Λόγοι/Ιεροί λόγοι δ΄: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 27:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 26. 325|size=90%}}}}
νόσημα πᾶν. ἐδόκει χρῆναι οὕτω ποιεῖν. καὶ λαλούντων ἡμῶν καὶ βουλευομένων ἐπεισέρχεται Βίβλος ἐκ τρίτων, θεραπευτὴς τῶν παλαιῶν καί τινα τρόπον πρόθυμος περὶ λόγους. οὗτος καὶ τὸ πρόβλημα ἦν ὁ προβαλών: καὶ ἦν γε τὸ πρόβλημα τοιόνδε: μέμνημαι γὰρ, ἅτε καὶ πρῶτον λαβών: Ἀλεξάνδρου, φησὶν, ἐν Ἰνδοῖς ὄντος συμβουλεύει Δημοσθένης ἐπιθέσθαι τοῖς πράγμασιν. εὐθὺς μὲν οὖν ἐδεξάμην τὴν φήμην τὸν Δημοσθένη τε αὖθις λέγοντα καὶ τοὺς λόγους ὄντας περὶ τῆς ἡγεμονίας. καὶ μικρὸν ἐπισχὼν ἠγωνιζόμην, καὶ τά τε δὴ τῆς ἄλλης δυνάμεως ἦν οἷα θεοῦ παρασκευάζοντος, καὶ ἔδοξεν ὁ τοῦ ἐνιαυτοῦ χρόνος οὐ σιωπῆς, ἀλλ᾽ ἀσκήσεως εἶναι.
 
ἀρχὴ μὲν οὖν αὕτη τῆς μελέτης τῶν λόγων ἡμῖν ἐγένετο, καὶ οὕτως ἐπανήλθομεν. ἐγίγνετο δὲ καὶ ἄλλα πολλὰ εἰς ταυτὸν φέροντα, καὶ τὸ δὴ μάλιστα ἐπιρρῶσαν τοιόνδε ἦν. Ῥώσανδρος ἦν τῶν φιλοσοφούντων καὶ ἄλλως περὶ τὴν τοῦ θεοῦ θεραπείαν ἐπιμελής: οὗτος ἐδόκει μοι παρ᾽ ἀνδρὸς φιλοσόφου τῶν ἐπιφανῶν ἀρτίως διηγγελμένου παρὼν ἑστάναι πρόσθεν τῆς κλίνης, οἷον ἔνθεός τε καὶ σφόδρα ἐσπουδακώς: ἔπειτα λέγειν περὶ τῶν λόγων τῶν ἐμῶν εἰς ὅσον προβεβηκότες εἶεν, μνησθῆναι μὲν δὴ Πλάτωνος καὶ Δημοσθένους, ἐφ᾽ οἷσπερ ἐμνήσθη ἑκατέρου: ἀκροτελεύτιον δ᾽ ἐπιθεῖναι, παρῆλθες ἡμῖν τῷ ἀξιώματι τὸν Δημοσθένη, ὡς μηδ᾽ αὐτοῖς ἄρα τοῖς φιλοσόφοις εἶναι ὑπερφρονῆσαι. τοῦτο τὸ ῥῆμα πᾶσαν ἐμοὶ τὴν ὕστερον φιλοτιμίαν ἐξῆψε, τοῦτ᾽ ἐποίησε πᾶν ὅ τι ποιοίην περὶ λόγους ἔλαττον εἶναι τοῦ δέοντος νομίζειν. καὶ μέντοι καὶ ὕπαρ αὐτὸς ἐπεσφραγίσατο ὁ θεός. μετὰ γὰρ τὴν νύκτα ἐκείνην, ἣ τὸν ὄρθρον ἦγεν, εὐθὺς μελέτην ἐποιούμην, κατ᾽ ἀρχὰς ἔτι τῶν χρόνων ὥσπερ λέγω: καὶ οἱ παρόντες οὐδέν πω τοῦ ὀνείρατος προπεπυσμένοι, τῶν δὲ λόγων ἀκροώμενοι τότε πρῶτον, μάλιστα δὴ τοῦτο ἐπεσημήναντο τὸ ἀξίωμα. καὶ τοῦτο πλεῖστον ἦν αὐτοῖς τοῦ θορύβου. χρόνῳ δ᾽ ὕστερον εἰς τὸν Ῥώσανδρον φέρον τοιόνδε μοι γίγνεται. ἐδόκουν ἐν Διὸς Ὀλυμπίου χωρίῳ κατὰ δή τινα διατριβὴν ἤτοι πρὸς ἐμαυτὸν διανοηθῆναι
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 26. 326|size=90%}}}}