Λόγοι/Ιεροί λόγοι δ΄: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 59:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 26. 332|size=90%}}}}
περὶ τὴν ἕω ἢ καὶ ἔτι θᾶττον ἀφικνεῖται θεῖον ἐπίγραμμα ἔχον οὑτωσὶ
 
οὐκ ἀφανὴς Ἕλλησιν Ἀριστείδης ἀνέθηκε
 
<blockquote>μύθων ἀενάων κύδιμος ἡνίοχος.<blockquote>
τοῦτό τε ἐπιγράφειν ἐδόκουν καὶ τὸ ἀνάθημα ἀναθήσειν ὡς δὴ Διί. εὐθὺς οὖν εἰχόμην ἀπρὶξ τοῦ ἐπιγράμματος ἔν τε τῷ ὕπνῳ γανύμενος καὶ ἔτι ἀφυπνιζόμενος, ἐκμελετῶν καὶ στρέφων μὴ λάθῃ με διαφυγόν: καὶ οὕτω δὴ κατεδησάμην. μετὰ δὲ ταῦτα βουλευομένοις ἡμῖν κοινῇ περὶ τοῦ ἀναθήματος συνεδόκει καὶ τῷ ἱερεῖ καὶ τοῖς νεωκόροις ἀναθεῖναι ἐν Διὸς Ἀσκληπιοῦ, ταύτης γὰρ οὐκ εἶναι χώραν καλλίω: καὶ οὕτω δὴ τοῦ ὀνείρατος ἡ φήμη ἐξέβη. καὶ ἔστιν ὁ τρίπους ὑπὸ τῇ δεξιᾷ τοῦ θεοῦ, εἰκόνας χρυσᾶς ἔχων τρεῖς, μίαν καθ᾽ ἕκαστον τὸν πόδα, Ἀσκληπιοῦ, τὴν δὲ Ὑγιείας, τὴν δὲ Τελεσφόρου. καὶ τὸ ἐπίγραμμα ἐπιγέγραπται καὶ ὅτι ἐξ ὀνείρατος προσπαραγέγραπται. ἀνέθηκα δὲ καὶ τῷ Διὶ τῷ Ὀλυμπίῳ τὸ ἐπίγραμμα καὶ ἀνάθημα ἕτερον, ὡς πανταχῆ τελέως ἔχειν τὰ χρησθέντα. γενομένου δὲ τοῦ ἐπιγράμματος πολὺ δὴ μείζων προθυμία μοι ἐγγίγνεται καὶ ἐδόκει παντὶ τρόπῳ χρῆναι ἀντέχεσθαι τῶν λόγων, ὡς κἀν τοῖς ὕστερον ἀνθρώποις ὄνομα ἡμῶν ἐσόμενον, ἐπειδή γε ἀενάους τοὺς λόγους ὁ θεὸς ἔτυχε προσειρηκώς.
 
καὶ τὰ μὲν περὶ τοὺς χοροὺς οὕτως εἶχε. χρόνῳ δ᾽ ὕστερον οὐκ οἶδ᾽ ὁπόσῳ τινὶ φαντάζομαι τοιάδε. ἐδόκουν εἶναι περὶ τὴν ἑστίαν τοῦ Διὸς τοῦ Ὀλυμπίου καὶ πατρῴου, συλλόγου δὲ γιγνομένου δημοτελοῦς περὶ πλήθουσαν ἀγορὰν ἑστῶτα τὸν κήρυκα τὸν ἱερὸν παρ᾽ αὐτὴν τοῦ θεοῦ τὴν κρηπῖδα ἀνειπεῖν τοὐμὸν ὄνομα σὺν ἅπασι τοῖς περὶ αὐτὸ, ὡς δὴ δημοσίᾳ στεφανουμένου, ὥσπερ ὅταν ἐν ταῖς ἐκκλησίαις χρυσῷ στεφάνῳ στεφανώμεθα, προσθεῖναι δὲ ὅτι λόγων ἕνεκα: βεβαιώσασθαι δ᾽ αὐτὸ ἑτέρᾳ προσθήκῃ ἐπειπόντα, καὶ γάρ ἐστιν ἀήττητος περὶ λόγους: κεκηρυγμένου δὲ τούτου διαβῆναι εἰς Ἀσκληπιοῦ κῆπον, ὃς ἔστι μοι πρόσθεν τῆς οἰκίας τῆς πατρῴας. κἀνταῦθα
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 26. 333|size=90%}}}}