Λόγοι/Παλινωδία επί Σμύρνη και τω ταύτης ανοικισμώ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 30:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 21. 268|size=90%}}}}'''
ὀχήματα καὶ πορείας ἐπιπεμπόντων, ἔτι δ᾽ οἰκήσεις καὶ συνεδρίων κοινωνίας καὶ πάσας ἀφορμὰς παρασκευαζόντων, ὥσπερ γονεῦσιν ἢ παισὶν αὑτῶν, παραπλήσιά τε τῶν μεγέθει μὲν ἀπολειπομένων, προθυμίας δὲ καὶ τιμῆς οὐδὲν ἐλλειπόντων. τίς γὰρ οὐχ ἕρμαιον ἑαυτοῦ ἐποιήσατο; τίς γὰρ οὐχ εὑρίσκεσθαι μᾶλλον ἢ τίθεσθαι ταύτην χάριν ᾠήθη, δέξασθαι συνοίκους τοὺς τοσοῦτον πρωτεύσαντας; χρημάτων τοίνυν συντέλειαν καὶ πρὸς τὰ μέλλοντα ὑποσχέσεις ἀφ᾽ ἑκατέρας τῆς ἠπείρου καὶ πολλὰς ἄλλας φιλανθρωπίας εἰς δύναμιν τὴν ἑκάστων γενομένας τίς ἂν ἐκπεράνειε διηγούμενος; καὶ οὐ τούτου γε ἕνεκα ἡ πόλις ἠξίωσε πάντα ἐφεξῆς δέχεσθαι, οὐδ᾽ ὡς οἱ διδόντες ἐβούλοντο, ἀλλ᾽ ὡς αὐτῇ καλὸν ἦν λαβεῖν. καὶ τί δεῖ ταῦτ᾽ ἐν μέρει καταλέγειν; πάντα γὰρ τὰ ἔθνη τὰ πληροῦνθ᾽ ἡμῖν τὴν Ἀσίαν φιλοτιμίαν κοινὴν φιλοτιμεῖται πρὸς τὴν πόλιν, τὰ κράτιστα τῶν ἀρχαίων ἀνιστάντα. ἐπὶ μόνης δὲ ταύτης τῆς πόλεως τὸ παλαιὸν ῥῆμα ἐξηλέγχθη ψευδῶς ἔχον, τὸ κακῶς πραξάντων λήθην εἶναι παρὰ τοῖς φίλοις: τοσοῦτον αὐτῇ καὶ παρὰ τὴν συμφορὰν ἐπιφανείας καὶ χαρίτων καὶ δόξης ἐφυλάχθη παρὰ τοῦ δαίμονος. νῦν δ᾽ ὅσα μὲν θρηνώδους ἁρμονίας καὶ σχημάτων ἀχαρίτων καὶ παρὰ τῆς λύπης ἔχοντα τὴν εὐφημίαν ἐκποδὼν ἀπελήλυθε, λευχειμονεῖ δὲ ἡ ἤπειρος, πανηγυρίζει δ᾽ ἡ Ἑλλὰς ἐπὶ χρηστῆς ὑποθέσεως, ἡ πόλις δ᾽ ὥσπερ ἐν δράματι καὶ δὴ πάλιν ἐξ ἀρχῆς ἀναφύεται μεταβαλοῦσα τὴν ἡλικίαν, ἡ αὐτὴ παλαιὰ καὶ νέα γενομένη, ὥσπερ τὸν φοίνικα ἀναβιώσκεσθαι λόγος αὐτὸν ἐξ αὑτοῦ: οὐ γὰρ δὴ τοῦτ᾽ ἄρα δόξαι τῷ θεῷ ἕτερον φοίνικα ἀντ᾽ ἐκείνου τε καὶ μετ᾽ ἐκεῖνον γενέσθαι. πάντα δ᾽ ὥσπερ ὁδῷ κεχωρηκέναι φαίνεται. Θησέως μὲν γὰρ ἐξ ἀρχῆς οἰκίσαντος, Ἀλέξανδρος ὕστερον εἰς τοῦτο τὸ σχῆμα προήγαγε. τρίτη δὲ χεὶρ τῶν πάντα νικώντων ἀνίστησι τὴν αὐτὴν καὶ συντίθησι: μεταθεῖναι μὲν γὰρ οὐκ ἠξίωσαν, ἔρωτι τῆς
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 21. 269|size=90%}}}}'''