Οδύσσεια/υ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Automated import of articles

AndreasJS (συζήτηση | Συνεισφορά)
Αρίθμηση
Γραμμή 14:
ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ,

ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι.

τοῦ δ' ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· {{r|9870}}

πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν, {{r|10}}

ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,

ἦ ἔτ' ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι

Γραμμή 25:

"τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ' ἔτλης,

ἤματι τῷ, ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ {{r|9880}}

ἰφθίμους ἑτάρους· σὺ δ' ἐτόλμας, ὄφρα σε μῆτις {{r|20}}

ἐξάγαγ' ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι."

Γραμμή 36:
αἰόλλῃ, μάλα δ' ὦκα λιλαίεται ὀπτηθῆναι,

ὣς ἄρ' ὅ γ' ἔνθα καὶ ἔνθα ἑλίσσετο μερμηρίζων,

ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει, {{r|9890}}

μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη {{r|30}}

οὐρανόθεν καταβᾶσα, δέμας δ' ἤϊκτο γυναικί·

στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε·

Γραμμή 48:
"ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες·

ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,

ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω, {{r|9900}}

μοῦνος ἐών· οἱ δ' αἰὲν ἀολλέες ἔνδον ἔασι. {{r|40}}

πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω·

εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι,

Γραμμή 59:
αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω

ἐν πάντεσσι πόνοισ'. ἐρέω δέ τοι ἐξαναφανδόν·

εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων {{r|9910}}

νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ, {{r|50}}

καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα.

ἀλλ' ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν

Γραμμή 70:
λυσιμελής, ἄλοχος δ' ἄρ' ἐπέγρετο κεδνὰ ἰδυῖα,

κλαῖεν δ' ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν.

αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν, {{r|9920}}

Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν· {{r|60}}

"Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη

Γραμμή 81:
τῇσι τοκῆας μὲν φθεῖσαν θεοί, αἱ δ' ἐλίποντο

ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖ' Ἀφροδίτη

τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ· {{r|9930}}

Ἥρη δ' αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν {{r|70}}

εἶδος καὶ πινυτήν, μῆκος δ' ἔπορ' Ἄρτεμις ἁγνή,

ἔργα δ' Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.

Γραμμή 91:
τόφρα δὲ τὰς κούρας Ἅρπυιαι ἀνηρέψαντο

καί ῥ' ἔδοσαν στυγερῇσιν Ἐρινύσιν ἀμφιπολεύειν·

ὣς ἔμ' ἀϊστώσειαν Ὀλύμπια δώματ' ἔχοντες, {{r|9940}}

ἠέ μ' ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρ' Ὀδυσῆα {{r|80}}

ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,

μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.

Γραμμή 101:
αὐτὰρ ἐμοὶ καὶ ὀνείρατ' ἐπέσσευεν κακὰ δαίμων.

τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,

τοῖος ἐὼν, οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ {{r|9950}}

χαῖρ', ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλ' ὕπαρ ἤδη." {{r|90}}

ὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

Γραμμή 113:

"Ζεῦ πάτερ, εἴ μ' ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν

ἤγετ' ἐμὴν ἐς γαῖαν, ἐπεί μ' ἐκακώσατε λίην, {{r|9960}}

φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων {{r|100}}

ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω."

Γραμμή 124:
τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες

ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν·

αἱ μὲν ἄρ' ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν, {{r|9970}}

ἡ δὲ μί' οὔ πω παύετ', ἀφαυροτάτη δὲ τέτυκτο· {{r|110}}

ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·

Γραμμή 135:
ἐν μεγάροισ' Ὀδυσῆος ἑλοίατο δαῖτ' ἐρατεινήν,

οἳ δή μοι καμάτῳ θυμαλγέϊ γούνατ' ἔλυσαν

ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν." {{r|9980}}

ὣς ἄρ' ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς {{r|120}}

Ζηνός τε βροντῇ· φάτο γὰρ τείσασθαι ἀλείτας.

Γραμμή 149:
στῆ δ' ἄρ' ἐπ' οὐδὸν ἰών, πρὸς δ' Εὐρύκλειαν ἔειπε·

"μαῖα φίλη, πῶς ξεῖνον ἐτιμήσασθ' ἐνὶ οἴκῳ {{r|9990}}

εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής; {{r|130}}

τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·

ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων

Γραμμή 160:
σίτου δ' οὐκέτ' ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.

ἀλλ' ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνῄσκοντο,

ἡ μὲν δέμνι' ἄνωγεν ὑποστορέσαι δμῳῇσιν, {{r|10000}}

αὐτὰρ ὅ γ', ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος, {{r|140}}

οὐκ ἔθελ' ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,

ἀλλ' ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν

Γραμμή 172:
Εὐρύκλει', Ὦπος θυγάτηρ Πεισηνορίδαο·

"ἄγρειθ', αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι {{r|10010}}

ῥάσσατέ τ' ἔν τε θρόνοισ' εὐποιήτοισι τάπητας {{r|150}}

βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας

πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας

Γραμμή 183:
ὣς ἔφαθ', αἱ δ' ἄρα τῆς μάλα μὲν κλύον ἠδ' ἐπίθοντο.

αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,

αἱ δ' αὐτοῦ κατὰ δώματ' ἐπισταμένως πονέοντο. {{r|10020}}

ἐς δ' ἦλθον δρηστῆρες ἀγήνορες· οἱ μὲν ἔπειτα {{r|160}}

εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες

ἦλθον ἀπὸ κρήνης. ἐπὶ δέ σφισιν ἦλθε συβώτης

Γραμμή 196:

τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

"αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τεισαίατο λώβην, {{r|10030}}

ἣν οἵδ' ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται {{r|170}}

οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδ' αἰδοῦς μοῖραν ἔχουσιν."

Γραμμή 208:

"ξεῖν', ἔτι καὶ νῦν ἐνθάδ' ἀνιήσεις κατὰ δῶμα

ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε; {{r|10040}}

πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω {{r|180}}

πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον

αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλοθι δαῖτες Ἀχαιῶν."

Γραμμή 220:
πορθμῆες δ' ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους

ἀνθρώπους πέμπουσιν, ὅτίς σφεας εἰσαφίκηται.

καὶ τὰ μὲν εὖ κατέδησεν ὑπ' αἰθούσῃ ἐριδούπῳ, {{r|10050}}

αὐτὸς δ' αὖτ' ἐρέεινε συβώτην ἄγχι παραστάς· {{r|190}}

"τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,

Γραμμή 233:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

"χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω {{r|10060}}

ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖσ' ἔχεαι πολέεσσι. {{r|200}}

Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·

οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,

Γραμμή 243:
εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.

εἰ δ' ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,

ὤ μοι ἔπειτ' Ὀδυσῆος ἀμύμονος, ὅς μ' ἐπὶ βουσὶν {{r|10070}}

εἷσ' ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ. {{r|210}}

νῦν δ' αἱ μὲν γίνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως

ἀνδρί γ' ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·

Γραμμή 253:
αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι

πόλλ' ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος

ἄλλων δῆμον ἱκέσθαι ἰόντ' αὐτῇσι βόεσσιν {{r|10080}}

ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον αὖθι μένοντα {{r|220}}

βουσὶν ἐπ' ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν.

καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων

Γραμμή 264:
"βουκόλ', ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικας,

γινώσκω δὲ καὶ αὐτός, ὅ τοι πινυτὴ φρένας ἵκει,

τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· {{r|10090}}

ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος, {{r|230}}

ἱστίη τ' Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·

ἦ σέθεν ἐνθάδ' ἐόντος ἐλεύσεται οἴκαδ' Ὀδυσσεύς·

Γραμμή 276:

ὣς δ' αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι

νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. {{r|10100}}

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· {{r|240}}

μνηστῆρες δ' ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε

ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις,

Γραμμή 289:
ὣς ἔφατ' Ἀμφίνομος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.

ἐλθόντες δ' ἐς δώματ' Ὀδυσσῆος θείοιο

χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, {{r|10110}}

οἱ δ' ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, {{r|250}}

ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην·

σπλάγχνα δ' ἄρ' ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον

Γραμμή 300:
Τηλέμαχος δ' Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν,

ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,

δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν· {{r|10120}}

πὰρ δ' ἐτίθει σπλάγχνων μοίρας, ἐν δ' οἶνον ἔχευεν {{r|260}}

ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·

Γραμμή 312:

ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες

Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε. {{r|10130}}

τοῖσιν δ' Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· {{r|270}}

"καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,

Γραμμή 326:
ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.

οἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἑρύσαντο, {{r|10140}}

μοίρας δασσάμενοι δαίνυντ' ἐρικυδέα δαῖτα. {{r|280}}

πὰρ δ' ἄρ' Ὀδυσσῆϊ μοῖραν θέσαν, οἳ πονέοντο,

ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει

Γραμμή 337:
ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,

Κτήσιππος δ' ὄνομ' ἔσκε, Σάμῃ δ' ἐνὶ οἰκία ναῖεν·

ὃς δή τοι κτεάτεσσι πεποιθὼς πατρὸς ἑοῖο {{r|10150}}

μνάσκετ' Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα. {{r|290}}

ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·

Γραμμή 349:
δμώων, οἳ κατὰ δώματ' Ὀδυσσῆος θείοιο."

ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ, {{r|10160}}

κείμενον ἐκ κανέοιο λαβών· ὁ δ' ἀλεύατ' Ὀδυσσεὺς {{r|300}}

ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ

σαρδάνιον μάλα τοῖον· ὁ δ' εὔδμητον βάλε τοῖχον.

Γραμμή 360:
καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο

ἐνθάδε. τῶ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ

φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα, {{r|10170}}

ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δ' ἔτι νήπιος ἦα. {{r|310}}

ἀλλ' ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,

μήλων σφαζομένων οἴνοιό τε πινομένοιο

Γραμμή 370:
τεθνάμεν ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασθαι,

ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας

ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά." {{r|10180}}

ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. {{r|320}}

ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·

Γραμμή 382:
ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.

ὄφρα μὲν ὕμιν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει

νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε, {{r|10190}}

τόφρ' οὔ τις νέμεσις μενέμεν τ' ἦν ἰσχέμεναί τε {{r|330}}

μνηστῆρας κατὰ δώματ', ἐπεὶ τόδε κέρδιον ἦεν,

εἰ νόστησ' Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·

Γραμμή 393:

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

"οὐ μὰ Ζῆν', Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο, {{r|10200}}

ὅς που τῆλ' Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται, {{r|340}}

οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω

γήμασθ' ᾧ κ' ἐθέλῃ, ποτὶ δ' ἄσπετα δῶρα δίδωμι·

Γραμμή 404:
οἱ δ' ἤδη γναθμοῖσι γελώων ἀλλοτρίοισιν,

αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δ' ἄρα σφέων

δακρυόφιν πίμπλαντο, γόον δ' ὠΐετο θυμός. {{r|10210}}

τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· {{r|350}}

"ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων

Γραμμή 416:

ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν.

τοῖσιν δ' Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ' ἀγορεύειν· {{r|10220}}

"ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς. {{r|360}}

ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε

εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει."

Γραμμή 428:
τοῖσ' ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν

ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδ' ἀλέαιτο

μνηστήρων, οἳ δῶμα κατ' ἀντιθέου Ὀδυσῆος {{r|10230}}

ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε." {{r|370}}

ὣς εἰπὼν ἐξῆλθε δόμων ἐῢ ναιεταόντων,

Γραμμή 440:
οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,

σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων

ἔμπαιον οὐδὲ βίης, ἀλλ' αὔτως ἄχθος ἀρούρης· {{r|10240}}

ἄλλος δ' αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι. {{r|380}}

ἀλλ' εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·

τοὺς ξείνους ἐν νηῒ πολυκλήϊδι βαλόντες

Γραμμή 452:
ἡ δὲ κατ' ἄντηστιν θεμένη περικαλλέα δίφρον

κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,

ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουε. {{r|10250}}

δεῖπνον μὲν γὰρ τοί γε γελώοντες τετύκοντο {{r|390}}

ἡδύ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλ' ἱέρευσαν·

δόρπου δ' οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,