Λόγοι/Ιεροί λόγοι δ΄: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 51:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 26. 331|size=90%}}}}
Ἀπόλλω τε καὶ Ἀσκληπιὸν ἐποιήθη κατὰ τὰς τῶν ὀνειράτων ἐπιπνοίας, καὶ τούτων τὰ πολλὰ σχεδὸν ἀπὸ μνήμης οὑτωσὶ, ὁπότε αἰωροίμην ἐπὶ τοῦ ζεύγους ἢ καὶ βαδίζοιμι. καὶ δὴ καὶ Μακεδόνι ἀνδρὶ ἑνὶ τῶν συμφοιτητῶν ὄναρ γίγνεται, ὡς ἀπήγγελλεν ἐμοὶ Θεόδοτος, οὐ γὰρ αὐτὸς εἶχε συνήθως ἐμοὶ, ἄντικρυς φέρον εἰς ἐμέ. ἐδόκει γὰρ ᾁδειν ἐμὸν παιᾶνα ἐν ᾧ ταύτην τὴν πρόσρησιν εἶναι, Ἰὴ παιὰν Ἥρακλες Ἀσκληπιέ. καὶ οὕτω δὴ τὸν παιᾶνα ἀπέδωκα ἀμφοτέροις τοῖς θεοῖς κοινόν.
 
καὶ τοίνυν καὶ χοροὺς ἔστησα δημοσίᾳ δέκα τοὺς σύμπαντας, τοὺς μὲν παίδων, τοὺς δὲ ἀνδρῶν. καὶ συνέβη τι τοιοῦτον. ἡνίκα τὸν πρῶτον ἤμελλον ἀνάξειν χορὸν, ἦν ἐν τῷ νεῷ Ῥουφῖνος, οὗ μικρῷ πρόσθεν ἐμνήσθην. ἰδὼν οὖν αὐτὸν, εἰς καλὸν ἥκεις, ἔφην, εἰ ἄρα καὶ σχολή σοι: μέλλω γὰρ στήσειν χορὸν τῷ θεῷ, καὶ δῆλον δὴ ὅτι ἀκροάσει ἡμετέραν χάριν. ἀλλ᾽ οὐδὲν, ἔφη, δεῖ καλεῖσθαί με ὑπὸ σοῦ, ἀλλὰ καὶ προκέκλημαι ὑπὸ τοῦ θεοῦ: τεκμαίρου δὲ, ἔφη, καὶ τὴν ὥραν, οὐ γάρ πω πρότερον τηνικάδε ἀπήντησα, ἀλλὰ πολὺ ὕστερον εἰώθειν φοιτᾶν. ἀλλὰ κέκλημαί γε, ἔφη, καὶ τούτων ἕνεκα καὶ εἰς τὴν ἀγαθὴν τύχην, καί σοι συμπαρεστήξομεν ἡμεῖς, αὑτὸν δὴ λέγων καὶ τὸν Σηδᾶτον, ὃς ἦν ἡμῖν συμφοιτητὴς ἐν τῷ τότε. καὶ τοῦτο μὲν περὶ τὴν πρώτην προσαγωγὴν τοῦ χοροῦ συνέβη. πάλιν δὲ ἐπὶ τῷ δεκάτῳ τελεσθέντι ἐγὼ μὲν ἕν τι τῶν ᾀσμάτων ἔτυχον παρεικὼς, διὰ τὸ παντελῶς αὐτοσχεδίως τε καὶ ἐκ τοῦ ῥᾴστου πεποιῆσθαι καὶ ὅσον αὐτό φασιν, ἔπειθ᾽ ἧκεν ὄναρ ἀπαιτοῦν καὶ τοῦτο, καὶ ἀπέδομεν. περανθέντων δὲ τούτων ἐδόκει χρῆναι ἀναθεῖναι τρίποδα ἀργυροῦν, ἅμα μὲν τῷ θεῷ χαριστήριον, ἅμα δὲ μνημεῖον τῶν χορῶν οὓς ἐστήσαμεν. καὶ ἐμοὶ μὲν παρεσκεύαστο ἐλεγεῖον τοιονδὶ ποιητὴς ἀέθλων τε βραβεὺς αὐτός τε χορηγὸς,
 
<blockquote>σοὶ τόδ᾽ ἔθηκεν ἄναξ μνῆμα χοροστασίης.</blockquote>
ἔπειτα δύο τινὰ ἐπὶ τούτοις ἕτερ᾽ ἦν ἔπη, ὧν τὸ μὲν τοὔνομα εἶχε τοὐμὸν, τὸ δ᾽ ὅτι προστασίᾳ τοῦ θεοῦ ταῦτα ἐγίγνετο. ἐνίκησε δὲ ὁ θεός. ᾗ γὰρ ἡμέρᾳ ἔδει γίγνεσθαι τὴν ἀνάθεσιν, ταύτῃ μοι δοκεῖν ἢ μικρόν τι πρὸ αὐτῆς
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 26. 332|size=90%}}}}