Λόγοι/Παλινωδία επί Σμύρνη και τω ταύτης ανοικισμώ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 14:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 21. 264|size=90%}}}}'''
ὀρθῶς ἔχει νεμεσῆσαι. ἡνίκα μὲν οὖν τὰ συμβάντα ἐπυθόμην, —οὐ γὰρ παρών γε ἔτυχον, ἀλλ᾽ ἔφθην προεξελθὼν, ὅτου δὲ γνώμῃ λογίζεσθε— μονῳδίας τινὰς ᾖδον, ἕως ἔλαθον λόγους τινὰς σωθεὶς ὑπὸ τοῦ πάθους. οὐδὲ γὰρ ἦν ἄλλως ἀνταρκέσαι, μὴ τούτοις ἐφέντα ἑαυτόν. νῦν δ᾽ ὥρα μοι τὸν Στησίχορον μιμήσασθαι τῇ παλινῳδίᾳ, καὶ μὴ τότε ἀβούλητα ᾁδοντα τἀκ τῶν εὐχῶν νυνὶ σιωπῆσαι. τοσοῦτον δὲ τοῦ Στησιχόρου διοίσειν μοι δοκῶ, ὁ μὲν γὰρ ἀνθ᾽ ὧν κακῶς εἶπε τὴν Ἑλένην, ἀντὶ τούτων ὕμνησε τὰ δεύτερα, ἐγὼ δὲ ἃ τηνικαῦτα ἐκόσμουν ὀδυρόμενος, ταῦτα νῦν ἐπὶ τοῦ γεγηθέναι κοσμήσω, καθαρὰν ὀδυρμοῦ τὴν εὐφημίαν παρεχόμενος. ἡμῖν γὰρ, ὦ ἄνδρες Ἕλληνες, πταῖσαι μὲν συνέβη κατὰ τὴν κοινὴν ἀνθρώπων τύχην, ἣν οὐχ οἷόν τε ἀμοίρους κακῶν εἰς τέλος διεξελθεῖν, ἀναφέρειν δὲ τῇ τῆς πόλεως τύχῃ, δι᾽ ἣν οὐδενὸς τῶν καλῶν ἄμοιρος πώποτε ἐγένετο. γνοίη δ᾽ ἄν τις καὶ τῷ χρόνῳ τεκμαιρόμενος. τὸ γὰρ ἡνίκ᾽ ἔμελλεν οὐ πεσοῦσα κείσεσθαι, οὐδ᾽ ἀνθρώπου τελευτῇ παραπλησίως πράξειν, ὥσπερ ἄλλαι τινὲς ἤδη πρότερον πόλεις, ἀλλ᾽ ἐπὶ κρειττόνων κρηπίδων ἀναστήσεσθαι, τηνικαῦτα ὑπολισθεῖν, πῶς οὐκ εὐτυχίας μέρει προσθείη τις ἂν εὖ φρονῶν;
 
συζυγίαν δὲ, ὡς ἔοικεν, ὁ δαίμων ἐσκέψατο. τοῖς τε γὰρ πάντα ἀρίστοις βασιλεῦσι καὶ πάσας πόλεις ὑφ᾽ ἑαυτοῖς ἔχουσι τὴν καλλίστην οἰκίσαι φιλοτιμίαν εἶχε, τῇ τε πόλει τὸ διὰ τούτων ἀνεγερθῆναι καὶ τοιούτους ἀρχηγέτας ἐπιγράψασθαι τὴν συμφορὰν εἰς εὐπραξίαν μετέβαλε. πρότερον μὲν γὰρ Θησέα καὶ Ἀλέξανδρον ᾔδομεν, τὸν μὲν τῶν ἐν Ἕλλησιν, οἶμαι, φιλανθρωπότατον, τὸν δὲ συμπάντων βασιλέων μάλιστα δὴ θαυμασθέντα τῆς εἰς τοὺς πολέμους τόλμης ἕνεκα. νῦν δ᾽ ἔτι λαμπροτέρους καὶ μείζονας οἰκιστὰς προσελάβομεν: οἷς πᾶσα μὲν γῆ καὶ
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 21. 265|size=90%}}}}'''