Λόγοι/Ιεροί λόγοι γ΄: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 45:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 314|size=90%}}}}
ὕστερον. καὶ μεσημβρίας μοι δοκεῖν πάλιν προσβολή τις προσῄει, καὶ μετ᾽ οὐ πολὺ διεχώρει κάτω μέλαινα. καὶ καθημένῳ ἐπὶ τοῦ δίφρου ἐπιγίγνεται ἔκλυσις δεινὴ καὶ ἱδρὼς καὶ λειποθυμία. καὶ ὁ ἰατρὸς ἐτεθορύβητό τε καὶ τροφὴν ἠξίου προσφέρειν: τὸ δ᾽ οὐ τοιοῦτον ἄρα ἦν. νύξ τ᾽ ἐπιγίγνεται, οἷα δὴ ἐν κλυδωνίῳ καὶ σάλῳ, καὶ κατέδαρθον σχεδὸν ὅσον εἰς ὄναρ. καί μοι γίγνεται πρόσταγμα πορευθῆναι πρὸς τὴν τῶν τροφέων ἑστίαν, καὶ προσκυνῆσαι τὸ ἕδος τοῦ Διὸς πρὸς ᾧ ἐτρεφόμην: καὶ φωναί τινες, οἶμαι, καὶ ὁ τρόπος τῆς ἱκετείας διῄρητο. χιὼν δ᾽ ἦν οὐκ ὀλίγη καὶ δυσέξοδα παντελῶς, καὶ ἀπεῖχε τὸ οἰκίδιον τῆς οἰκίας πλέον ἢ στάδιον. ἀνέβην ἵππον καὶ ᾠχόμην, καὶ προσεκύνησα, καὶ οὐκ ἔφθην ἐπανελθὼν, καὶ πάντα ἐκεῖνα καθειστήκει. τὰ δ᾽ ὑπὲρ τὸν τράχηλον καὶ τὰς ἀπὸ τῶν νώτων κατατάσεις καὶ τὸν ἀκριβούμενον ὀπισθότονον ἤδη τόνδε τρόπον ἰάσατο εὐθὺς, ἐπειδὴ τὴν δύσπνοιαν ἐξιάσατο. χρῆμα ἔφη βασιλικὸν εἶναι: χρῆναι δ᾽ αὐτὸ λαβεῖν παρὰ τῆς γυναικός. καί πως ἐκ τούτων ἐφάνη διάκονος τῶν βασιλείων πρὸς τῷ τοῦ Τελεσφόρου νεῷ τε καὶ ἕδει, λευχείμων τε καὶ ἐζωσμένος, καὶ κατὰ τὰς θύρας, οὗ ἡ Ἄρτεμις, ᾔει ἔξω ὑπὸ κήρυκος, φέρων τῷ βασιλεῖ τὸ λοιπὸν τοῦ χρήματος. τὸ μὲν δὴ ὄναρ ὡς ἀμυδρῶς ἀπομνημονεῦσαι τοιοῦτον μάλιστα ἐγένετο. ἐπεὶ δ᾽ ἐλθὼν εἰς τὸ ἱερὸν γίγνομαι περιιὼν κατὰ τὸν Τελεσφόρον, ἐπέρχεται ὁ νεωκόρος ὁ Ἀσκληπιακὸς, καὶ ὡς ἔτυχεν ἑστὼς πρὸς τῷ ἕδει, φράζω πρὸς αὐτὸν τὴν ὄψιν τὴν γενομένην μοι, καὶ ἠρώτων τί ἂν εἴη τὸ χρῆμα, ἢ τίς ἂν χρήσαιτο. καὶ ὃς ἀκούσας καὶ θαυμάσας, ὥσπερ εἰώθει, Οὐ μακρὰ, ἔφη, ἡ ζήτησις οὐδ᾽ ὁδοῦ πολλῆς, ἀλλ᾽ ἐνθένδε σοι φέρω: κεῖται γὰρ παρὰ τοῖς ποσὶ τῆς Ὑγιείας, ἀρτίως γε θείσης Τύχης ταύτης, ἐπειδὴ τάχιστα ἀνεῴχθη τὸ ἱερόν. ἦν δὲ ἡ Τύχη γυνὴ τῶν ἐπιφανῶν. καὶ παρελθὼν εἰς Ὑγιείας κομίζει τὸ χρῆμα: καὶ χρίομαι ὡς ἔτυχον προσεστώς. ἦν δὲ καὶ τὸ χρῆμα τῆς εὐωδίας θαυμαστὸν οἷον καὶ ἡ δύναμις εὐθὺς ἐπίδηλος. θᾶττον γὰρ ἢ εἴρηκα ἀνείθη ἡ τάσις. ἐρωτήσας δ᾽ ὕστερον τὸν
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 315|size=90%}}}}
νεωκόρον ἔγνων ὅτι εἴη κάθαρσις τριῶν, ὀποῦ τε ᾧ χριόμεθα καὶ μύρου ναρδίνου καὶ ἑτέρου μύρου τῶν πολυτελῶν, ἔστι δ᾽, οἶμαι, τοῦ φύλλου ἐπώνυμον. σκευάσας δὲ ἐχρώμην οὕτως τὸ λοιπὸν καὶ πάντα ἐκεῖνα ἐκεχάλαστο. ἐφάνη δὲ καὶ ὁ Τελεσφόρος νύκτωρ, χορεύων περὶ τὸν τράχηλόν μου, καὶ ἀπέλαμπεν ἐν τῷ καταντικρὺ τοίχῳ σέλας ὥσπερ ἐξ ἡλίου.
 
περὶ δὲ τὸν χρόνον τοῦτον ἅμα τοιόνδε ἦν μοι, εἴτε ἐμοῦντι τῆς ἑσπέρας ἤδη εἴτε καὶ οὔπω ἦσαν οἱ ἔμετοι. κάρυον καὶ ἰσχάδα καὶ φοίνικος βάλανον καὶ ἅμα ἄρτου τι πρὸς αὐτοῖς ἐσθίειν ἐδεῖτο ἐξ εὐνῆς. τούτοις δὲ ἐχρώμην τε ἐκ τοῦδε ἐπὶ τῷ χρήματι. στομάχου τε καὶ ὑποχονδρίων καὶ τοῦ περὶ ταῦτα τόπου φάρμακον δίδωσι καταπλαστὸν ἀνωτέρω μοι δοκεῖν τούτων. δίδωσι δὲ τοιαύτην δόξαν παραστήσας: Ἀσκληπιακὸν τὸν ἰατρὸν ἐδόκουν εἰσελθόντα ὡς ἐμὲ καὶ ἐπισκοποῦντα καταπλάττειν, διὰ δικτάμνου καλουμένῳ φαρμάκῳ, καὶ ἅμα προλέγειν τριάκονθ᾽ ἡμέρας χρήσασθαι. ἐχρώμην, καὶ ἥ τε δὴ τριακοστὴ νὺξ ἧκε καὶ τὸν Ἀσκληπιακὸν αὖθις ἐδόκουν ἐλθόντα ἀφαιρεῖν τὸ κατάπλασμα. χρόνῳ δὲ ὕστερον ἐκ τεττάρων τι συνθεὶς ἐπέθηκεν, ὧν τὰ μὲν δύο μέμνημαι, πίτταν ἐξ οἴνου καὶ οἴσυπον, τὼ δύο δὲ, εἰ φανείη τὰ ὀνείρατα, ἀναπληρώσομεν. καὶ μὴν περί γε τοῦ ὀνόματος τοῦ φαρμάκου τοῦ θηρείου τοιόνδε μέμνημαι. ἔτυχον μὲν ἅπας ἐσθίων καὶ πολὺ τῆς ἡμέρας ἀπολιπὼν, ὁ δὲ δειπνεῖν τε ἐπέταξε καὶ ἀναστάντα πιεῖν τοῦ φαρμάκου τούτου: καὶ εἰς πέντε ἑξῆς ἡμέρας ἐγένετο, οὗ τοὺς ἰατροὺς τἀναντία ᾔδειν κελεύοντας, ὁπότε τις μέλλοι πίεσθαι, μὴ δειπνεῖν, καὶ τέως εἰώθει. αὖθις δὲ ἐκέλευσε πρὸς ἄρτῳ φαγεῖν τοῦ αὐτοῦ τούτου φαρμάκου, καὶ ἔφαγον πρὸς τῷ τρίποδι τῷ ἱερῷ, ἀφορμήν τινα ταύτην ἀσφαλείας ποιούμενος. Φίλωνος δέ τις ἐστὶν, οἶμαι, κρᾶσις φάρμακον ἕτερον. ταύτης ἐγὼ μὲν οὐδ᾽ ὀσφρᾶσθαι οἷός τ᾽ ἦν πρὸ τοῦ, τοῦ δὲ θεοῦ σημήναντος χρῆσθαί τε καὶ ἅμα τὴν ὥραν ἣν ἔδει, οὐ μόνον εὐχερῶς ἔπιον, ἀλλὰ καὶ πιὼν ἡδίων καὶ ῥᾴων εὐθὺς ἦν. ἄλλα τοίνυν μυρία ἂν εἴη λέγειν
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 25. 316|size=90%}}}}