Λόγοι/Προσφωνητικός Σμυρναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 15:
{{float right|{{r|Αιλ. Αρ. Λογ. 22. 270|size=90%}}}}
συνὼν καὶ τῆς νῦν ἀνιούσης ἡμῖν πόλεως ἀπολαύων τὰ γιγνόμενα. ἐπεὶ δ᾽ οὕτω συμβέβηκεν, οὐ τοῦ γε παντὸς εἴργεσθαι καλῶς ἔχειν ὑπέλαβον, ἀλλ᾽ ἴχνος γέ τι φωνῆς ἡμετέρας σοί τε γενέσθαι γνωρίσαι καὶ τοῖς παροῦσι τῶν Ἑλλήνων ὅσοι τε πολῖται καὶ ὅσοι ξένοι. ὅλως μὲν γὰρ ἔμοιγε σχεδὸν εἰς ἔθος καθέστηκεν ἀπόντι πανηγυρίζειν, ἐπειδή γε ὁ θεὸς ταύτην ἄγει. ὁ δὲ νυνὶ λόγος καὶ πάνυ μοι κατὰ καιρόν ἐστιν. ἐπεὶ γὰρ καὶ τῆς ἀνελπίστου φήμης ἀφικομένης πρῶτος ὑπὲρ τῆς πόλεως ἐμνήσθην πρὸς τοὺς πάντα ἀρίστους βασιλέας διατρίψας οὐ πλέον μιᾶς νυκτὸς, εἰκός τοι καὶ περὶ τῶν εἰς εὐφημίαν ἡκόντων οὕτως ἔχειν ὡς ἐμαυτῷ προσηκόντων. τὰ μὲν οὖν παλαιὰ μέμνησαι κατὰ τὴν πρώτην ἀκούσας ἀρχὴν, ἣν τῷ πατρὶ συνῆρχες, Διός τινα γένεσιν καὶ χορείας Κουρήτων καὶ Ταντάλου καὶ Πέλοπος οἰκισμὸν τῆς πρώτης πόλεως ἐν τῷ Σιπύλῳ γενομένης καὶ διαβάσεις Πέλοπος ἐνθένδε εἰς τὴν πρότερον μὲν Ἀπίαν, Πελοπόννησον δὲ ἀπ᾽ ἐκείνου κληθεῖσαν: ἀφ᾽ οὗ τρίτος ἔγγονος βασιλεὺς κοινὸς τῆς Ἑλλάδος γενόμενος κατέλυσε τὴν τῶν βαρβάρων ἀρχήν. δευτέρων δὲ εὐφημιῶν Θησεύς τε ἀρχηγέτης καὶ Σμύρνα ὄνομα τῇ πόλει ταύτῃ, καὶ γένος Ἀττικὸν, καὶ Ἰώνων ὕστερον ὡς εἰς οἰκείαν εἴσοδος, καὶ τρίτη δὴ θέσις καὶ κατοίκισις ** τὸν Ἀλέξανδρον, οὗ δύο ταῦτα κάλλιστα καὶ μέγιστα μνημεῖα, ἥδε τε ἡ πόλις καὶ ἡ τοῦ Νείλου πρόσοικος. τοιαῦτα ἤκουσας καὶ τριήρης τις ἦν δεικνυμένη μὲν Διονυσίοις, ὑμνουμένη δ᾽ ἐν τοῖς Κατάπλοις, σύμβολον νίκης παλαιᾶς, ἣν ἐνίκων Σμυρναῖοι βακχεύοντες Χίους ὅπλοις καὶ ναυσὶ πεφραγμένους. ἅ γε μὴν ὀφθαλμὸς ἐξηγεῖτο καὶ οὐ μῦθος ἔτι οὐδὲ λόγοι λογοποιῶν τε καὶ ποιητῶν, ἀλλὰ καὶ αὐτὸς Ὅμηρος παρὼν ἀσφαλέστερον ἂν ἡγήσαιτο σιωπᾶν ἢ λέγειν περὶ αὐτῶν. ἑώρας ἀγοράν τε θεῶν ἑστίαν καὶ λιμένας, τῇ μὲν κυκλουμένους τὴν πόλιν,
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 22. 271|size=90%}}}}
τῇ δὲ ὑπὸ τῆς πόλεως μέσους ἐχομένους: καὶ ναῶν κάλλη καὶ περιβόλους, ἐξ ἴσου τῇ τε φύσει καὶ τέχνῃ κεκοσμημένα, καὶ πάντα δὴ τὸν κόσμον τῶν ὅρμων ὡς ἐξήρτηντο ἀλλήλων: καὶ τὸ δὴ μέγιστον σύμβολον τῆς πόλεως, τὴν διὰ πάντων ὁμολογίαν καὶ μουσικὴν ἕν τι τὸ πᾶν σῶμα ἀποφαίνουσαν, ὥσπερ ἂν εἰ κατὰ τὸν μῦθον τὸν περὶ τοῦ Θηβαίων τείχους λεγόμενον πρὸς λύραν καὶ κιθάραν ἥρμοστο ἐξ ἀρχῆς.
 
εἶεν. τὰ μὲν δὴ παλαιά τε καὶ οὐ παλαιὰ, ἀλλὰ χθές τε καὶ πρώην ὡς εἰπεῖν ἔτι φαινόμενα τοιαῦτα μὲν ἤκουσας, τοιαῦτα δὲ ἐθεάσω. ἀκίνητον δὲ οὐδὲν, φασὶ, τῶν ἐν ἀνθρώποις: ἀλλὰ καὶ γῆ θάλατταν δέχεται καὶ θάλαττα ἠπειροῦται: καὶ πόλεις αἱ μὲν κατὰ γῆς ἔδυσαν, αἱ δ᾽ ὑπὸ ῥευμάτων οὐρανίων τε καὶ παντοίων ἠφανίσθησαν. ἴδιον γὰρ τοῦ θνητοῦ γένους αἱ μεταβολαὶ, καὶ πολλὰ τὰ θαύματα τοῦ χρόνου. καὶ δὴ καὶ τῇ ἡμετέρᾳ πόλει τοσοῦτον νικώσῃ συνέβη τρόπον τινὰ ὀλισθεῖν: οὗ δὴ καθαρῶς ἐξεφάνη ὅσος τις ὁ παρ᾽ αὐτῆς τῆς Ἀσίας κόσμος ἦν, λέγω δὲ οὐχὶ τὴν μέχρι Μαιάνδρου πηγῶν, οὐδ᾽ ὅσην ὁ τῶν ἡγεμόνων ὑμῶν κλῆρος ὁρίζεται, ἀλλ᾽ ἣν ἐξ ἀρχῆς Ἕλληνες προσεῖπον Ἀσίαν, προσηγόρευον δὲ καὶ ἤπειρον διαφερόντως αὐτὴν τῶν τριῶν. ἀλλ᾽ ὅ γ᾽ ἐβουλόμην εἰπεῖν, ἅμα γὰρ τῷ πτώματι συμβάντι πάντα ἐδόκει γεγυμνῶσθαι, καὶ πᾶς τις ὥσπερ ὀφθαλμὸν ἐζήτει σώματος. λέγω δὴ τὸ μὲν προσκροῦσαι κατὰ τὴν κοινὴν ἁπάντων ἀνθρώπων τύχην καὶ φύσιν τῇ πόλει συμβῆναι, τὰ δ᾽ ἐφεξῆς τῆς ἀγαθῆς ἤδη καὶ τὴν πόλιν ἐξ ἀρχῆς λαχούσης εἶναι. ὅτε γὰρ ἦν καιρὸς, πρὸς ** χεῖρα ὤρεξε, τοιούτους ἔχων τοὺς τῶν ὅλων προστάτας, οἳ πάντων μὲν ἥκιστα ἔμελλον περιόψεσθαι κειμένην, πάντων δὲ μάλιστα προθυμήσεσθαι οὐκ ἀναστῆσαι μόνον, ἀλλὰ καὶ πρὸς ὑπερβολὴν ἆραι, τὰ δὴ νῦν πάντα τελεῖται, φησὶν ὁ παῖς τοῦ Μέλητος. καὶ μὴν τήν γε εὐγένειαν τοῦ δήμου, μὴ γὰρ πάνθ᾽ ἡμῖν ἔστω περὶ τῶν οἰκοδομημάτων, τίς οὐκ ἂν ἠγάσθη καὶ
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]