Οδύσσεια/ρ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Automated import of articles

AndreasJS (συζήτηση | Συνεισφορά)
Αρίθμηση
Γραμμή 13:

"ἄττ', ἦ τοι μὲν ἐγὼν εἶμ' ἐς πόλιν, ὄφρα με μήτηρ

ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω {{r|8230}}

κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,

πρίν γ' αὐτόν με ἴδηται· ἀτὰρ σοί γ' ὧδ' ἐπιτέλλω·

τὸν ξεῖνον δύστηνον ἄγ' ἐς πόλιν, ὄφρ' ἂν ἐκεῖθι {{r|10}}

δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κ' ἐθέλῃσι,

πύρνον καὶ κοτύλην· ἐμὲ δ' οὔ πως ἔστιν ἅπαντας

Γραμμή 24:

τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

"ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω. {{r|8240}}

πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατ' ἀγροὺς

δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κ' ἐθέλῃσιν.

οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί, {{r|20}}

ὥς τ' ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.

ἀλλ' ἔρχευ· ἐμὲ δ' ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,

Γραμμή 35:

ὣς φάτο, Τηλέμαχος δὲ διὲκ σταθμοῖο βεβήκει,

κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν. {{r|8250}}

αὐτὰρ ἐπεί ῥ' ἵκανε δόμους ἐῢ ναιετάοντας,

ἔγχος μέν ῥ' ἔστησε φέρων πρὸς κίονα μακρήν,

αὐτὸς δ' εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν. {{r|30}}

τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,

Γραμμή 48:

ἡ δ' ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,

Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ, {{r|8260}}

ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,

κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,

καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· {{r|40}}

"ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος· οὔ σ' ἔτ' ἐγώ γε

Γραμμή 60:
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

"μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ

ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον· {{r|8270}}

ἀλλ' ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ' ἑλοῦσα,

{{r|εἰς ὑπερῷ' ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν}}

εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας {{r|50}}

ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.

αὐτὰρ ἐγὼν ἀγορήνδε ἐλεύσομαι, ὄφρα καλέσσω

Γραμμή 71:
ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω."

ὣς ἄρ' ἐφώνησεν, τῇ δ' ἄπτερος ἔπλετο μῦθος. {{r|8280}}

ἡ δ' ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ' ἑλοῦσα,

εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας

ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ. {{r|60}}

Τηλέμαχος δ' ἄρ' ἔπειτα διὲκ μεγάροιο βεβήκει

Γραμμή 82:
ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο

ἔσθλ' ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.

αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον, {{r|8290}}

ἀλλ' ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδ' Ἁλιθέρσης,

οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,

ἔνθα καθέζετ' ἰών· τοὶ δ' ἐξερέεινον ἕκαστα. {{r|70}}

τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθε

ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδ' ἄρ' ἔτι δὴν

Γραμμή 94:
ὥς τοι δῶρ' ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε."

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· {{r|8300}}

"Πείραι', οὐ γάρ τ' ἴδμεν, ὅπως ἔσται τάδε ἔργα.

εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι

λάθρῃ κτείναντες πατρώϊα πάντα δάσωνται, {{r|80}}

αὐτὸν ἔχοντα σὲ βούλομ' ἐπαυρέμεν ἤ τινα τῶνδε·

εἰ δέ κ' ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,

Γραμμή 105:
αὐτὰρ ἐπεί ῥ' ἵκοντο δόμους ἐῢ ναιετάοντας,

χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,

ἐς δ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. {{r|8310}}

τοὺς δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,

ἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,

ἔκ ῥ' ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον. {{r|90}}

χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα

καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,

Γραμμή 115:
εἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων.

μήτηρ δ' ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο

κλισμῷ κεκλιμένη, λέπτ' ἠλάκατα στρωφῶσα. {{r|8320}}

οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· {{r|100}}

"Τηλέμαχ', ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα

Γραμμή 127:
νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας."

τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· {{r|8330}}

"τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.

ᾠχόμεθ' ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·

δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν {{r|110}}

ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἷα

ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος

Γραμμή 137:
ζωοῦ οὐδὲ θανόντος ἐπιχθονίων τευ ἀκοῦσαι,

ἀλλά μ' ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,

ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν. {{r|8340}}

ἔνθ' ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ

Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.

εἴρετο δ' αὐτίκ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος, {{r|120}}

ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·

αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα.

Γραμμή 147:
ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.

ὡς δ' ὁπότ' ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος

νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς {{r|8350}}

κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα

βοσκομένη, ὁ δ' ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,

ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, {{r|130}}

ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.

αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,

Γραμμή 157:
κὰδ δ' ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,

τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·

πάντες κ' ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. {{r|8360}}

ταῦτα δ' ἅ μ' εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε

ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ' ἀπατήσω·

ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, {{r|140}}

τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω.

φῆ μιν ὅ γ' ἐν νήσῳ ἰδέειν κρατέρ' ἄλγε' ἔχοντα,

Γραμμή 167:
οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,

οἵ κέν μιν πέμποιεν ἐπ' εὐρέα νῶτα θαλάσσης."

ὣς ἔφατ' Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος. {{r|8370}}

ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον

ἀθάνατοι, τοί μ' ὦκα φίλην ἐς πατρίδ' ἔπεμψαν."

ὣς φάτο, τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε. {{r|150}}

τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·

Γραμμή 179:
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα

ἱστίη τ' Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,

ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ, {{r|8380}}

ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,

ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει,

οἷον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς {{r|160}}

ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν."

Γραμμή 191:

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·

μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο {{r|8390}}

δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες

ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.

ἀλλ' ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα {{r|170}}

πάντοθεν ἐξ ἀγρῶν, οἱ δ' ἤγαγον οἳ τὸ πάρος περ,

καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα

Γραμμή 202:
ἔρχεσθε πρὸς δώμαθ', ἵν' ἐντυνώμεθα δαῖτα·

οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι."

ὣς ἔφαθ', οἱ δ' ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ. {{r|8400}}

ὣς ἔφαθ', οἱ δ' ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ. {{r|8400}}

αὐτὰρ ἐπεί ῥ' ἵκοντο δόμους ἐῢ ναιετάοντας,

χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,

οἱ δ' ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, {{r|180}}

ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,

δαῖτ' ἐντυνόμενοι. τοὶ δ' ἐξ ἀγροῖο πόλινδε

Γραμμή 215 ⟶ 214 :
"ξεῖν', ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδ' ἴμεναι μενεαίνεις

σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός· - ἦ σ' ἂν ἐγώ γε

αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι· {{r|8410}}

ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω

νεικείῃ· χαλεπαὶ δέ τ' ἀνάκτων εἰσὶν ὁμοκλαί· -

ἀλλ' ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα {{r|190}}

ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται."

Γραμμή 227 ⟶ 226 :
σκηρίπτεσθ', ἐπεὶ ἦ φατ' ἀρισφαλέ' ἔμμεναι οὐδόν."

ἦ ῥα, καὶ ἀμφ' ὤμοισιν ἀεικέα βάλλετο πήρην, {{r|8420}}

πυκνὰ ῥωγαλέην, ἐν δὲ στρόφος ἦεν ἀορτήρ·

Εὔμαιος δ' ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.

τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες {{r|200}}

ῥύατ' ὄπισθε μένοντες. ὁ δ' ἐς πόλιν ἦγεν ἄνακτα

πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,

Γραμμή 238 ⟶ 237 :
ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο

τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,

τὴν ποίησ' Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ· {{r|8430}}

ἀμφὶ δ' ἄρ' αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,

πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ

ὑψόθεν ἐκ πέτρης· βωμὸς δ' ἐφύπερθε τέτυκτο {{r|210}}

Νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·

ἔνθα σφέας ἐκίχανεν υἱὸς Δολίοιο Μελανθεὺς

Γραμμή 249 ⟶ 248 :
ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·

"νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει, {{r|8440}}

ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.

πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,

πτωχὸν ἀνιηρόν, δαιτῶν ἀπολυμαντῆρα; {{r|220}}

ὃς πολλῇς φλιῇσι παραστὰς φλίψεται ὤμους,

αἰτίζων ἀκόλους, οὐκ ἄορα οὐδὲ λέβητας.

Γραμμή 259 ⟶ 258 :
καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.

ἀλλ' ἐπεὶ οὖν δὴ ἔργα κάκ' ἔμμαθεν, οὐκ ἐθελήσει

ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον {{r|8450}}

βούλεται αἰτίζων βόσκειν ἣν γαστέρ' ἄναλτον.

ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

αἴ κ' ἔλθῃ πρὸς δώματ' Ὀδυσσῆος θείοιο, {{r|230}}

πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων

πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο."

Γραμμή 270 ⟶ 269 :
ἀλλ' ἔμεν' ἀσφαλέως. ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,

ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο

ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας· {{r|8460}}

ἀλλ' ἐπετόλμησε, φρεσὶ δ' ἔσχετο. τὸν δὲ συβώτης

νείκεσ' ἐσάντα ἰδών, μέγα δ' εὔξατο χεῖρας ἀνασχών·

"Νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτ' Ὀδυσσεὺς {{r|240}}

ὔμμ' ἐπὶ μηρί' ἔκηε, καλύψας πίονι δημῷ,

ἀρνῶν ἠδ' ἐρίφων, τόδε μοι κρηήνατ' ἐέλδωρ,

Γραμμή 282 ⟶ 281 :
ἄστυ κάτ'· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες."

τὸν δ' αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· {{r|8470}}

"ὢ πόποι, οἷον ἔειπε κύων ὀλοφώϊα εἰδώς,

τόν ποτ' ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης

ἄξω τῆλ' Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι. {{r|250}}

αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων

σήμερον ἐν μεγάροισ', ἢ ὑπὸ μνηστῆρσι δαμείη,

Γραμμή 293 ⟶ 292 :
αὐτὰρ ὁ βῆ, μάλα δ' ὦκα δόμους ἵκανεν ἄνακτος.

αὐτίκα δ' εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,

ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα. {{r|8480}}

τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,

σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα

ἔδμεναι. ἀγχίμολον δ' Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς {{r|260}}

στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθ' ἰωὴ

φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετ' ἀείδειν

Γραμμή 304 ⟶ 303 :
ῥεῖα δ' ἀρίγνωτ' ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.

ἐξ ἑτέρων ἕτερ' ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ

τοίχῳ καὶ θριγκοῖσι, θύραι δ' εὐερκέες εἰσὶ {{r|8490}}

δικλίδες· οὔ κέν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.

γινώσκω δ', ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται

ἄνδρες, ἐπεὶ κνίση μὲν ἐνήνοθεν, ἐν δέ τε φόρμιγξ {{r|270}}

ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην."

Γραμμή 315 ⟶ 314 :
ἠὲ σὺ πρῶτος ἔσελθε δόμους ἐῢ ναιετάοντας,

δύσεο δὲ μνηστῆρας, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ·

εἰ δ' ἐθέλεις, ἐπίμεινον, ἐγὼ δ' εἶμι προπάροιθεν. {{r|8500}}

μηδὲ σὺ δηθύνειν, μή τίς σ' ἔκτοσθε νοήσας

ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα."

τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· {{r|280}}

"γινώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.

ἀλλ' ἔρχευ προπάροιθεν, ἐγὼ δ' ὑπολείψομαι αὐτοῦ.

Γραμμή 326 ⟶ 325 :
κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω.

γαστέρα δ' οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,

οὐλομένην, ἣ πολλὰ κάκ' ἀνθρώποισι δίδωσι· {{r|8510}}

τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται

πόντον ἐπ' ἀτρύγετον κακὰ δυσμενέεσσι φέρουσαι."

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· {{r|290}}

ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,

Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ' αὐτὸς

Γραμμή 337 ⟶ 336 :
αἶγας ἐπ' ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·

δὴ τότε κεῖτ' ἀπόθεστος ἀποιχομένοιο ἄνακτος

ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων {{r|8520}}

ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ', ὄφρ' ἂν ἄγοιεν

δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρίσσοντες·

ἔνθα κύων κεῖτ' Ἄργος ἐνίπλειος κυνοραιστέων. {{r|300}}

δὴ τότε γ', ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,

οὐρῇ μέν ῥ' ὅ γ' ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,

Γραμμή 348 ⟶ 347 :

"Εὔμαι', ἦ μάλα θαῦμα κύων ὅδε κεῖτ' ἐνὶ κόπρῳ.

καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γ' οὐ σάφα οἶδα, {{r|8530}}

ἢ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,

ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν

γίνοντ', ἀγλαΐης δ' ἕνεκεν κομέουσιν ἄνακτες." {{r|310}}

τὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

Γραμμή 359 ⟶ 358 :
αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.

οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης

κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη. {{r|8540}}

νῦν δ' ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης

ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.

δμῶες δ', εὖτ' ἂν μηκέτ' ἐπικρατέωσιν ἄνακτες, {{r|320}}

οὐκέτ' ἔπειτ' ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·

Γραμμή 371 ⟶ 370 :
βῆ δ' ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.

Ἄργον δ' αὖ κατὰ μοῖρ' ἔλαβεν μέλανος θανάτοιο,

αὐτίκ' ἰδόντ' Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ. {{r|8550}}

τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς

ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δ' ἔπειτα

νεῦσ' ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον {{r|330}}

κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ

δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·

Γραμμή 383 ⟶ 382 :

ἀγχίμολον δὲ μετ' αὐτὸν ἐδύσετο δώματ' Ὀδυσσεύς,

πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι, {{r|8560}}

σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.

ἷζε δ' ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων

κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων {{r|340}}

ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνε.

Τηλέμαχος δ' ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,

Γραμμή 394 ⟶ 393 :
"δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε

αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·

αἰδὼς δ' οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι." {{r|8570}}

ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,

ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντ' ἀγόρευε·

"Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε καί σε κελεύει {{r|350}}

αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·

αἰδῶ δ' οὐκ ἀγαθήν φησ' ἔμμεναι ἀνδρὶ προΐκτῃ."

Γραμμή 408 ⟶ 407 :

ἦ ῥα, καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν

αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης, {{r|8580}}

ἤσθιε δ' εἷος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν.

εὖθ' ὁ δεδειπνήκειν, ὁ δ' ἐπαύετο θεῖος ἀοιδός·

μνηστῆρες δ' ὁμάδησαν ἀνὰ μέγαρ'. αὐτὰρ Ἀθήνη {{r|360}}

ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα

ὤτρυν', ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι

Γραμμή 418 ⟶ 417 :
βῆ δ' ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,

πάντοσε χεῖρ' ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.

οἱ δ' ἐλεαίροντες δίδοσαν καὶ ἐθάμβεον αὐτὸν {{r|8590}}

ἀλλήλους τ' εἴροντο, τίς εἴη καὶ πόθεν ἔλθοι.

τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·

"κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, {{r|370}}

τοῦδε περὶ ξείνου· ἦ γὰρ πρόσθεν μιν ὄπωπα.

ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,

Γραμμή 430 ⟶ 429 :
"ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε

ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,

πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες; {{r|8600}}

ἦ ὄνοσαι, ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος

ἐνθάδ' ἀγειρόμενοι, σὺ δὲ καί ποθι τόνδ' ἐκάλεσσας;"

τὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· {{r|380}}

"Ἀντίνο', οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·

τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν

Γραμμή 441 ⟶ 440 :
ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων.

οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ' ἀπείρονα γαῖαν·

πτωχὸν δ' οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν. {{r|8610}}

ἀλλ' αἰεὶ χαλεπὸς περὶ πάντων εἰς μνηστήρων

δμωσὶν Ὀδυσσῆος, περὶ δ' αὖτ' ἐμοί· αὐτὰρ ἐγώ γε

οὐκ ἀλέγω, εἷός μοι ἐχέφρων Πηνελόπεια {{r|390}}

ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής."

Γραμμή 453 ⟶ 452 :

ἦ ῥα, καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·

"Ἀντίνο', ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος, {{r|8620}}

ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο δίεσθαι

μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.

δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε. {{r|400}}

μήτ' οὖν μητέρ' ἐμὴν ἅζευ τό γε μήτε τιν' ἄλλον

{{r|δμώων, οἳ κατὰ δώματ' Ὀδυσσῆος θείοιο.}}

ἀλλ' οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·

αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ."

Γραμμή 464 ⟶ 463 :
τὸν δ' αὖτ' Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·

"Τηλέμαχ' ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.

εἴ οἱ τόσσον πάντες ὀρέξειαν μνηστῆρες, {{r|8630}}

καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι."

ὣς ἄρ' ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης

κείμενον, ᾧ ῥ' ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων. {{r|410}}

οἱ δ' ἄλλοι πάντες δίδοσαν, πλῆσαν δ' ἄρα πήρην

σίτου καὶ κρειῶν. τάχα δὴ καὶ μέλλεν Ὀδυσσεὺς

Γραμμή 476 ⟶ 475 :
"δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν

ἔμμεναι, ἀλλ' ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.

τῶ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι {{r|8640}}

σίτου· ἐγὼ δέ κέ σε κλείω κατ' ἀπείρονα γαῖαν.

καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον

ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ {{r|420}}

τοίῳ, ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·

ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλά,

Γραμμή 486 ⟶ 485 :
ὅς μ' ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν

Αἴγυπτόνδ' ἰέναι, δολιχὴν ὁδόν, ὄφρ' ἀπολοίμην.

στῆσα δ' ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. {{r|8650}}

ἔνθ' ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους

αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,

ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι. {{r|430}}

οἱ δ' ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,

αἶψα μάλ' Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς

Γραμμή 496 ⟶ 495 :
οἱ δὲ βοῆς ἀΐοντες ἅμ' ἠόϊ φαινομένηφι

ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων

χαλκοῦ τε στεροπῆς. ἐν δὲ Ζεὺς τερπικέραυνος {{r|8660}}

φύζαν ἐμοῖσ' ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη

στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.

ἔνθ' ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ, {{r|440}}

τοὺς δ' ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.

αὐτὰρ ἔμ' ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,

Γραμμή 507 ⟶ 506 :
τὸν δ' αὖτ' Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·

"τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;

στῆθ' οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης, {{r|8670}}

μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἴδηαι·

ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.

ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι {{r|450}}

μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ' ἐλεητὺς

ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ."

Γραμμή 518 ⟶ 517 :
οὐ σύ γ' ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ' ἅλα δοίης,

ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης

σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν." {{r|8680}}

ὣς ἔφατ', Ἀντίνοος δὲ χολώσατο κηρόθι μᾶλλον

καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·

"νῦν δή σ' οὐκέτι καλὰ διὲκ μεγάροιο ὀΐω {{r|460}}

ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις."

Γραμμή 532 ⟶ 531 :
ἀλλ' ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

ἂψ δ' ὅ γ' ἐπ' οὐδὸν ἰὼν κατ' ἄρ' ἕζετο, κὰδ δ' ἄρα πήρην

θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε· {{r|8690}}

"κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,

ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

οὐ μὰν οὔτ' ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος, {{r|470}}

ὁππότ' ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι

βλήεται ἢ περὶ βουσὶν ἢ ἀργεννῇσ' ὀΐεσσιν·

Γραμμή 544 ⟶ 543 :
Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη."

τὸν δ' αὖτ' Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· {{r|8700}}

"ἔσθι' ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθ' ἄλλῃ,

μή σε νέοι διὰ δώματ' ἐρύσσωσ', οἷ' ἀγορεύεις,

ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα." {{r|480}}

ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·

Γραμμή 556 ⟶ 555 :
καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,

παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,

ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες." {{r|8710}}

ὣς ἄρ' ἔφαν μνηστῆρες, ὁ δ' οὐκ ἐμπάζετο μύθων.

Τηλέμαχος δ' ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε

βλημένου, οὐδ' ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν, {{r|490}}

ἀλλ' ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.

Γραμμή 570 ⟶ 569 :
τὴν δ' αὖτ' Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·

"εἰ γὰρ ἐπ' ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·

οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο." {{r|8720}}

τὴν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·

"μαῖ', ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·

Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε. {{r|500}}

ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα

ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·

Γραμμή 582 ⟶ 581 :
ἡ μὲν ἄρ' ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξὶν

ἡμένη ἐν θαλάμῳ· ὁ δ' ἐδείπνει δῖος Ὀδυσσεύς.

ἡ δ' ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν· {{r|8730}}

"ἔρχεο, δῖ' Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι

ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδ' ἐρέωμαι,

εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται {{r|510}}

ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε."

Γραμμή 594 ⟶ 593 :
τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δ' ἤματ' ἔρυξα

ἐν κλισίῃ· πρῶτον γὰρ ἔμ' ἵκετο νηὸς ἀποδράς·

ἀλλ' οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων. {{r|8740}}

ὡς δ' ὅτ' ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ

ἀείδῃ δεδαὼς ἔπε' ἱμερόεντα βροτοῖσι,

τοῦ δ' ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότ' ἀείδῃ· {{r|520}}

ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.

φησὶ δ' Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,

Γραμμή 604 ⟶ 603 :
προπροκυλινδόμενος· στεῦται δ' Ὀδυσῆος ἀκοῦσαι

ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,

ζωοῦ· πολλὰ δ' ἄγει κειμήλια ὅνδε δόμονδε." {{r|8750}}

τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·

"ἔρχεο, δεῦρο κάλεσσον, ἵν' ἀντίον αὐτὸς ἐνίσπῃ.

οὗτοι δ' ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων {{r|530}}

ἢ αὐτοῦ κατὰ δώματ', ἐπεί σφισι θυμὸς ἐΰφρων.

αὐτῶν μὲν γὰρ κτήματ' ἀκήρατα κεῖτ' ἐνὶ οἴκῳ,

Γραμμή 615 ⟶ 614 :
βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,

εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον

μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται· οὐ γὰρ ἔπ' ἀνήρ, {{r|8760}}

οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.

εἰ δ' Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ' ἐς πατρίδα γαῖαν,

αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτείσεται ἀνδρῶν." {{r|540}}

ὣς φάτο, Τηλέμαχος δὲ μέγ' ἔπταρεν, ἀμφὶ δὲ δῶμα

Γραμμή 627 ⟶ 626 :
οὐχ ὁράᾳς, ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;

τῶ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο

πᾶσι μάλ', οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει. {{r|8770}}

ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·

αἴ κ' αὐτὸν γνώω νημερτέα πάντ' ἐνέποντα,

ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά." {{r|550}}

ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,

Γραμμή 639 ⟶ 638 :
ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.

εἰ δέ κέ σε γνώῃ νημερτέα πάντ' ἐνέποντα,

ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα {{r|8780}}

χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον

γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κ' ἐθέλῃσι."

τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· {{r|560}}

"Εὔμαι', αἶψά κ' ἐγὼ νημερτέα πάντ' ἐνέποιμι

κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·

οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δ' ἀνεδέγμεθ' ὀϊζύν.

ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδι' ὅμιλον,

{{r|τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.}}

καὶ γὰρ νῦν, ὅτε μ' οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα

οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν, {{r|8790}}

οὔτε τι Τηλέμαχος τό γ' ἐπήρκεσεν οὔτε τις ἄλλος.

τῶ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι

μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα· {{r|570}}

καὶ τότε μ' εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ

ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι

Γραμμή 662 ⟶ 661 :

"οὐ σύ γ' ἄγεις, Εὔμαιε; τί τοῦτ' ἐνόησεν ἀλήτης;

ἤ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως {{r|8800}}

αἰδεῖται κατὰ δῶμα; κακὸς δ' αἰδοῖος ἀλήτης."

τὴν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

"μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κ' οἴοιτο καὶ ἄλλος, {{r|580}}

ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων·

ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.

Γραμμή 674 ⟶ 673 :
τὸν δ' αὖτε προσέειπε περίφρων Πηνελόπεια·

"οὐκ ἄφρων ὁ ξεῖνος ὀΐεται, ὥς περ ἂν εἴη·

οὐ γάρ πώ τινες ὧδε καταθνητῶν ἀνθρώπων {{r|8810}}

ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται."

ἡ μὲν ἄρ' ὣς ἀγόρευεν, ὁ δ' ᾤχετο δῖος ὑφορβὸς

μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα. {{r|590}}

αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,

ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι·

Γραμμή 686 ⟶ 685 :
αὐτὸν μὲν σὲ πρῶτα σάω, καὶ φράζεο θυμῷ,

μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,

τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἥμιν πῆμα γενέσθαι." {{r|8820}}

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

"ἔσσεται οὕτως, ἄττα· σὺ δ' ἔρχεο δειελιήσας·

ἠῶθεν δ' ἰέναι καὶ ἄγειν ἱερήϊα καλά. {{r|600}}

αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει."