Λόγοι/Ρώμης εγκώμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
223
225
Γραμμή 117:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 224|size=90%}}}}'''
αὐτῆς διὰ δυοῖν καὶ τριῶν ἐξελαύνων ὥσπερ στενωπῶν: ὥστ᾽ οὐ μόνον τῷ κεφαλαίῳ τῆς ἀρχῆς ἡττῶνται τοσοῦτον οἱ πρότεροι, ἀλλὰ καὶ ὧν τῶν αὐτῶν ἦρξαν ὑμῖν, οὐκ ἴσων ἑκάστων οὐδὲ ὁμοίων ἦρξαν, ἀλλ᾽ ἔνεστι τῷ τότε ἔθνει πόλιν ἀντιστῆσαι τὴν ἐν αὐτῷ νῦν. καὶ δὴ καὶ φαίη τις ἂν ἐκείνους μὲν οἷον ἐρημίας καὶ φρουρίων βασιλεῖς γεγονέναι, ὑμᾶς δὲ πόλεων ἄρχοντας μόνους. νῦν ἅπασαι μὲν αἱ Ἑλληνικαὶ πόλεις ἐφ᾽ ὑμῶν ἀνέχουσι καὶ τὰ ἐν αὐταῖς ἀναθήματα καὶ τέχναι καὶ κόσμοι πάντες ὑμῖν ἔχουσι φιλοτιμίαν, ὥσπερ ἐν προαστείῳ κόσμος: ἐκπεπλήρωνται δὲ ἀκταί τε παράλιοι καὶ μεσόγειοι πόλεσι, ταῖς μὲν οἰκισθείσαις, ταῖς δὲ αὐξηθείσαις ἐφ᾽ ὑμῶν τε καὶ ὑφ᾽ ὑμῶν. Ἰωνία δὲ ἡ περιμάχητος ἐλευθερωθεῖσα φρουρῶν καὶ σατραπῶν πρόκειται πᾶσι κάλλους ἡγεμὼν, ὅσον πρόσθεν ἐδόκει τῶν ἄλλων ὑπεραίρειν γενῶν χάριτι καὶ κόσμῳ, τοσοῦτον νῦν ἐπιδεδωκυῖα αὐτὴ παρ᾽ αὑτήν. ἡ δὲ σεμνὴ καὶ μεγάλη κατ᾽ Αἴγυπτον Ἀλεξάνδρου πόλις ἐγκαλλώπισμα τῆς ὑμετέρας γέγονεν ἡγεμονίας, ὥσπερ γυναικὸς πλουσίας ὅρμος ἢ ψέλιον ἐν πολλοῖς τοῖς ἄλλοις κτήμασι. διατελεῖτε δὲ τῶν μὲν Ἑλλήνων ὥσπερ τροφέων ἐπιμελόμενοι, χεῖρά τε ὑπερέχοντες καὶ οἷον κειμένους ἀνιστάντες, τοὺς μὲν ἀρίστους καὶ πάλαι ἡγεμόνας ἐλευθέρους καὶ αὐτονόμους ἀφεικότες αὐτῶν, τῶν δ᾽ ἄλλων μετρίως καὶ κατὰ πολλὴν φειδώ τε καὶ πρόνοιαν ἐξηγούμενοι, τοὺς δὲ βαρβάρους πρὸς τὴν ἑκάστοις αὐτῶν οὖσαν φύσιν παιδεύοντες πραότερόν τε καὶ σφοδρότερον, ὥσπερ εἰκὸς ἵππων ἐπιστατῶν μὴ εἶναι χείρους, ἀνδρῶν ὄντας ἄρχοντας, ἀλλ᾽ ἐξητακέναι τὰς φύσεις, καὶ πρὸς ταύτας ἄγειν. καὶ γὰρ ὥσπερ πανηγυρίζουσα πᾶσα ἡ οἰκουμένη τὸ μὲν παλαιὸν φόρημα τὸν σίδηρον κατέθετο, εἰς δὲ κόσμον καὶ πάσας εὐφροσύνας τέτραπται σὺν ἐξουσίᾳ. καὶ αἱ μὲν ἄλλαι πᾶσαι φιλονεικίαι τὰς πράξεις ἐπιλελοίπασι, μία δὲ αὕτη κατέχει πάσας ἔρις, ὅπως ὅτι καλλίστη
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 225|size=90%}}}}'''