Λόγοι/Προσφωνητικός Σμυρναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 10:
}}
 
'''{{float right|{{r|Αιλ. Αρ. Λογ. 22. 269|size=90%}}}}'''
ἐβουλόμην ἂν, ὦ θαυμάσιε, μάλιστα μὲν τὴν πόλιν οἵαν κατέλιπες τοιαύτην φανῆναι: εἰ δὲ μὴ, παρὼν αὐτὸς ποιεῖσθαι τοὺς λόγους, ἵν᾽ ἀμφοτέρως ἐκέρδαινον, σοί τε
 
'''{{float right|{{r|Αιλ. Αρ. Λογ. 22. 270|size=90%}}}}'''
συνὼν καὶ τῆς νῦν ἀνιούσης ἡμῖν πόλεως ἀπολαύων τὰ γιγνόμενα. ἐπεὶ δ᾽ οὕτω συμβέβηκεν, οὐ τοῦ γε παντὸς εἴργεσθαι καλῶς ἔχειν ὑπέλαβον, ἀλλ᾽ ἴχνος γέ τι φωνῆς ἡμετέρας σοί τε γενέσθαι γνωρίσαι καὶ τοῖς παροῦσι τῶν Ἑλλήνων ὅσοι τε πολῖται καὶ ὅσοι ξένοι. ὅλως μὲν γὰρ ἔμοιγε σχεδὸν εἰς ἔθος καθέστηκεν ἀπόντι πανηγυρίζειν, ἐπειδή γε ὁ θεὸς ταύτην ἄγει. ὁ δὲ νυνὶ λόγος καὶ πάνυ μοι κατὰ καιρόν ἐστιν. ἐπεὶ γὰρ καὶ τῆς ἀνελπίστου φήμης ἀφικομένης πρῶτος ὑπὲρ τῆς πόλεως ἐμνήσθην πρὸς τοὺς πάντα ἀρίστους βασιλέας διατρίψας οὐ πλέον μιᾶς [p. 440] νυκτὸς, εἰκός τοι καὶ περὶ τῶν εἰς εὐφημίαν ἡκόντων οὕτως ἔχειν ὡς ἐμαυτῷ προσηκόντων. τὰ μὲν οὖν παλαιὰ μέμνησαι κατὰ τὴν πρώτην ἀκούσας ἀρχὴν, ἣν τῷ πατρὶ συνῆρχες, Διός τινα γένεσιν καὶ χορείας Κουρήτων καὶ Ταντάλου καὶ Πέλοπος οἰκισμὸν τῆς πρώτης πόλεως ἐν τῷ Σιπύλῳ γενομένης καὶ διαβάσεις Πέλοπος ἐνθένδε εἰς τὴν πρότερον μὲν Ἀπίαν, Πελοπόννησον δὲ ἀπ᾽ ἐκείνου κληθεῖσαν: ἀφ᾽ οὗ τρίτος ἔγγονος βασιλεὺς κοινὸς τῆς Ἑλλάδος γενόμενος κατέλυσε τὴν τῶν βαρβάρων ἀρχήν. δευτέρων δὲ εὐφημιῶν Θησεύς τε ἀρχηγέτης καὶ Σμύρνα ὄνομα τῇ πόλει ταύτῃ, καὶ γένος Ἀττικὸν, καὶ Ἰώνων ὕστερον ὡς εἰς οἰκείαν εἴσοδος, καὶ τρίτη δὴ θέσις καὶ κατοίκισις ** τὸν Ἀλέξανδρον, οὗ δύο ταῦτα κάλλιστα καὶ μέγιστα μνημεῖα, ἥδε τε ἡ πόλις καὶ ἡ τοῦ Νείλου πρόσοικος. τοιαῦτα ἤκουσας καὶ τριήρης τις ἦν δεικνυμένη μὲν Διονυσίοις, ὑμνουμένη δ᾽ ἐν τοῖς Κατάπλοις, σύμβολον νίκης παλαιᾶς, ἣν ἐνίκων Σμυρναῖοι βακχεύοντες Χίους ὅπλοις καὶ ναυσὶ πεφραγμένους. ἅ γε μὴν ὀφθαλμὸς ἐξηγεῖτο καὶ οὐ μῦθος ἔτι οὐδὲ λόγοι λογοποιῶν τε καὶ ποιητῶν, ἀλλὰ καὶ αὐτὸς Ὅμηρος παρὼν ἀσφαλέστερον ἂν [p. 441] ἡγήσαιτο σιωπᾶν ἢ λέγειν περὶ αὐτῶν. ἑώρας ἀγοράν τε θεῶν ἑστίαν καὶ λιμένας, τῇ μὲν κυκλουμένους τὴν πόλιν,
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]