Κατά Στεφάνου Ψευδομαρτυριών Α: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Atelaes (συζήτηση | Συνεισφορά)
Από perseus.tufts.edu κατά Creative Commons, πρόσβαση 24-5-2012
 
Χωρίς σύνοψη επεξεργασίας
Ετικέτες: Επεξεργασία από κινητό Διαδικτυακή επεξεργασία από κινητό
Γραμμή 163:
{{χ|80}} Εἶτα τοιαῦτα ποιῶν καὶ τηλικαύτας μαρτυρίας ἐξενηνοχὼς τῆς ὕβρεως τῆς σαυτοῦ σύ, τὸν ἄλλου του βίον ἐξετάζειν τολμᾷσ μεθ᾽ ἡμέραν εἶ σὺ σώφρων, τὴν δὲ νύκτ᾽ ἐφ᾽ οἷς θάνατος ἡ ζημία, ταῦτα ποιεῖς. Πονηρός, ὦ ἄνδρες Ἀθηναῖοι, πονηρὸς οὗτος ἄνωθεν ἐκ τοῦ Ἀνακείου καὶ ἄδικος. Σημεῖον δέ· εἰ γὰρ ἦν δίκαιος, πένης ἂν ἦν τὰ τοῦ δεσπότου διοικήσας. Νῦν δὲ τοσούτων χρημάτων τὸ πλῆθος κύριος καταστὰς ὥστε τοσαῦτα λαθεῖν ἀπ᾽ αὐτῶν κλέψας ὅσα νῦν κέκτηται, οὐκ ὀφείλειν ταῦτα, ἀλλὰ πατρῷ᾽ ἔχειν ἡγεῖται.
 
{{χ|81}} Καίτοι πρὸς θεῶν, εἰ κλέπτην σ᾽ ἀπῆγον ὡς ἐπ᾽ αὐτοφώρῳ εἰληφώς, τὴν οὐσίαν ἣν ἔχεις, εἴ πως οἷόν τ᾽ ἦν, ἐπιθείς σοι, εἶτά σ᾽ ἠξίουν, εἰ μὴ φὴς ὑφῃρημένος ταῦτ᾽ὑφῃρημένοῦτ᾽ ἔχειν, ἀνάγειν ὅθεν εἴληφας, εἰς τίν᾽ ἂν αὔτ᾽ ἀνήγαγεσ οὔτε γάρ σοι πατὴρ παρέδωκεν, οὔθ᾽ ηὗρες, οὔτε λαβών ποθεν ἄλλοθεν ἦλθες ὡς ἡμᾶς· βάρβαρος γὰρ ἐωνήθης. Εἶθ᾽ ᾧ δημοσίᾳ προσῆκεν ἐπὶ τοῖς εἰργασμένοις τεθνάναι, σύ, τὸ σῶμα σεσῳκὼς καὶ πόλιν ἐκ τῶν ἡμετέρων σαυτῷ κτησάμενος καὶ παῖδας ἀδελφοὺς τοῖς σεαυτοῦ δεσπόταις ἀξιωθεὶς ποιήσασθαι, παρεγράψω μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην τῶν ἐγκαλουμένων χρημάτων ὑφ᾽ ἡμῶνἡμῶνtry
 
{{χ|82}} εἶτα κακῶς ἡμᾶς ἔλεγες καὶ τὸν ἡμέτερον πατέρ᾽ ἐξήταζες ὅστις ἦν ἐφ᾽ οἷς τίς οὐκ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπῶς ἤνεγκεν ἐγὼ γάρ, εἰ πάντων τῶν ἄλλων ὑμῶν ἔλαττον προσήκει μοι φρονεῖν, τούτου γε μεῖζον οἶμαι, καὶ τούτῳ γ᾽ εἰ μηδενὸς τῶν ἄλλων ἔλαττον, ἐμοῦ γ᾽ ἔλαττον· ὄντων γὰρ ἡμῶν τοιούτων ὁποίους τινὰς ἂν καὶ σὺ κατασκευάσῃς τῷ λόγῳ, σὺ δοῦλος ἦσθα.