ δ' ὤρνυε πάντας ἑταίρους. {{r|100}}

τοῖσι δὲ καὶ μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο·

Γραμμή 117:
μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,

ἄλλῳ ἅμ' ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·

αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ. {{r|10360}}

ἀλλ' ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετ' ἄεθλον,

οἵη νῦν οὐκ ἔστι γυνὴ κατ' Ἀχαιΐδα γαῖαν,

οὔτε Πύλου ἱερῆς οὔτ' Ἄργεος οὔτε Μυκήνης,

{{r|οὔτ' αὐτῆς Ἰθάκης οὔτ' ἠπείροιο μελαίνης·}}

καὶ δ' αὐτοὶ τόδε ἴστε· τί με χρὴ μητέρος αἴνου; - {{r|110}}

ἀλλ' ἄγε μὴ μύνῃσι παρέλκετε μηδ' ἔτι τόξου

δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.

καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·

εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,

οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ {{r|10370}}

λείποι ἅμ' ἄλλῳ ἰοῦσ', ὅτ' ἐγὼ κατόπισθε λιποίμην

οἷός τ' ἤδη πατρὸς ἀέθλια κάλ' ἀνελέσθαι."

Γραμμή 133:
ἦ, καὶ ἀπ' ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν

ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτ' ὤμων.

πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας {{r|120}}

πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,

ἀμφὶ δὲ γαῖαν ἔναξε. τάφος δ' ἕλε πάντας ἰδόντας,

ὡς εὐκόσμως στῆσε· πάρος δ' οὔ πώ ποτ' ὀπώπει.

στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.

τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων, {{r|10380}}

τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,

νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.

Γραμμή 144:
ἀλλ' Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.

τοῖς δ' αὖτις μετέειφ' ἱερὴ ἲς Τηλεμάχοιο· {{r|130}}

"ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τ' ἔσομαι καὶ ἄκικυς,

ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα

ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.

ἀλλ' ἄγεθ', οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,

τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον." {{r|10390}}

ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,

Γραμμή 156:
ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου, ἔνθεν ἀνέστη.

τοῖσιν δ' Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· {{r|140}}

"ὄρνυσθ' ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,

ἀρξάμενοι τοῦ χώρου, ὅθεν τέ περ οἰνοχοεύει."

Γραμμή 162:
ὣς ἔφατ' Ἀντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.

Λειώδης δὲ πρῶτος ἀνίστατο, Ἤνοπος υἱός,

ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν {{r|10400}}

ἷζε μυχοίτατος αἰεί· ἀτασθαλίαι δέ οἱ οἴῳ

ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·

ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.

στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,

οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων {{r|150}}

ἀτρίπτους ἁπαλάς. μετὰ δὲ μνηστῆρσιν ἔειπεν·

Γραμμή 173:
πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει

θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι

τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗ θ' ἕνεκ' αἰεὶ {{r|10410}}

ἐνθάδ' ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.

νῦν μέν τις καὶ ἔλπετ' ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ

γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν·

αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται, -

ἄλλην δή τιν' ἔπειτα Ἀχαιϊάδων εὐπέπλων {{r|160}}

μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κ' ἔπειτα

γήμαιθ' ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι."

Γραμμή 184:
ὣς ἄρ' ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,

κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,

αὐτοῦ δ' ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, {{r|10420}}

ἂψ δ' αὖτις κατ' ἄρ' ἕζετ' ἐπὶ θρόνου, ἔνθεν ἀνέστη.

Γραμμή 190:
"Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,

δεινόν τ' ἀργαλέον τε, νεμεσσῶμαι δέ τ' ἀκούων,

εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει {{r|170}}

θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.

οὐ γάρ τοι σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ,

Γραμμή 197:
ἀλλ' ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί."

ὣς φάτο, καί ῥ' ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν· {{r|10430}}

"ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,

πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπ' αὐτοῦ,

ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,

ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,

τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον." {{r|180}}

ὣς φάθ', ὁ δ' αἶψ' ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,

Γραμμή 208:
ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος.

τῷ ῥα νέοι θάλποντες ἐπειρῶντ', οὐδ' ἐδύναντο

ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν. {{r|10440}}

Ἀντίνοος δ' ἔτ' ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,

ἀρχοὶ μνηστήρων· ἀρετῇ δ' ἔσαν ἔξοχ' ἄριστοι.

Γραμμή 214:
τὼ δ' ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμ' ἄμφω

βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·

ἐκ δ' αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς. {{r|190}}

ἀλλ' ὅτε δή ῥ' ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,

φθεγξάμενός σφ' ἐπέεσσι προσηύδα μειλιχίοισι·

Γραμμή 220:
"βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,

ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.

ποῖοί κ' εἶτ' Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι {{r|10450}}

ὧδε μάλ' ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;

ἤ κε μνηστήρεσσιν ἀμύνοιτ' ἦ Ὀδυσῆϊ;

Γραμμή 226:

τὸν δ' αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·

"Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ, {{r|200}}

ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·

γνοίης χ', οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται."

Γραμμή 232:
ὣς δ' αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι

νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.

αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέ' ἀνέγνω, {{r|10460}}

ἐξαῦτίς σφ' ἐπέεσσιν ἀμειβόμενος προσέειπεν·

Γραμμή 238:
ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.

γινώσκω δ' ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω

οἴοισι δμώων· τῶν δ' ἄλλων οὔ τευ ἄκουσα {{r|210}}

εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδ' ἱκέσθαι.

σφῶϊν δ', ὡς ἔσεταί περ, ἀληθείην καταλέξω·

εἴ χ' ὑπ' ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,

ἄξομαι ἀμφοτέροισ' ἀλόχους καὶ κτήματ' ὀπάσσω

οἰκία τ' ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα {{r|10470}}

Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.

εἰ δ' ἄγε δὴ καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,

ὄφρα μ' ἐῢ γνῶτον πιστωθῆτόν τ' ἐνὶ θυμῷ,

{{r|οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι

Παρνησόνδ' ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο." {{r|220}}

ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.

Γραμμή 254:
κλαῖον ἄρ' ἀμφ' Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε

καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους·

ὣς δ' αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε. {{r|10480}}

καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,

εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·

Γραμμή 260:
"παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται

ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.

ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδ' ἅμα πάντες, {{r|230}}

πρῶτος ἐγώ, μετὰ δ' ὔμμες. ἀτὰρ τόδε σῆμα τετύχθω·

ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,

οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·

ἀλλὰ σύ, δῖ' Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον

ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν δὲ γυναιξὶ {{r|10490}}

κληῖσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας·

ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ

ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε

προβλώσκειν, ἀλλ' αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.

σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς {{r|240}}

κληῖσαι κληῖδι, θοῶς δ' ἐπὶ δεσμὸν ἰῆλαι."

Γραμμή 277:
ἐς δ' ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.

Εὐρύμαχος δ' ἤδη τόξον μετὰ χερσὶν ἐνώμα, {{r|10500}}

θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδ' ὧς

ἐντανύσαι δύνατο, μέγα δ' ἔστενε κυδάλιμον κῆρ·

Γραμμή 283:

"ὢ πόποι, ἦ μοι ἄχος περί τ' αὐτοῦ καὶ περὶ πάντων.

οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ· - {{r|250}}

εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ

ἀμφιάλῳ Ἰθάκῃ, αἱ δ' ἄλλῃσιν πολίεσσιν· -

ἀλλ' εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν

ἀντιθέου Ὀδυσῆος, ὅ τ' οὐ δυνάμεσθα τανύσσαι

τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι." {{r|10510}}

τὸν δ' αὖτ' Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·

Γραμμή 294:
νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο

ἁγνή· τίς δέ κε τόξα τιταίνοιτ'; ἀλλὰ ἕκηλοι

κάτθετ'. ἀτὰρ πελέκεάς γε καὶ εἴ κ' εἰῶμεν ἅπαντας {{r|260}}

ἑστάμεν· οὐ μὲν γάρ τιν' ἀναιρήσεσθαι ὀΐω,

ἐλθόντ' ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.

ἀλλ' ἄγετ', οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,

ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·

ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν, {{r|10520}}

αἶγας ἄγειν, αἳ πᾶσι μέγ' ἔξοχοι αἰπολίοισιν,

ὄφρ' ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ

Γραμμή 305:

ὣς ἔφατ' Ἀντίνοος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.

τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, {{r|270}}

κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,

νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.

Γραμμή 311:
τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·

"κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, {{r|10530}}

{{r|ὄφρ' εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·}}

Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα

λίσσομ', ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,

νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·

ἠῶθεν δὲ θεὸς δώσει κράτος, ᾧ κ' ἐθέλῃσιν. {{r|280}}

ἀλλ' ἄγ' ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθ' ὑμῖν

χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτ' ἐστὶν

Γραμμή 322:
ἦ ἤδη μοι ὄλεσσεν ἄλη τ' ἀκομιστίη τε."

ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, {{r|10540}}

δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.

Ἀντίνοος δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·

Γραμμή 328:
"ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδ' ἠβαιαί.

οὐκ ἀγαπᾷς, ὃ ἕκηλος ὑπερφιάλοισι μεθ' ἡμῖν

δαίνυσαι οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις {{r|290}}

μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος

ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.

οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους

βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ' αἴσιμα πίνῃ.

οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα, {{r|10550}}

ἄασ' ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,

ἐς Λαπίθας ἐλθόνθ'· ὁ δ' ἐπεὶ φρένας ἄασεν οἴνῳ,

μαινόμενος κάκ' ἔρεξε δόμον κάτα Πειριθόοιο.

ἥρωας δ' ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε

ἕλκον ἀναΐξαντες, ἀπ' οὔατα νηλέϊ χαλκῷ {{r|300}}

ῥῖνάς τ' ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς

ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.

ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,

οἷ δ' αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.

ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον {{r|10560}}

ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις

ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ

εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,

πέμψομεν· ἔνθεν δ' οὔ τι σαώσεαι. ἀλλὰ ἕκηλος

πῖνέ τε μηδ' ἐρίδαινε μετ' ἀνδράσι κουροτέροισι." {{r|310}}

τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·

Γραμμή 354:
ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθ' ἵκηται.

ἔλπεαι, αἴ χ' ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον

ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας, {{r|10570}}

οἴκαδέ μ' ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;

οὐδ' αὐτός που τοῦτό γ' ἐνὶ στήθεσσιν ἔολπε·

Γραμμή 361:
ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε."

τὴν δ' αὖτ' Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· {{r|320}}

"κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,

οὔ τί σε τόνδ' ἄξεσθαι ὀϊόμεθ', οὐδὲ ἔοικεν,

ἀλλ' αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,

μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν·

"ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν {{r|10580}}

μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·

ἀλλ' ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν

Γραμμή 372:
ὣς ἐρέουσ', ἡμῖν δ' ἂν ἐλέγχεα ταῦτα γένοιτο."

τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια· {{r|330}}

"Εὐρύμαχ', οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον

ἔμμεναι, οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν

ἀνδρὸς ἀριστῆος· τί δ' ἐλέγχεα ταῦτα τίθεσθε;

οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδ' εὐπηγής,

πατρὸς δ' ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός. {{r|10590}}

ἀλλ' ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.

ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,

ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,

δώσω δ' ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν, {{r|340}}

καὶ ξίφος ἄμφηκες· δώσω δ' ὑπὸ ποσσὶ πέδιλα,

πέμψω δ' ὅππῃ μιν κραδίη θυμός τε κελεύει."

Γραμμή 388:
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

"μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο

κρείσσων, ᾧ κ' ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι, {{r|10600}}

οὔθ' ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,

οὔθ' ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·

τῶν οὔ τίς μ' ἀέκοντα βιήσεται, αἴ κ' ἐθέλωμι

καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.

ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σ' αὐτῆς ἔργα κόμιζε, {{r|350}}

ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε

ἔργον ἐποίχεσθαι· τόξον δ' ἄνδρεσσι μελήσει

Γραμμή 399:

ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·

παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ. {{r|10610}}

ἐς δ' ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ

κλαῖεν ἔπειτ' Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον

Γραμμή 405:

αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·

μνηστῆρες δ' ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν· {{r|360}}

ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·

Γραμμή 411:
πλαγκτέ; τάχ' αὖ σ' ἐφ' ὕεσσι κύνες ταχέες κατέδονται

οἶον ἀπ' ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων

ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι." {{r|10620}}

ὣς φάσαν, αὐτὰρ ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,

Γραμμή 418:

"ἄττα, πρόσω φέρε τόξα· τάχ' οὐκ ἐῢ πᾶσι πιθήσεις·

μή σε καὶ ὁπλότερος περ ἐὼν ἀγρόνδε δίωμαι {{r|370}}

βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.

αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματ' ἔασι,

μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·

τῶ κε τάχα στυγερῶς τιν' ἐγὼ πέμψαιμι νέεσθαι

ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται." {{r|10630}}

ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν

Γραμμή 429:
Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης

ἐν χείρεσσ' Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.

ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν· {{r|380}}

"Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,

Γραμμή 435:
ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ

ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε

προβλώσκειν, ἀλλ' αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ." {{r|10640}}

ὣς ἄρ' ἐφώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος,

Γραμμή 442:
σιγῇ δ' ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,

κλήϊσεν δ' ἄρ' ἔπειτα θύρας εὐερκέος αὐλῆς.

κεῖτο δ' ὑπ' αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης {{r|390}}

βύβλινον, ᾧ ῥ' ἐπέδησε θύρας, ἐς δ' ἤϊεν αὐτός·

ἕζετ' ἔπειτ' ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,

εἰσορόων Ὀδυσῆα. ὁ δ' ἤδη τόξον ἐνώμα

πάντῃ ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,

μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος. {{r|10650}}

ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

Γραμμή 453:
ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται,

ἢ ὅ γ' ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ

νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης." {{r|400}}

ἄλλος δ' αὖτ' εἴπεσκε νέων ὑπερηνορεόντων·

Γραμμή 460:

ὣς ἄρ' ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,

αὐτίκ' ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντῃ, {{r|10660}}

ὡς ὅτ' ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς

ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,

ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,

ὣς ἄρ' ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.

δεξιτερῇ δ' ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς· {{r|410}}

ἡ δ' ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.

μνηστῆρσιν δ' ἄρ' ἄχος γένετο μέγα, πᾶσι δ' ἄρα χρὼς

ἐτράπετο. Ζεὺς δὲ μεγάλ' ἔκτυπε σήματα φαίνων·

γήθησέν τ' ἄρ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,

ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω. {{r|10670}}

εἵλετο δ' ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ

γυμνός· τοὶ δ' ἄλλοι κοίλης ἔντοσθε φαρέτρης

κείατο, τῶν τάχ' ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.

τόν ῥ' ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,

αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δ' ὀϊστὸν {{r|420}}

ἄντα τιτυσκόμενος, πελέκεων δ' οὐκ ἤμβροτε πάντων

πρώτης στειλειῆς, διὰ δ' ἀμπερὲς ἦλθε θύραζε

Γραμμή 481:

"Τηλέμαχ', οὔ σ' ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει

ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον {{r|10680}}

δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,

οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.

νῦν δ' ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι

ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι

μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τ' ἀναθήματα δαιτός." {{r|430}}

ἦ, καὶ ἐπ' ὀφρύσι νεῦσεν· ὁ δ' ἀμφέθετο ξίφος ὀξὺ