Λόγοι/Ιεροί λόγοι δ΄: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 19:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 26. 323|size=90%}}}}
φήμης καὶ τύχης. καὶ χρόνοις δὴ ὕστερον ἡ λοιμώδης ἐκείνη συνέβη νόσος, ἧς ὅ τε σωτὴρ καὶ ἡ δέσποινα Ἀθηνᾶ περιφανῶς ἐρρύσαντό με. καὶ ἓξ μῆνας μέν τινας θαυμαστῶς ὡς τὸ μετὰ τοῦτο διήγαγον: ἔπειτα ἡ ξηρότης πολλὴ ξυνέβη καὶ ἕτερα ἠνώχλησεν: ἃ πάντα ὁ θεὸς καθίστη τε καὶ σὺν αὐτῷ γε εἰρῆσθαι καθίστησι ταῖς ἐφημέροις διαίταις καὶ προρρήσεσι. τότε δ᾽ οὖν ὡς ἐπανῆλθον ἀπὸ τοῦ Αἰσήπου, εὐθὺς μὲν προσιόντος ἐγίγνοντο φῆμαι καὶ παιδίων καὶ ἄλλων ἀγαθαὶ καὶ παίζοντα ἐν αὐτοῖς ἐβόα, καλῶς κυρίῳ. καὶ ἡ τροφὸς εὐθὺς ἀνειστήκει καὶ ἀπήντα καὶ ἔρρωτο καὶ ἦν ἅπερ εἰκὸς ἐν τοῖς τοιούτοις. ἔπειτα κελεύει ὁ θεὸς ὡς δεῖ ἀντὶ τοῦ κατορυχθῆναι ἐπαμήσασθαι τῆς λευκῆς γῆς, τὸν ἐν παλαίστρᾳ δὴ τρόπον, βεβαιότητος οὕνεκα καὶ ὡς εἴη τρόπον τινὰ καὶ τοῦτο ἐκπεπληρωμένον: ἔτι δὲ λούσασθαι ψυχρῷ, τὸ δ᾽ ἦν ἄρα χιόνι λούσασθαι: οὕτω πάντα κατεῖχεν ἡ χιὼν, καὶ ἔδαφος καὶ δένδρα καὶ κρήνας. καὶ δῆλον δὴ ὅτι καὶ ταῦτα ὑπηκούομεν ἀσμένως.
 
τοιαῦτα μὲν κατὰ τὴν πορείαν τὴν ἐπ᾽ Αἴσηπον καὶ τὴν ἐκεῖθεν αὖθις ἀναστροφήν. ἦν δὲ ἡγεμὼν τῆς Ἀσίας τότε ἀνὴρ καὶ μάλα τῶν γνωρίμων Σεβῆρος τῶν ἀπὸ τῆς ἄνωθεν Φρυγίας: περὶ ὃν θαυμαστὰ ἐπράχθη τῷ θεῷ, διαφέροντα ἐμοί: περὶ ὧν ἴσως ἐφεξῆς ἂν εἴη λέγειν. τὸ μὲν οὖν πρῶτον, ὥσπερ ἔφην, οὕτω παρέστη μοι διελθεῖν εὐθὺς τοὺς περὶ τοῦτο εὐεργεσίας. ἔπειτ᾽ ἔδοξεν ἀνελθεῖν ἐπὶ τοὺς ἄνω χρόνους καὶ τὰς ἄλλας προδιηγήσασθαι παρὰ τοῦ θεοῦ τιμὰς εἰς τὸ δυνατόν: πρῶτον μὲν τὰς εἰς τοὺς λόγους γενομένας καὶ ὅσαι τοιαῦται, ἔπειτα τὰς ἐπὶ τῶν πράξεων τῶν κατὰ τὰς ἡγεμονίας. ἔπειθ᾽ ὅταν συμβαίνῃ κἀκ τῶν χρόνων, ὅρος τις κείσεται τοῦ προτέρου λόγου, πρὸς ὃν τὰ λοιπὰ συνάπτειν δεήσει. ἐνιαυτὸν μὲν γὰρ μάλιστα τὸν πρῶτον τῆς ἀσθενείας ἐξέλιπον τὴν περὶ τοὺς λόγους διατριβὴν, οἷα ἐν τοσούτοις τε καὶ τοιούτοις πράγμασι τοῦ σώματος, καὶ ἅμα ἀπηλγήκειν. καθημένῳ δέ μοι ἤδη ἐν Περγάμῳ κατὰ τὴν κλῆσίν τε καὶ ἱκετείαν γίγνεται παρὰ τοῦ θεοῦ πρόσταγμα
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 26. 324|size=90%}}}}