Λόγοι/Παλινωδία επί Σμύρνη και τω ταύτης ανοικισμώ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 22:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 21. 266|size=90%}}}}'''
νῦν ἄρα ἐσώθησαν, ἡνίκα ἀπωλώλεσαν. ἀλλ᾽ οὖν ἐκεῖνος μὲν τῆς πατρίδος λέγεται στερηθεὶς ταῦτα εἰπεῖν: ἡμῖν δὲ ὁμοῦ τῇ κομιδῇ τῆς πατρίδος χρήματα, κόσμοι, φιλοτιμίαι, βασιλεῖς οἰκισταί τε καὶ σύμβουλοι, πάντα ὁμοῦ γέγονε τὰ κάλλιστα. ἆρ᾽ οὐ ταῦτα χρὴ φάναι τῆς ἐκείνων ἀηττήτου καὶ τῆς ἀγαθῆς τῆς πόλεως τύχης εἶναι, τοῖς μὲν ἐξ ὧν οἰκίζουσί τε καὶ πράττουσι, τῇ δ᾽ ἐξ ὧν οἰκίζεται μνήμην ἀθάνατον ποριζούσης; οἵ γε τοσαύτην ἔσχον ὑπερβολὴν, ὥστ᾽ οὐδὲ τοσοῦτον ἀρκεῖν ὑπέλαβον, αὐτεπάγγελτοι πρὸς τὸν οἰκισμὸν ὁρμῆσαι, ἀλλ᾽ ἀντὶ τοῦ πρέσβεις παρ᾽ ἡμῶν ἀναμένειν, αὐτοὶ πρέσβεις περὶ ἡμῶν πρὸς τὴν οἴκοι βουλὴν κατέστησαν: ἃ μηδεὶς ἂν ἡμῶν ἐθάρρησεν αἰτῆσαι, ταῦτ᾽ ἀξιοῦντες ψηφίσασθαι. ἆρ᾽ οὐχ ἅπας μὲν θρῆνος τούτοις ἐξαλήλιπται καὶ μνήμη πᾶσα τῶν τε ἰδίων ἑκάστῳ καὶ τῶν κοινῶν δυσχερῶν, ἀντεισῆκται δὲ εὐφροσύνη μετ᾽ εὐφημίας καὶ τοῦ ζῆν ἐπιθυμία νῦν, εἴπερ ποτὲ, ἐπὶ ταῖς μελλούσαις ἐλπίσι, καὶ χάριτες πρέπουσαι τοῖς θεοῖς, τοῖς βασιλεῦσι, τῷ δεξαμένῳ τὰ τῶν κορυφαίων πολιτεύματα χορῷ ἀσμένῳ καὶ μνησθέντι τῆς Σμύρνης ἃ προσῆκεν; ἄξιον τοίνυν, ὦ ἄνδρες Ἕλληνες, καὶ τοῦ καθ᾽ ὑμᾶς τοὺς ὁμοφύλους ἤδη μέρους μνησθῆναι, ὡς τούτοις τε ἀκολούθως διετέθητε καὶ τὴν εὔνοιαν ἣν εἴχετε ἐκ παντὸς χρόνου τῇ πόλει, σαφέστατα ἐπεδείξασθε. μάθοι δ᾽ ἄν τις ἐπισκεψάμενος τὰ τῆς πρώτης καὶ πρεσβυτάτης τῶν Ἑλληνίδων πόλεως, λέγω δὲ τῆς Ἀθηναίων, πῶς ἔσχε παρὰ τὰς συμφοράς. καὶ οὐ καθαιρεῖν ἐκείνην ἀξιῶν λέγω ταῦτα, μήποτε σφόδρα οὕτω γενοίμην φιλόπολις, ἀλλ᾽ ἅμα τούς τε πολίτας παραμυθεῖσθαι βουλόμενος καὶ τοῖς παροῦσιν ἐνδείξασθαι ὅτι τῇ πόλει διὰ πάντων καιρῶν εὖ πράττειν ἐπιχώριον καὶ τῆς
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 21. 267|size=90%}}}}'''
ἀγαπητῆς μοίρας ὡσπερεὶ κλῆρος ἐστίν. ἐκείνοις τοίνυν στερηθεῖσι μὲν τῶν νεῶν, στερηθεῖσι δὲ τῶν τειχῶν καὶ τῆς ἀρχῆς ὅλης καὶ προελθοῦσιν εἰς τοῦτο ὥστε τὸν δῆμον φυγάδα ἀναγκασθῆναι τῆς πατρίδος γενέσθαι: τὰ γὰρ ἐν μέσῳ τοσαῦτα σιωπήσομαι: ἀλλ᾽ οὕτω γε πράξασι, πλὴν Φαρσάλου τε καὶ Ἄργους καὶ Θηβῶν, οὐδένες οὔτε μείζονα οὔτε ἐλάττονα ἀπεμνημόνευσαν χάριν τῶν ἐκ τοῦ παντὸς αἰῶνος εὐεργεσιῶν: οὐδ᾽ ὅτι τοῦ γένους ἔρεισμα ἡ πόλις ᾔδετο. οὗτοι δὲ οὓς εἶπον τούς τε φεύγοντας δεξάμενοι καὶ τοῖς ἐξαιτοῦσιν ἀντισχόντες ταύτην δὴ χάριν τῇ πάντα ὑπερφερούσῃ πόλει κατέθεντο, παρ᾽ ᾗ τὴν ἀγαθὴν ἱδρῦσθαι τύχην αἱ μαντεῖαι λέγουσι.
 
φέρε δὴ καὶ τὰ τῆς ἡμετέρας πόλεως ἐπισκεψώμεθα, μή πη τῶν ἐραστῶν αὐτῆς αἰσχυνθῆναί τῳ προσῆκεν: ἣ μέχρι μὲν τούτων τῶν χρόνων οἷον πόλεως παράδειγμα κάλλους εἱστήκει, χειρουμένη μὲν εὐθὺς ἐξ ὄψεως τούς τε ἀπὸ γῆς καὶ τοὺς ἐκ θαλάττης καταίροντας, παρελθοῦσι δὲ εἴσω τὰ κάλλιστα ἀποφαίνουσα καὶ παρασκευάζουσα ὧν οὔτ᾽ ὀφθαλμῶν κόρον ἦν λαβεῖν οὔτε χρόνου διατριβῆς: ἃ νῦν ἀπέραντον ἂν εἴη καταλέγειν. ἐπεὶ δὲ καὶ τῆς ἑτέρας ἔδει μερίδος πεῖραν λαβεῖν, ἃ μὲν τοῖς ἄρχουσιν ἐπῆλθε σπουδάσαι, διήλθομεν ἀρτίως: ἀλλ᾽ ἐν ὑμῖν τοῖς ὁμοτίμοις τί τῶν ἁπάντων οὐκ ἐγένετο; οὐ κατὰ πόλεις τε ὀδυρμοὶ κἀν τοῖς κοινοῖς συνεδρίοις βοώντων τὰ μήκιστα καὶ ποθούντων ἐν πατρίδος μοίρᾳ τὴν πόλιν, πανηγύρεις τε διαλύειν ἀξιούντων καὶ ῥητορευόντων εἰς αὐτὴν, ὡς ἕκαστος εἶχε δυνάμεως; ὥσπερ γὰρ κοινοῦ πτώματος τῆς Ἀσίας γεγενημένου, οὕτω τὰς γνώμας εἴχετε. ἀλλὰ μὴν τά γε τῆς ἐπὶ τῶν ἔργων αὐτῶν ἐπικουρίας τίς πω μέχρι τοῦδε μέμνηται ἐν Ἕλλησι γενόμενα; ἀγοραὶ μὲν ἁπανταχόθεν τοῖς κατὰ χώραν μένουσιν, ἐκ γῆς καὶ θαλάττης εἰσαφικνούμεναι, ἅμιλλα δὲ καὶ σπουδὴ τῶν ἑκατέρωθεν μεγίστων πόλεων, καλούντων τε ὡς αὑτοὺς καὶ
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 21. 268|size=90%}}}}'''