Οδύσσεια/μ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Automated import of articles

AndreasJS (συζήτηση | Συνεισφορά)
Αρίθμηση
Γραμμή 6:
{{Τίτλος2|Ὀδύσσεια|'''-->῾Ραψωδία μ'''}}

Αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο {{r|5760}}

νηῦς, ἀπὸ δ' ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο

νῆσόν τ' Αἰαίην, ὅθι τ' Ἠοῦς ἠριγενείης

Γραμμή 16:
ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

δὴ τότ' ἐγὼν ἑτάρους προΐην ἐς δώματα Κίρκης

οἰσέμεναι νεκρὸν Ἐλπήνορα τεθνηῶτα. {{r|10}}

φιτροὺς δ' αἶψα ταμόντες, ὅθ' ἀκροτάτη πρόεχ' ἀκτή, {{r|5770}}

θάπτομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες.

αὐτὰρ ἐπεὶ νεκρός τ' ἐκάη καὶ τεύχεα νεκροῦ,

Γραμμή 27:
ἦλθ' ἐντυναμένη· ἅμα δ' ἀμφίπολοι φέρον αὐτῇ

σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.

ἡ δ' ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων· {{r|20}}

"σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμ' Ἀΐδαο, {{r|5780}}

{{r|5780}}

δισθανέες, ὅτε τ' ἄλλοι ἅπαξ θνῄσκουσ' ἄνθρωποι.

ἀλλ' ἄγετ' ἐσθίετε βρώμην καὶ πίνετε οἶνον

Γραμμή 39:

ὣς ἔφαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.

ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα {{r|30}}

ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ·

ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, {{r|5790}}

οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,

ἡ δ' ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων

Γραμμή 50:
"ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ' ἄκουσον,

ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.

Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας {{r|40}}

ἀνθρώπους θέλγουσιν, ὅτίς σφεας εἰσαφίκηται.

ὅς τις ἀϊδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ {{r|5800}}

Σειρήνων, τῷ δ' οὔ τι γυνὴ καὶ νήπια τέκνα

οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,

Γραμμή 60:
ἀλλὰ παρὲξ ἐλάαν, ἐπὶ δ' οὔατ' ἀλεῖψαι ἑταίρων

κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ

τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κ' ἐθέλῃσθα, {{r|50}}

δησάντων σ' ἐν νηῒ θοῇ χεῖράς τε πόδας τε

ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω, {{r|5810}}

ὄφρα κε τερπόμενος ὄπ' ἀκούσῃς Σειρήνοιϊν.

εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,

Γραμμή 71:
ὁπποτέρῃ δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς

θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν.

ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δ' αὐτὰς {{r|60}}

κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης·

Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι. {{r|5820}}

τῇ μέν τ' οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι

τρήρωνες, ταί τ' ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,

Γραμμή 81:
ἀλλά θ' ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν

κύμαθ' ἁλὸς φορέουσι πυρός τ' ὀλοοῖο θύελλαι.

οἴη δὴ κείνῃ γε παρέπλω ποντοπόρος νηῦς {{r|70}}

Ἀργὼ πᾶσι μέλουσα, παρ' Αἰήταο πλέουσα·

καί νύ κε τὴν ἔνθ' ὦκα βάλεν μεγάλας ποτὶ πέτρας, {{r|5830}}

ἀλλ' Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.

Γραμμή 92:
οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδ' ἐπιβαίη,

οὐδ' εἴ οἱ χεῖρές γε ἐείκοσι καὶ πόδες εἶεν·

πέτρη γὰρ λίς ἐστι, περιξέστῃ ἐϊκυῖα. {{r|80}}

μέσσῳ δ' ἐν σκοπέλῳ ἐστὶ σπέος ἠεροειδές,

πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς {{r|5840}}

νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμ' Ὀδυσσεῦ.

οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήϊος ἀνὴρ

Γραμμή 102:
γίνεται, αὐτὴ δ' αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν

γηθήσειεν ἰδών, οὐδ' εἰ θεὸς ἀντιάσειε.

τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι, {{r|90}}

ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ

σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες, {{r|5850}}

πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.

μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,

Γραμμή 112:
κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.

τῇ δ' οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται

παρφυγέειν σὺν νηΐ· φέρει δέ τε κρατὶ ἑκάστῳ {{r|100}}

φῶτ' ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.

τὸν δ' ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ, {{r|5860}}

πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας.

τῷ δ' ἐν ἐρινεός ἐστι μέγας, φύλλοισι τεθηλώς·

Γραμμή 123:
οὐ γάρ κεν ῥύσαιτό σ' ὑπὲκ κακοῦ οὐδ' ἐνοσίχθων.

ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα

νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν {{r|110}}

ἓξ ἑτάρους ἐν νηῒ ποθήμεναι ἢ ἅμα πάντας."

ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀτυζόμενος προσέειπον· {{r|5870}}

"εἰ δ' ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,

εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,

Γραμμή 135:
καὶ πόνος, οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;

ἡ δέ τοι οὐ θνητή, ἀλλ' ἀθάνατον κακόν ἐστι,

δεινόν τ' ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν· {{r|120}}

οὐδέ τις ἔστ' ἀλκή· φυγέειν κάρτιστον ἀπ' αὐτῆς.

ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ, {{r|5880}}

δείδω μή σ' ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι

τόσσῃσιν κεφαλῇσι, τόσους δ' ἐκ φῶτας ἕληται.

Γραμμή 146:
Θρινακίην δ' ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ

βόσκοντ' Ἠελίοιο βόες καὶ ἴφια μῆλα.

ἑπτὰ βοῶν ἀγέλαι, τόσα δ' οἰῶν πώεα καλά, {{r|130}}

πεντήκοντα δ' ἕκαστα. γόνος δ' οὐ γίνεται αὐτῶν,

οὐδέ ποτε φθινύθουσι. θεαὶ δ' ἐπιποιμένες εἰσί, {{r|5890}}

νύμφαι ἐϋπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,

ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.

Γραμμή 156:
τὰς εἰ μέν κ' ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,

ἦ τ' ἂν ἔτ' εἰς Ἰθάκην, κακά περ πάσχοντες, ἵκοισθε·

εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ' ὄλεθρον {{r|140}}

{{r|νηΐ τε καὶ ἑτάροισ'. αὐτὸς δ' εἴ πέρ κεν ἀλύξῃς,

ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους."}} {{r|5900}}

ὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

Γραμμή 165:
αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.

οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,

{{r|ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.}}

ἡμῖν δ' αὖ κατόπισθε νεὸς κυανοπρῴροιο

ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, {{r|150}}

Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.

αὐτίκα δ' ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα {{r|5910}}

ἥμεθα· τὴν δ' ἄνεμός τε κυβερνήτης τ' ἴθυνε.

δὴ τότ' ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·

Γραμμή 178:
ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.

Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων

φθόγγον ἀλεύασθαι καὶ λειμῶν' ἀνθεμόεντα. {{r|160}}

οἶον ἔμ' ἠνώγει ὄπ' ἀκουέμεν· ἀλλά με δεσμῷ

δήσατ' ἐν ἀργαλέῳ, ὄφρ' ἔμπεδον αὐτόθι μίμνω, {{r|5920}}

ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνήφθω.

εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,

Γραμμή 190:
αὐτίκ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη

ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων. {{r|170}}

ἀνστάντες δ' ἕταροι νεὸς ἱστία μηρύσαντο,

καὶ τὰ μὲν ἐν νηῒ γλαφυρῇ θέσαν, οἱ δ' ἐπ' ἐρετμὰ {{r|5930}}

ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇσ' ἐλάτῃσιν.

αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέϊ χαλκῷ

Γραμμή 200:
ἑξείης δ' ἑτάροισιν ἐπ' οὔατα πᾶσιν ἄλειψα.

οἱ δ' ἐν νηΐ μ' ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε

ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ' αὐτοῦ πείρατ' ἀνῆπτον· {{r|180}}

αὐτοὶ δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

ἀλλ' ὅτε τόσσον ἀπῆμεν, ὅσον τε γέγωνε βοήσας, {{r|5940}}

ῥίμφα διώκοντες, τὰς δ' οὐ λάθεν ὠκύαλος νηῦς

ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ' ἔντυνον ἀοιδήν·

Γραμμή 211:
πρίν γ' ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ' ἀκοῦσαι,

ἀλλ' ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.

ἴδμεν γάρ τοι πάνθ', ὅσ' ἐνὶ Τροίῃ εὐρείῃ {{r|190}}

Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,

ἴδμεν δ' ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ." {{r|5950}}

ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ

Γραμμή 222:
αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν οὐδ' ἔτ' ἔπειτα

φθόγγον Σειρήνων ἠκούομεν οὐδέ τ' ἀοιδήν,

αἶψ' ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι, {{r|200}}

ὅν σφιν ἐπ' ὠσὶν ἄλειψ', ἐμέ τ' ἐκ δεσμῶν ἀνέλυσαν.

ἀλλ' ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκ' ἔπειτα {{r|5960}}

καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.

τῶν δ' ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατ' ἐρετμά,

Γραμμή 234:

"ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·

οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακόν, ἢ ὅτε Κύκλωψ {{r|210}}

εἴλει ἐνὶ σπῆϊ γλαφυρῷ κρατερῆφι βίηφιν·

ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε {{r|5970}}

ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀΐω.

νῦν δ' ἄγεθ', ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.

Γραμμή 244:
σοὶ δέ, κυβερνῆθ', ὧδ' ἐπιτέλλομαι· ἀλλ' ἐνὶ θυμῷ

βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήϊα νωμᾷς·

τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε {{r|220}}

νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι

κεῖσ' ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα." {{r|5980}}

ὣς ἐφάμην, οἱ δ' ὦκα ἐμοῖσ' ἐπέεσσι πίθοντο.

Γραμμή 255:
λανθανόμην, ἐπεὶ οὔ τί μ' ἀνώγει θωρήσσεσθαι·

αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε

μάκρ' ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον {{r|230}}

πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι

Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμ' ἑτάροισιν. {{r|5990}}

οὐδέ πῃ ἀθρῆσαι δυνάμην· ἔκαμον δέ μοι ὄσσε

πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.

Γραμμή 266:
ἦ τοι ὅτ' ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ

πᾶσ' ἀναμορμύρεσκε κυκωμένη· ὑψόσε δ' ἄχνη

ἄκροισι σκοπέλοισιν ἐπ' ἀμφοτέροισιν ἔπιπτεν. {{r|240}}

ἀλλ' ὅτ' ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,

πᾶσ' ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη {{r|6000}}

δεινὸν βεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε

ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει.

Γραμμή 276:
σκεψάμενος δ' ἐς νῆα θοὴν ἅμα καὶ μεθ' ἑταίρους

ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν

ὑψόσ' ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες {{r|250}}

ἐξονομακλήδην, τότε γ' ὕστατον, ἀχνύμενοι κῆρ.

ὡς δ' ὅτ' ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ {{r|6010}}

ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων

ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,

Γραμμή 286:
χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηϊοτῆτι.

οἴκτιστον δὴ κεῖνο ἐμοῖσ' ἴδον ὀφθαλμοῖσι

πάντων, ὅσσ' ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων. {{r|260}}

αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν

Σκύλλην τ', αὐτίκ' ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον {{r|6020}}

ἱκόμεθ'· ἔνθα δ' ἔσαν καλαὶ βόες εὐρυμέτωποι,

πολλὰ δὲ ἴφια μῆλ' Ὑπερίονος Ἠελίοιο.

Γραμμή 297:
μάντιος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,

Κίρκης τ' Αἰαίης, ἥ μοι μάλα πόλλ' ἐπέτελλε

νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο. {{r|270}}

δὴ τότ' ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ·

"κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι, {{r|6030}}

ὄφρ' ὕμιν εἴπω μαντήϊα Τειρεσίαο

Κίρκης τ' Αἰαίης, ἥ μοι μάλα πόλλ' ἐπέτελλε

Γραμμή 310:
αὐτίκα δ' Εὐρύλοχος στυγερῷ μ' ἠμείβετο μύθῳ·

"σχέτλιός εἰς, Ὀδυσεῦ, περί τοι μένος, οὐδέ τι γυῖα {{r|280}}

κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,

ὅς ῥ' ἑτάρους καμάτῳ ἀδηκότας ἠδὲ καὶ ὕπνῳ {{r|6040}}

οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε

νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,

Γραμμή 320:
γίνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,

ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,

ἢ νότου ἢ ζεφύροιο δυσαέος, οἵ τε μάλιστα {{r|290}}

νῆα διαρραίουσι, θεῶν ἀέκητι ἀνάκτων;

ἀλλ' ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ {{r|6050}}

δόρπον θ' ὁπλισόμεσθα θοῇ παρὰ νηῒ μένοντες·

ἠῶθεν δ' ἀναβάντες ἐνήσομεν εὐρέϊ πόντῳ."

Γραμμή 332:
"Εὐρύλοχ', ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.

ἀλλ' ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον·

εἴ κέ τιν' ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ' οἰῶν {{r|300}}

εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν

ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι {{r|6060}}

ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη."

Γραμμή 343:
νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους, {{r|310}}

οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα·

κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος. {{r|6070}}

ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δ' ἄστρα βεβήκει,

ὦρσεν ἔπι ζαὴν ἄνεμον νεφεληγερέτα Ζεὺς

Γραμμή 354:
νῆα μὲν ὡρμίσαμεν, κοῖλον σπέος εἰσερύσαντες·

ἔνθα δ' ἔσαν Νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι·

καὶ τότ' ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον· {{r|320}}

"ὦ φίλοι, ἐν γὰρ νηῒ θοῇ βρῶσίς τε πόσις τε

ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν· {{r|6080}}

δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,

Ἠελίου, ὃς πάντ' ἐφορᾷ καὶ πάντ' ἐπακούει."

Γραμμή 366:
οἱ δ' εἷος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,

τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο·

ἀλλ' ὅτε δὴ νηὸς ἐξέφθιτο ἤϊα πάντα, {{r|330}}

καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,

ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο, {{r|6090}}

γναμπτοῖσ' ἀγκίστροισιν· ἔτειρε δὲ γαστέρα λιμός·

δὴ τότ' ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν

Γραμμή 376:
ἠρώμην πάντεσσι θεοῖσ', οἳ Ὄλυμπον ἔχουσιν·

οἱ δ' ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.

Εὐρύλοχος δ' ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς· {{r|340}}

"κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·

πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, {{r|6100}}

λιμῷ δ' οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.

ἀλλ' ἄγετ', Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας

Γραμμή 387:
τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.

εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων

νῆ' ἐθέλῃ ὀλέσαι, ἐπὶ δ' ἕσπωνται θεοὶ ἄλλοι, {{r|350}}

βούλομ' ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι

ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ." {{r|6110}}

ὣς ἔφατ' Εὐρύλοχος, ἐπὶ δ' ᾔνεον ἄλλοι ἑταῖροι.

Γραμμή 398:
φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·

οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐϋσσέλμου ἐπὶ νηός.

αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν, {{r|360}}

μηρούς τ' ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν,

δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν. {{r|6120}}

οὐδ' εἶχον μέθυ λεῖψαι ἐπ' αἰθομένοισ' ἱεροῖσιν,

ἀλλ' ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.

Γραμμή 409:
βῆν δ' ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.

ἀλλ' ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,

καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀϋτμή· {{r|370}}

οἰμώξας δὲ θεοῖσι μετ' ἀθανάτοισι γεγώνευν·

"Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, {{r|6130}}

ἦ με μάλ' εἰς ἄτην κοιμήσατε νηλέϊ ὕπνῳ,

οἱ δ' ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες."

Γραμμή 422:
"Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,

τεῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,

οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε {{r|380}}

χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,

ἠδ' ὁπότ' ἂψ ἐπὶ γαῖαν ἀπ' οὐρανόθεν προτραποίμην. {{r|6140}}

εἰ δέ μοι οὐ τείσουσι βοῶν ἐπιεικέ' ἀμοιβήν,

δύσομαι εἰς Ἀΐδαο καὶ ἐν νεκύεσσι φαείνω."

Γραμμή 434:
τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ."

ταῦτα δ' ἐγὼν ἤκουσα Καλυψοῦς ἠϋκόμοιο· {{r|390}}

ἡ δ' ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.

αὐτὰρ ἐπεί ῥ' ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, {{r|6150}}

νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος

εὑρέμεναι δυνάμεσθα· βόες δ' ἀποτέθνασαν ἤδη.

Γραμμή 446:
ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι

δαίνυντ' Ἠελίοιο βοῶν ἐλόωντες ἀρίστας·

ἀλλ' ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, {{r|400}}

καὶ τότ' ἔπειτ' ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,

ἡμεῖς δ' αἶψ' ἀναβάντες ἐνήκαμεν εὐρέϊ πόντῳ, {{r|6160}}

ἱστὸν στησάμενοι ἀνά θ' ἱστία λεύκ' ἐρύσαντες.

Γραμμή 457:
ἡ δ' ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε

κεκληγὼς ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων.

ἱστοῦ δὲ προτόνους ἔρρηξ' ἀνέμοιο θύελλα {{r|410}}

ἀμφοτέρους, ἱστὸς δ' ὀπίσω πέσεν, ὅπλα τε πάντα

εἰς ἄντλον κατέχυνθ'· ὁ δ' ἄρα πρυμνῇ ἐνὶ νηῒ {{r|6170}}

πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δ' ὀστέ' ἄραξε

πάντ' ἄμυδις κεφαλῆς· ὁ δ' ἄρ' ἀρνευτῆρι ἐοικὼς

Γραμμή 467:
ἐν δὲ θεείου πλῆτο· πέσον δ' ἐκ νηὸς ἑταῖροι.

οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν

κύμασιν ἐμφορέοντο, θεὸς δ' ἀποαίνυτο νόστον. {{r|420}}

αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρ' ἀπὸ τοίχους

λῦσε κλύδων τρόπιος· τὴν δὲ ψιλὴν φέρε κῦμα. {{r|6180}}

ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν· αὐτὰρ ἐπ' αὐτῷ

ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·

Γραμμή 479:
ἦλθε δ' ἐπὶ νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,

ὄφρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.

παννύχιος φερόμην, ἅμα δ' ἠελίῳ ἀνιόντι {{r|430}}

ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.

ἡ μὲν ἀνερρύβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ· {{r|6190}}

αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ' ἀερθείς,

τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς· οὐδέ πῃ εἶχον

Γραμμή 489:
νωλεμέως δ' ἐχόμην, ὄφρ' ἐξεμέσειεν ὀπίσσω

ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον,

ὄψ'· ἦμος δ' ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη {{r|440}}

κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,

τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη. {{r|6200}}

ἧκα δ' ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,

μέσσῳ δ' ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,

Γραμμή 500:
ἔνθεν δ' ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ

νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ

ναίει ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, {{r|450}}

ἥ μ' ἐφίλει τ' ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;

ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ {{r|6210}}

σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν

αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν."