Οδύσσεια/κ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Automated import of articles

AndreasJS (συζήτηση | Συνεισφορά)
Αρίθμηση
Γραμμή 10:
πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος

χάλκεον ἄρρηκτον, λισσὴ δ' ἀναδέδρομε πέτρη.

τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν, {{r|4550}}

ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώοντες.

ἔνθ' ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.

οἱ δ' αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ

δαίνυνται· παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,

κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ, {{r|10}}

ἤματα· νύκτας δ' αὖτε παρ' αἰδοίῃσ' ἀλόχοισιν

εὕδουσ' ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.

καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.

μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,

Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν· {{r|4560}}

καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.

ἀλλ' ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδ' ἐκέλευον

πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.

δῶκε δέ μ' ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,

ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα· {{r|20}}

κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,

ἠμὲν παυέμεναι ἠδ' ὀρνύμεν, ὅν κ' ἐθέλῃσι.

νηῒ δ' ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ

ἀργυρέῃ, ἵνα μή τι παραπνεύσει' ὀλίγον περ·

αὐτὰρ ἐμοὶ πνοιὴν ζεφύρου προέηκεν ἀῆναι, {{r|4570}}

ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδ' ἄρ' ἔμελλεν

ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθ' ἀφραδίῃσιν.

Γραμμή 36:
ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,

τῇ δεκάτῃ δ' ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,

καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντας. {{r|30}}

ἔνθ' ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπέλλαβε κεκμηῶτα·

αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ

δῶχ' ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·

οἱ δ' ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον

καί μ' ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ' ἄγεσθαι, {{r|4580}}

δῶρα παρ' Αἰόλοο μεγαλήτορος Ἱπποτάδαο.

ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

Γραμμή 47:
"ὢ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν

ἀνθρώποισ', ὅτεών κε πόλιν καὶ γαῖαν ἵκηται.

πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ {{r|40}}

ληΐδος· ἡμεῖς δ' αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες

οἴκαδε νισόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες.

καὶ νῦν οἱ τά γε δῶκε χαριζόμενος φιλότητι

Αἴολος. ἀλλ' ἄγε θᾶσσον ἰδώμεθα, ὅττι τάδ' ἐστίν,

ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν." {{r|4590}}

ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων·

Γραμμή 58:
τοὺς δ' αἶψ' ἁρπάξασα φέρεν πόντονδε θύελλα

κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε

ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα, {{r|50}}

ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,

ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.

ἀλλ' ἔτλην καὶ ἔμεινα, καλυψάμενος δ' ἐνὶ νηῒ

κείμην· αἱ δ' ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ

αὖτις ἐπ' Αἰολίην νῆσον, στενάχοντο δ' ἑταῖροι. {{r|4600}}

ἔνθα δ' ἐπ' ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ' ὕδωρ·

Γραμμή 69:
αὐτὰρ ἐπεὶ σίτοιό τ' ἐπασσάμεθ' ἠδὲ ποτῆτος,

δὴ τότ' ἐγὼ κήρυκά τ' ὀπασσάμενος καὶ ἑταῖρον,

βῆν εἰς Αἰόλοο κλυτὰ δώματα· τὸν δ' ἐκίχανον {{r|60}}

δαινύμενον παρὰ ᾗ τ' ἀλόχῳ καὶ οἷσι τέκεσσιν.

ἐλθόντες δ' ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ' οὐδοῦ

Γραμμή 75:

"πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;

ἦ μέν σ' ἐνδυκέως ἀπεπέμπομεν, ὄφρα ἵκοιο {{r|4610}}

πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν."

Γραμμή 83:
σχέτλιος. ἀλλ' ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν."

ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν· {{r|70}}

οἱ δ' ἄνεω ἐγένοντο· πατὴρ δ' ἠμείβετο μύθῳ·

Γραμμή 89:
οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ' ἀποπέμπειν

ἄνδρα τόν, ὅς τε θεοῖσιν ἀπέχθηται μακάρεσσιν.

{{r|ἔρρ', ἐπεὶ ἀθανάτοισιν ἀπεχθόμενος τόδ' ἱκάνεις."}} {{r|4620}}

ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.

Γραμμή 96:
ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.

ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ· {{r|80}}

ἑβδομάτῃ δ' ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,

Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν

ἠπύει εἰσελάων, ὁ δέ τ' ἐξελάων ὑπακούει.

ἔνθα κ' ἄϋπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,

τὸν μὲν βουκολέων, τὸν δ' ἄργυφα μῆλα νομεύων· {{r|4630}}

ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.

ἔνθ' ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη

ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,

ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν

ἐν στόματι προὔχουσιν, ἀραιὴ δ' εἴσοδός ἐστιν, {{r|90}}

ἔνθ' οἵ γ' εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.

αἱ μὲν ἄρ' ἔντοσθεν λιμένος κοίλοιο δέδεντο

πλησίαι· οὐ μὲν γάρ ποτ' ἀέξετο κῦμά γ' ἐν αὐτῷ,

οὔτε μέγ' οὔτ' ὀλίγον, λευκὴ δ' ἦν ἀμφὶ γαλήνη.

αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν, {{r|4640}}

αὐτοῦ ἐπ' ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας.

ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών·

ἔνθα μὲν οὔτε βοῶν οὔτ' ἀνδρῶν φαίνετο ἔργα,

καπνὸν δ' οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀΐσσοντα.

δὴ τότ' ἐγὼν ἑτάρους προΐην πεύθεσθαι ἰόντας, {{r|100}}

οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,

ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ' ἅμ' ὀπάσσας.

οἱ δ' ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι

ἄστυδ' ἀφ' ὑψηλῶν ὀρέων καταγίνεον ὕλην.

κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ, {{r|4650}}

θυγατέρ' ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.

ἡ μὲν ἄρ' ἐς κρήνην κατεβήσετο καλλιρέεθρον

Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον·

οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τ' ἐρέοντο,

ὅς τις τῶνδ' εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι. {{r|110}}

ἡ δὲ μάλ' αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.

οἱ δ' ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα

εὗρον ὅσην τ' ὄρεος κορυφήν, κατὰ δ' ἔστυγον αὐτήν.

ἡ δ' αἶψ' ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,

ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον. {{r|4660}}

αὐτίχ' ἕνα μάρψας ἑτάρων ὁπλίσσατο δεῖπνον.

τὼ δὲ δύ' ἀΐξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.

αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δ' ἀΐοντες

φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,

μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν. {{r|120}}

οἵ ῥ' ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισι

βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει

Γραμμή 142:
ἰχθῦς δ' ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.

ὄφρ' οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός, {{r|4670}}

τόφρα δ' ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

τῷ ἀπὸ πείσματ' ἔκοψα νεὸς κυανοπρῴροιο·

αἶψα δ' ἐμοῖσ' ἑτάροισιν ἐποτρύνας ἐκέλευσα

ἐμβαλέειν κώπῃσ', ἵν' ὑπὲκ κακότητα φύγοιμεν·

οἱ δ' ἅμα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον. {{r|130}}

ἀσπασίως δ' ἐς πόντον ἐπηρεφέας φύγε πέτρας

νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ' ὄλοντο.

Γραμμή 153:
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,

ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.

Αἰαίην δ' ἐς νῆσον ἀφικόμεθ'· ἔνθα δ' ἔναιε {{r|4680}}

Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,

αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο·

ἄμφω δ' ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο

μητρός τ' ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.

ἔνθα δ' ἐπ' ἀκτῆς νηῒ κατηγαγόμεσθα σιωπῇ {{r|140}}

ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.

ἔνθα τότ' ἐκβάντες δύο τ' ἤματα καὶ δύο νύκτας

Γραμμή 164:

ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ' Ἠώς,

καὶ τότ' ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ {{r|4690}}

καρπαλίμως παρὰ νηὸς ἀνήϊον ἐς περιωπήν,

εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.

ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,

καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης

Κίρκης ἐν μεγάροισι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην. {{r|150}}

μερμήριξα δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν

ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.

ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,

πρῶτ' ἐλθόντ' ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης

δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι. {{r|4700}}

ἀλλ' ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,

Γραμμή 180:
ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν

ἧκεν· ὁ μὲν ποταμόνδε κατήϊεν ἐκ νομοῦ ὕλης

πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο. {{r|160}}

τὸν δ' ἐγὼ ἐκβαίνοντα κατὰ κνῆστιν μέσα νῶτα

πλῆξα· τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,

κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο θυμός.

τῷ δ' ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς

εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ {{r|4710}}

εἴασ'· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,

πεῖσμα δ' ὅσον τ' ὄργυιαν ἐϋστρεφὲς ἀμφοτέρωθεν

πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,

βῆν δὲ καταλλοφάδια φέρων ἐπὶ νῆα μέλαιναν,

ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπ' ὤμου {{r|170}}

χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.

κὰδ δ' ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δ' ἑταίρους

Γραμμή 196:

"ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθ', ἀχνύμενοι περ,

εἰς Ἀΐδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ· {{r|4720}}

ἀλλ' ἄγετ', ὄφρ' ἐν νηῒ θοῇ βρῶσίς τε πόσις τε,

μνησόμεθα βρώμης μηδὲ τρυχώμεθα λιμῷ."

Γραμμή 202:
ὣς ἐφάμην, οἱ δ' ὦκα ἐμοῖσ' ἐπέεσσι πίθοντο·

ἐκ δὲ καλυψάμενοι παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο

θηήσαντ' ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν. {{r|180}}

αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσι,

χεῖρας νιψάμενοι τεύχοντ' ἐρικυδέα δαῖτα.

ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

ἥμεθα δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ·

ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, {{r|4730}}

δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.

ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

καὶ τότ' ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον·

{{r|"κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι·}}

ὦ φίλοι, οὐ γὰρ ἴδμεν ὅπῃ ζόφος οὐδ' ὅπῃ ἠώς, {{r|190}}

οὐδ' ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ' ὑπὸ γαῖαν

οὐδ' ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον,

εἴ τις ἔτ' ἔσται μῆτις· ἐγὼ δ' οὐκ οἴομαι εἶναι.

εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν

νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται. {{r|4740}}

αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δ' ἐνὶ μέσσῃ

ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην."

Γραμμή 224:
ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ

μνησαμένοισ' ἔργων Λαιστρυγόνος Ἀντιφάταο

Κύκλωπός τε βίης μεγαλήτορος ἀνδροφάγοιο. {{r|200}}

κλαῖον δὲ λιγέως, θαλερὸν κατὰ δάκρυ χέοντες·

ἀλλ' οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν.

αὐτὰρ ἐγὼ δίχα πάντας ἐϋκνήμιδας ἑταίρους

ἠρίθμεον, ἀρχὸν δὲ μετ' ἀμφοτέροισιν ὄπασσα·

τῶν μὲν ἐγὼν ἦρχον, τῶν δ' Εὐρύλοχος θεοειδής. {{r|4750}}

κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα·

ἐκ δ' ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.

Γραμμή 235:
κλαίοντες· κατὰ δ' ἄμμε λίπον γοόωντας ὄπισθεν.

εὗρον δ' ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης {{r|210}}

ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.

ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,

Γραμμή 241:
τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακ' ἔδωκεν.

οὐδ' οἵ γ' ὡρμήθησαν ἐπ' ἀνδράσιν, ἀλλ' ἄρα τοί γε

οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν. {{r|4760}}

ὡς δ' ὅτ' ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα

σαίνωσ'· αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ·

ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες

σαῖνον· τοὶ δ' ἔδδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.

ἔσταν δ' ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο, {{r|220}}

Κίρκης δ' ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ

ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων

λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.

τοῖσι δὲ μύθων ἦρχε Πολίτης, ὄρχαμος ἀνδρῶν,

ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε· {{r|4770}}

"ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν

Γραμμή 258:

ὣς ἄρ' ἐφώνησεν, τοὶ δ' ἐφθέγγοντο καλεῦντες.

ἡ δ' αἶψ' ἐξελθοῦσα θύρας ὤϊξε φαεινὰς {{r|230}}

καὶ κάλει· οἱ δ' ἅμα πάντες ἀϊδρείῃσιν ἕποντο·

Εὐρύλοχος δ' ὑπέμεινεν· ὀΐσατο γὰρ δόλον εἶναι.

εἷσεν δ' εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,

ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν

οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ {{r|4780}}

φάρμακα λύγρ', ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.

αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκ' ἔπειτα

ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.

οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε

καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος ὡς τὸ πάρος περ. {{r|240}}

ὣς οἱ μὲν κλαίοντες ἐέρχατο· τοῖσι δὲ Κίρκη

πὰρ ἄκυλον βάλανόν τ' ἔβαλεν καρπόν τε κρανείης

Γραμμή 274:

Εὐρύλοχος δ' ἂψ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν,

ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον. {{r|4790}}

οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος, ἱέμενός περ,

κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε

δακρυόφιν πίμπλαντο, γόον δ' ὠΐετο θυμός.

ἀλλ' ὅτε δή μιν πάντες ἀγαζόμεθ' ἐξερέοντες,

καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον· {{r|250}}

"ᾔομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμ' Ὀδυσσεῦ·

εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ

{{r|ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.}}

ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ' ἄειδεν

ἢ θεὸς ἠὲ γυνή· τοὶ δ' ἐφθέγγοντο καλεῦντες. {{r|4800}}

ἡ δ' αἶψ' ἐξελθοῦσα θύρας ὤϊξε φαεινὰς

καὶ κάλει· οἱ δ' ἅμα πάντες ἀϊδρείῃσιν ἕποντο·

αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀϊσάμενος δόλον εἶναι.

οἱ δ' ἅμ' ἀϊστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν

ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον." {{r|260}}

ὣς ἔφατ', αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον

Γραμμή 296:
τὸν δ' ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.

αὐτὰρ ὅ γ' ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων

{{r|καί μ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·}} {{r|4810}}

"μή μ' ἄγε κεῖσ' ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπ' αὐτοῦ·

Γραμμή 303:
φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ."

ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· {{r|270}}

"Εὐρύλοχ', ἦ τοι μὲν σὺ μέν' αὐτοῦ τῷδ' ἐνὶ χώρῳ

ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηῒ μελαίνῃ·

Γραμμή 309:

ὣς εἰπὼν παρὰ νηὸς ἀπήϊον ἠδὲ θαλάσσης.

ἀλλ' ὅτε δὴ ἄρ' ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας {{r|4820}}

Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,

ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν

ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,

πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη·

ἔν τ' ἄρα μοι φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· {{r|280}}

"πῇ δὴ αὖτ', ὦ δύστηνε, δι' ἄκριας ἔρχεαι οἶος,

Γραμμή 320:
ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.

ἦ τοὺς λυσόμενος δεῦρ' ἔρχεαι; οὐδέ σέ φημι

αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γ' ἔνθα περ ἄλλοι. {{r|4830}}

ἀλλ' ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω·

τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης

ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.

πάντα δέ τοι ἐρέω ὀλοφώϊα δήνεα Κίρκης.

τεύξει τοι κυκεῶ, βαλέει δ' ἐν φάρμακα σίτῳ· {{r|290}}

ἀλλ' οὐδ' ὧς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει

φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.

ὁππότε κεν Κίρκη σ' ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,

δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

Κίρκῃ ἐπαΐξαι ὥς τε κτάμεναι μενεαίνων. {{r|4840}}

ἡ δέ σ' ὑποδδείσασα κελήσεται εὐνηθῆναι·

ἔνθα σὺ μηκέτ' ἔπειτ' ἀπανήνασθαι θεοῦ εὐνήν,

ὄφρα κέ τοι λύσῃ θ' ἑτάρους αὐτόν τε κομίσσῃ·

ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι

μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, {{r|300}}

μή σ' ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ."

Γραμμή 341:
ἐκ γαίης ἐρύσας καί μοι φύσιν αὐτοῦ ἔδειξε.

ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος·

μῶλυ δέ μιν καλέουσι θεοί, χαλεπὸν δέ τ' ὀρύσσειν {{r|4850}}

ἀνδράσι γε θνητοῖσι· θεοὶ δέ τε πάντα δύνανται.

Γραμμή 347:
νῆσον ἀν' ὑλήεσσαν, ἐγὼ δ' ἐς δώματα Κίρκης

ἤϊα· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.

ἔστην δ' εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο· {{r|310}}

ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.

ἡ δ' αἶψ' ἐξελθοῦσα θύρας ὤϊξε φαεινὰς

καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.

εἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου,

{{r|καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·}} {{r|4860}}

τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπᾳ, ὄφρα πίοιμι,

ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσ' ἐνὶ θυμῷ.

Γραμμή 358:
ῥάβδῳ πεπληγυῖα ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·

"ἔρχεο νῦν συφεόνδε, μετ' ἄλλων λέξο ἑταίρων." {{r|320}}

ὣς φάτ', ἐγὼ δ' ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

Κίρκῃ ἐπήϊξα ὥς τε κτάμεναι μενεαίνων.

Γραμμή 364:
καί μ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

"τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; {{r|4870}}

θαῦμά μ' ἔχει, ὡς οὔ τι πιὼν τάδε φάρμακ' ἐθέλχθης.

οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακ' ἀνέτλη,

ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων·

σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.

ἦ σύ γ' Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ {{r|330}}

φάσκεν ἐλεύσεσθαι χρυσόρραπις Ἀργεϊφόντης,

ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηῒ μελαίνῃ.

ἀλλ' ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶϊ δ' ἔπειτα

εὐνῆς ἡμετέρης ἐπιβήομεν, ὄφρα μιγέντε

εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν." {{r|4880}}

ὣς ἔφατ', αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

Γραμμή 380:
ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,

αὐτὸν δ' ἐνθάδ' ἔχουσα δολοφρονέουσα κελεύεις

ἐς θάλαμόν τ' ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς, {{r|340}}

ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.

οὐδ' ἂν ἐγώ γ' ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,

Γραμμή 386:
μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο."

ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀπώμνυεν, ὡς ἐκέλευον. {{r|4890}}

αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,

καὶ τότ' ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.

Γραμμή 392:
ἀμφίπολοι δ' ἄρα τεῖος ἐνὶ μεγάροισι πένοντο

τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι.

γίνονται δ' ἄρα ταί γ' ἔκ τε κρηνέων ἀπό τ' ἀλσέων {{r|350}}

ἔκ θ' ἱερῶν ποταμῶν, οἵ τ' εἰς ἅλαδε προρέουσι.

τάων ἡ μὲν ἔβαλλε θρόνοισ' ἔνι ῥήγεα καλὰ

πορφύρεα καθύπερθ', ὑπένερθε δὲ λῖθ' ὑπέβαλλεν·

ἡ δ' ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας

ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια· {{r|4900}}

ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα

Γραμμή 403:
ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε

πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δ' ὕδωρ.

αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, {{r|360}}

ἔς ῥ' ἀσάμινθον ἕσασα λό' ἐκ τρίποδος μεγάλοιο,

θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,

ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.

αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ' ἐλαίῳ,

ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα, {{r|4910}}

εἷσε δέ μ' εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου,

καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·

{{r|χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα

καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,

νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. {{r|370}}

σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα,

εἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων·}}

ἐσθέμεναι δ' ἐκέλευεν· ἐμῷ δ' οὐχ ἥνδανε θυμῷ,

ἀλλ' ἥμην ἀλλοφρονέων, κακὰ δ' ὄσσετο θυμός.

Κίρκη δ' ὡς ἐνόησεν ἔμ' ἥμενον οὐδ' ἐπὶ σίτῳ {{r|4920}}

χεῖρας ἰάλλοντα, στυγερὸν δέ με πένθος ἔχοντα,

ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα·

Γραμμή 425:
"τίφθ' οὕτως, Ὀδυσεῦ, κατ' ἄρ' ἕζεαι ἶσος ἀναύδῳ,

θυμὸν ἔδων, βρώμης δ' οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;

ἦ τινά που δόλον ἄλλον ὀΐεαι; οὐδέ τί σε χρὴ {{r|380}}

δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον."

Γραμμή 431:
"ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,

πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,

πρὶν λύσασθ' ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι; {{r|4930}}

ἀλλ' εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,

λῦσον, ἵν' ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους."

Γραμμή 437:
ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει

ῥάβδον ἔχουσ' ἐν χειρί, θύρας δ' ἀνέῳξε συφειοῦ,

ἐκ δ' ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν. {{r|390}}

οἱ μὲν ἔπειτ' ἔστησαν ἐναντίοι, ἡ δὲ δι' αὐτῶν

ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.

τῶν δ' ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε

φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη·

ἄνδρες δ' ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν {{r|4940}}

καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.

ἔγνωσαν δέ με κεῖνοι, ἔφυν τ' ἐν χερσὶν ἕκαστος·

πᾶσιν δ' ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα

σμερδαλέον κονάβιζε· θεὰ δ' ἐλέαιρε καὶ αὐτή.

ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων· {{r|400}}

"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,

Γραμμή 453:
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,

κτήματα δ' ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα·

αὐτὸς δ' ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους." {{r|4950}}

ὣς ἔφατ', αὐτὰρ ἐμοί γ' ἐπεπείθετο θυμὸς ἀγήνωρ,

Γραμμή 459:
εὗρον ἔπειτ' ἐπὶ νηῒ θοῇ ἐρίηρας ἑταίρους

οἴκτρ' ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.

ὡς δ' ὅτε ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας, {{r|410}}

ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,

πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδ' ἔτι σηκοὶ

ἴσχουσ', ἀλλ' ἁδινὸν μυκώμεναι ἀμφιθέουσι

μητέρας· ὣς ἐμὲ κεῖνοι, ἐπεὶ ἴδον ὀφθαλμοῖσι,

δακρυόεντες ἔχυντο· δόκησε δ' ἄρα σφίσι θυμὸς {{r|4960}}

ὣς ἔμεν, ὡς εἰ πατρίδ' ἱκοίατο καὶ πόλιν αὐτὴν

τρηχείης Ἰθάκης, ἵνα τ' ἔτραφον ἠδ' ἐγένοντο·

Γραμμή 470:

"σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,

ὡς εἴ τ' εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν· {{r|420}}

ἀλλ' ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον."

Γραμμή 476:
"νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,

κτήματα δ' ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα·

αὐτοὶ δ' ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι, {{r|4970}}

ὄφρα ἴδηθ' ἑτάρους ἱεροῖσ' ἐν δώμασι Κίρκης

πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν."

Γραμμή 482:
ὣς ἐφάμην, οἱ δ' ὦκα ἐμοῖσ' ἐπέεσσι πίθοντο·

Εὐρύλοχος δέ μοι οἶος ἐρύκακε πάντας ἑταίρους

{{r|καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· {{r|430}}

"ἆ δειλοί, πόσ' ἴμεν; τί κακῶν ἱμείρετε τούτων;

Γραμμή 488:
ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,

οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,

ὥς περ Κύκλωψ ἕρξ', ὅτε οἱ μέσσαυλον ἵκοντο {{r|4980}}

ἡμέτεροι ἕταροι, σὺν δ' ὁ θρασὺς εἵπετ' Ὀδυσσεύς·

τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο."

Γραμμή 494:
ὣς ἔφατ', αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,

σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,

τῷ οἱ ἀποτμήξας κεφαλὴν οὖδάσδε πελάσσαι, {{r|440}}

καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μ' ἑταῖροι

μειλιχίοισ' ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος·

Γραμμή 500:
"διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,

αὐτοῦ πὰρ νηΐ τε μένειν καὶ νῆα ἔρυσθαι·

ἡμῖν δ' ἡγεμόνευ' ἱερὰ πρὸς δώματα Κίρκης." {{r|4990}}

ὣς φάμενοι παρὰ νηὸς ἀνήϊον ἠδὲ θαλάσσης.

Γραμμή 507:

τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη

ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπ' ἐλαίῳ, {{r|450}}

ἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας·

δαινυμένους δ' εὖ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.

οἱ δ' ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τ' ἐσάντα,

κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.

ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων· {{r|5000}}

{{r|"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,}}

μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτή,

ἠμὲν ὅσ' ἐν πόντῳ πάθετ' ἄλγεα ἰχθυόεντι,

ἠδ' ὅσ' ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ' ἐπὶ χέρσου.

ἀλλ' ἄγετ' ἐσθίετε βρώμην καὶ πίνετε οἶνον, {{r|460}}

εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,

οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν

τρηχείης Ἰθάκης· νῦν δ' ἀσκελέες καὶ ἄθυμοι,

αἰὲν ἄλης χαλεπῆς μεμνημένοι· οὐδέ ποθ' ὕμιν

θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέπασθε." {{r|5010}}

ὣς ἔφαθ', ἡμῖν δ' αὖτ' ἐπεπείθετο θυμὸς ἀγήνωρ.

Γραμμή 529:
ἥμεθα, δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ·

ἀλλ' ὅτε δή ῥ' ἐνιαυτὸς ἔην, περὶ δ' ἔτραπον ὧραι,

{{r|μηνῶν φθινόντων, περὶ δ' ἤματα μακρὰ τελέσθη, {{r|470}}

καὶ τότε μ' ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι·

Γραμμή 536:
οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν."

{{r|ὣς ἔφαν, αὐτὰρ ἐμοί γ' ἐπεπείθετο θυμὸς ἀγήνωρ. {{r|5020}}

ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

ἥμεθα, δαινύμενοι κρέα τ' ἄσπετα καὶ μέθυ ἡδύ.

ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,

οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.}}

αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς {{r|480}}

γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς,

{{r|καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·}}

"ὦ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν, ἥν περ ὑπέστης,

οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη

ἠδ' ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ {{r|5030}}

ἀμφ' ἔμ' ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι."

Γραμμή 554:
"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,

μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.

ἀλλ' ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι {{r|490}}

εἰς Ἀΐδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης

ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,

μάντιος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι·

τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια

οἴῳ πεπνῦσθαι· τοὶ δὲ σκιαὶ ἀΐσσουσιν." {{r|5040}}

ὣς ἔφατ', αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ·

Γραμμή 565:
ἤθελ' ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.

αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,

καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον· {{r|500}}

"ὦ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;

Γραμμή 572:

ὣς ἐφάμην, ἡ δ' αὐτίκ' ἀμείβετο δῖα θεάων·

{{r|"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,}}

μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηῒ μελέσθω· {{r|5050}}

ἱστὸν δὲ στήσας ἀνά θ' ἱστία λευκὰ πετάσσας

ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ βορέαο φέρῃσιν.

ἀλλ' ὁπότ' ἂν δὴ νηῒ δι' Ὠκεανοῖο περήσῃς,

ἔνθ' ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης

μακραί τ' αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι, {{r|510}}

νῆα μὲν αὐτοῦ κέλσαι ἐπ' Ὠκεανῷ βαθυδίνῃ,

αὐτὸς δ' εἰς Ἀΐδεω ἰέναι δόμον εὐρώεντα.

ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι

Κώκυτός θ', ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,

πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων· {{r|5060}}

ἔνθα δ' ἔπειθ', ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,

βόθρον ὀρύξαι ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,

ἀμφ' αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσι,

πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέϊ οἴνῳ,

τὸ τρίτον αὖθ' ὕδατι· ἐπὶ δ' ἄλφιτα λευκὰ παλύνειν. {{r|520}}

πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,

ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,

ῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσθλῶν,

Τειρεσίῃ δ' ἀπάνευθεν ὄϊν ἱερευσέμεν οἴῳ

παμμέλαν', ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν. {{r|5070}}

αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,

ἔνθ' ὄϊν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν

εἰς Ἔρεβος στρέψας, αὐτὸς δ' ἀπονόσφι τραπέσθαι

ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ

ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων. {{r|530}}

δὴ τότ' ἔπειθ' ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι

μῆλα, τὰ δὴ κατάκειτ' ἐσφαγμένα νηλέϊ χαλκῷ,

δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,

ἰφθίμῳ τ' Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ·

αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ {{r|5080}}

ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα

αἵματος ἄσσον ἴμεν πρὶν Τειρεσίαο πυθέσθαι.

ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,

ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου

νόστον θ', ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα." {{r|540}}

ὣς ἔφατ', αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

Γραμμή 614:
αὐτὴ δ' ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,

λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ' ἰξυῖ

καλὴν χρυσείην, κεφαλῇ δ' ἐπέθηκε καλύπτρην. {{r|5090}}

αὐτὰρ ἐγὼ διὰ δώματ' ἰὼν ὤτρυνον ἑταίρους

μειλιχίοισ' ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·

Γραμμή 621:
ἀλλ' ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη."

ὣς ἐφάμην, τοῖσιν δ' ἐπεπείθετο θυμὸς ἀγήνωρ. {{r|550}}

οὐδὲ μὲν οὐδ' ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.

Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην

ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς,

ὅς μοι ἄνευθ' ἑτάρων ἱεροῖσ' ἐν δώμασι Κίρκης,

ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων· {{r|5100}}

κινυμένων δ' ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας

ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν

ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,

ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν

ἀστραγάλων ἐάγη, ψυχὴ δ' Ἄϊδόσδε κατῆλθεν. {{r|560}}

ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον·

Γραμμή 637:
ἔρχεσθ'· ἄλλην δ' ἧμιν ὁδὸν τεκμήρατο Κίρκη

εἰς Ἀΐδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης

ψυχῇ χρησομένους θηβαίου Τειρεσίαο." {{r|5110}}

ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,

Γραμμή 644:

ἀλλ' ὅτε δή ῥ' ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης

ᾔομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες, {{r|570}}

τόφρα δ' ἄρ' οἰχομένη Κίρκη παρὰ νηῒ μελαίνῃ

ἀρνειὸν κατέδησεν ὄϊν θῆλύν τε μέλαιναν,