Κυνηγετικός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
AndreasJS (συζήτηση | Συνεισφορά)
μ Ανάκληση των αλλαγών 178.59.156.12 (συζήτηση) επιστροφή στην προηγούμενη αναθεώρηση 2.85.126.120
Γραμμή 18:
 
== Κεφάλαιο 3 ==
τὰ δὲ γένη τῶν κυνῶν διττά, αἱ μὲν καστόριαι, αἱ δὲ ἀλωπεκίδες. ἔχουσι δ᾽ αἱ μὲν καστόριαι τὴν ἐπωνυμίαν ταύτην ὅτι Κάστωρ ἡσθεὶς τῷ ἔργῳ μάλιστα αὐτὰς διεφύλαξεν: αἱ δ᾽ ἀλωπεκίδες διότι ἐκ κυνῶν τε καὶ ἀλωπέκων ἐγένοντο: ἐν πολλῷ δὲ χρόνῳ συγκέκραται αὐτῶν ἡ φύσις. {{χ|2}} χείρους δὲ καὶ πλείους αἱ τοιαίδε, μικραί, γρυπαί, χαροποί, μυωποί, ἄμορφοι, σκληραί, ἀσθενεῖς, ψιλαί, ὑψηλαί, ἀσύμμετροι, ἄψυχοι, ἄρρινες, οὐκ εὔποδες. {{χ|3}} αἱ μὲν οὖν μικραὶ πολλάκις ἀποστεροῦνται τῆς ἐργασίας διὰ τὸ μικρόν: αἱ δὲ γρυπαὶ ἄστομοι καὶ διὰ τοῦτο οὐ κατέχουσι τὸν λαγῶ: <αἱ> χαροποὶ δὲ καὶ μυωποὶ χείρω τὰ ὄμματα ἔχουσιν: <αἱ> ἄμορφοι δὲ καὶ αἰσχραὶ ὁρᾶσθαι: αἱ δὲ σκληραὶ τὰ εἴδη χαλεπῶς ἀπὸ τῶν κυνηγεσίων ἀπαλλάττουσι: πονεῖν δὲ ἀδύνατοι αἱ ἀσθενεῖς καὶ αἱ ψιλαί: αἱ δὲ ὑψηλαὶ καὶ αἱ ἀσύμμετροι ἀσύντακτα ἔχουσαι τὰ σώματα βαρέως διαφοιτῶσιν: αἱ ἄψυχοι δὲ καὶ λείπουσι τὰ ἔργα καὶ ἀφίστανται <καὶ ὑποφεύγουσι> τὸν ἥλιον ὑπὸ τὰς σκιὰς καὶ κατακλίνονται: αἱ δὲ ἄρρινες μόλις καὶ ὀλιγάκις αἰσθάνονται τοῦ λαγῶ: αἱ δὲ ἄποδες οὐδ᾽ ἂν ὦσιν εὔψυχοι τοὺς πόνους δύνανται ἀνέχεσθαι, ἀλλ᾽ ἀπαγορεύουσι διὰ τὸ ἄλγος τῶν ποδῶν. {{χ|4}}
εἰσὶ δὲ καὶ τῆς ἰχνεύσεως πολλοὶ τρόποι ἐκ τῶν αὐτῶν κυνῶν: αἱ μὲν γὰρ ἐπειδὰν λάβωσι τὰ ἴχνη, πορεύονται ἀσήμως ὥστε μὴ γιγνώσκεσθαι ὅτι ἰχνεύουσιν, αἱ δὲ τὰ ὦτα μόνον διακινοῦσι, τὴν δὲ οὐρὰν ἡσυχῇ ἔχουσιν, αἱ δὲ τὰ ὦτα μὲν ἀκίνητα ἔχουσιν, ἄκραν δὲ τὴν οὐρὰν σείουσιν. {{χ|5}} ἄλλαι δὲ συνάγουσι τὰ ὦτα καὶ ἐπισκυθρωπάσασαι διὰ τοῦ ἴχνους, σχάσασαι τὴν οὐρὰν καὶ φράξασαι διατρέχουσι: πολλαὶ δὲ τούτων μὲν οὐδὲν ποιοῦσι, μανικῶς δὲ περιφερόμεναι ὑλακτοῦσι περὶ τὰ ἴχνη, ὅτε δὲ εἰσπίπτουσιν εἰς αὐτά, ἀφρόνως καταπατοῦσαι τὰς αἰσθήσεις. {{χ|6}} εἰσὶ δὲ αἳ κύκλοις πολλοῖς χρώμεναι καὶ πλάνοις, ὑπολαμβάνουσαι ἐκ τοῦ πρόσω τὰ ἴχνη παραλείπουσι τὸν λαγῶ, ὁσάκις δ᾽ ἐπιτρέχουσι τὰ ἴχνη, εἰκάζουσι, προορώμεναι δὲ τὸν λαγῶ τρέμουσι καὶ οὐκ ἐπέρχονται πρὶν <ἂν> ἴδωσιν ὑποκινοῦντα. {{χ|7}} ὅσαι δὲ τὰ τῶν ἄλλων κυνῶν εὑρήματα ἐν ταῖς ἰχνείαις καὶ μεταδρομαῖς προθέουσαι θαμινὰ σκοποῦσιν, ἑαυταῖς ἀπίστως ἔχουσι: θρασεῖαι δ᾽ αἳ οὐκ ἐῶσι τῶν συνεργῶν τὰς σοφωτέρας εἰς τὸ πρόσθεν προιέναι, ἀλλ᾽ ἀνείργουσι θορυβοῦσαι: αἱ δὲ ἀσπαζόμεναι τὰ ψευδῆ καὶ ὑπερλαμπρυνόμεναι ἐφ᾽ ὅτῳ ἂν τύχωσι προάγουσι συνειδυῖαι ἑαυταῖς ὅτι ἐξαπατῶσιν: αἱ δ᾽ οὐκ εἰδυῖαι τὸ αὐτὸ ποιοῦσι ταύταις: φαῦλαι δὲ αἳ οὐκ ἀπαλλαττόμεναι ἐκ τῶν τριμμῶν τὰ ὀρθὰ οὐ γιγνώσκουσιν. {{χ|8}} ὅσαι δὲ τῶν κυνῶν τὰ ἴχνη τὰ μὲν εὐναῖα ἀγνοοῦσι, τὰ δὲ δρομαῖα ταχὺ διατρέχουσιν, οὐκ εἰσὶ γνήσιαι: διώκουσι δὲ αἱ μὲν ἀρχόμεναι σφόδρσφόδρα, διὰ δὲ μαλακίαν ἀνιᾶσιν, αἱ δὲ ὑποθέουσιν, εἶτα ἁμαρτάνουσιν, ἕτεραι δὲ ἀνοήτως ἐμπίπτουσαι εἰς τὰς ὁδοὺς ἁμαρτάνουσι, τὸ ἀνήκουστον πολὺ ἔχουσαι. {{χ|9}} πολλαὶ δὲ τὰ διώγματα ἀφιεῖσαι ἐπανέρχονται διὰ τὸ μισόθηρον, πολλαὶ δὲ διὰ τὸ φιλάνθρωπον: αἱ δ᾽ ἐκ τῶν ἰχνῶν κεκλαγγυῖαι ἐξαπατᾶν πειρῶνται, ἀληθῆ τὰ ψευδῆ ποιούμεναι. {{χ|10}} εἰσὶ δὲ αἳ τοῦτο μὲν οὐ ποιοῦσι, μεταξὺ δὲ θέουσαι ἄν ποθεν ἀκούσωσι κραυγῆς, καταλείπουσαι τὰ αὑτῶν ἔργα ἀπρονοήτως ἐπὶ τοῦτο φέρονται: μεταθέουσι δὲ αἱ μὲν ἀσαφῶς, αἱ δὲ πολὺ ὑπολαμβάνουσαι, δοξάζουσαι δὲ ἑτέρως: αἱ δὲ πεπλασμένως, φθονερῶς δὲ ἄλλαι ἐκκυνοῦσι παρὰ τὸ ἴχνος διὰ τέλους συμπεριφερόμεναι. {{χ|11}} τὰ μὲν οὖν πλεῖστα τούτων φύσει ἔχουσι, τὰ δὲ ἠγμέναι ἀνεπιστημόνως δύσχρηστοί εἰσιν: αἱ τοιαῦται μὲν οὖν κύνες ἀποτρέψειαν ἂν τοὺς ἐπιθυμοῦντας κυνηγεσίων. οἵας δὲ δεῖ εἶναι τοῦ αὐτοῦ γένους τά τε εἴδη καὶ τὰ ἄλλα φράσω.
α, διὰ δὲ μαλακίαν ἀνιᾶσιν, αἱ δὲ ὑποθέουσιν, εἶτα ἁμαρτάνουσιν, ἕτεραι δὲ ἀνοήτως ἐμπίπτουσαι εἰς τὰς ὁδοὺς ἁμαρτάνουσι, τὸ ἀνήκουστον πολὺ ἔχουσαι. {{χ|9}} πολλαὶ δὲ τὰ διώγματα ἀφιεῖσαι ἐπανέρχονται διὰ τὸ μισόθηρον, πολλαὶ δὲ διὰ τὸ φιλάνθρωπον: αἱ δ᾽ ἐκ τῶν ἰχνῶν κεκλαγγυῖαι ἐξαπατᾶν πειρῶνται, ἀληθῆ τὰ ψευδῆ ποιούμεναι. {{χ|10}} εἰσὶ δὲ αἳ τοῦτο μὲν οὐ ποιοῦσι, μεταξὺ δὲ θέουσαι ἄν ποθεν ἀκούσωσι κραυγῆς, καταλείπουσαι τὰ αὑτῶν ἔργα ἀπρονοήτως ἐπὶ τοῦτο φέρονται: μεταθέουσι δὲ αἱ μὲν ἀσαφῶς, αἱ δὲ πολὺ ὑπολαμβάνουσαι, δοξάζουσαι δὲ ἑτέρως: αἱ δὲ πεπλασμένως, φθονερῶς δὲ ἄλλαι ἐκκυνοῦσι παρὰ τὸ ἴχνος διὰ τέλους συμπεριφερόμεναι. {{χ|11}} τὰ μὲν οὖν πλεῖστα τούτων φύσει ἔχουσι, τὰ δὲ ἠγμέναι ἀνεπιστημόνως δύσχρηστοί εἰσιν: αἱ τοιαῦται μὲν οὖν κύνες ἀποτρέψειαν ἂν τοὺς ἐπιθυμοῦντας κυνηγεσίων. οἵας δὲ δεῖ εἶναι τοῦ αὐτοῦ γένους τά τε εἴδη καὶ τὰ ἄλλα φράσω.
 
== Κεφάλαιο 4 ==