Λόγοι/Ρώμης εγκώμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
223
Γραμμή 112:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 223|size=90%}}}}'''
βουληθῇ τε καὶ αἰτήσῃ ῥᾳδίως τυγχάνει, δημοκρατίαν νομιεῖ καὶ οὐδὲν ἐνδεῖν πλὴν ὧν ἐξαμαρτάνει δῆμος: ὅταν δὲ εἰς τὴν γερουσίαν ἴδῃ τὴν βουλευομένην τε καὶ τὰς ἀρχὰς ἔχουσαν, ἀριστοκρατίαν οὐκ εἶναι ταύτης ἀκριβεστέραν νομιεῖ: εἰς δὲ τὸν πάντων τούτων ἔφορόν τε καὶ πρύτανιν βλέψας, παρ᾽ οὗ τῷ τε δήμῳ τὸ τυγχάνειν ὧν βούλεται καὶ τοῖς ὀλίγοις τὸ ἄρχειν καὶ δύνασθαι, τοῦτον ἐκεῖνον ὁρᾷ, τὸν τὴν τελεωτάτην ἔχοντα μοναρχίαν, τυράννου τε κακῶν ἄμοιρον καὶ βασιλέως σεμνότητος μείζονα. καὶ ταῦτ᾽ οὐδὲν ἀπεικὸς οὕτω διελέσθαι καὶ κατιδεῖν μόνους ὑμᾶς καὶ περὶ τῶν ἔξω καὶ περὶ τῶν ἐν αὐτῇ τῇ πόλει: μόνοι γὰρ ἐστὲ ὑμεῖς ἄρχοντες ὡς εἰπεῖν κατὰ φύσιν. οἱ μὲν γὰρ ἄλλοι οἱ πρὸ ὑμῶν δυναστεύσαντες δεσπόται καὶ δοῦλοι ἀλλήλων ἐν τῷ μέρει γιγνόμενοι καὶ νόθοι τῆς ἀρχῆς ὄντες οὕτω διεξῆλθον, ὥσπερ ἐν σφαίρᾳ τὴν τάξιν μεταλαμβάνοντες: καὶ ἐδούλευσαν Μακεδόνες Πέρσαις, Πέρσαι Μήδοις, Μῆδοι Σύροις. ὑμᾶς δὲ ἐκ τοσούτου πάντες ἴσασιν, ἐξ ὅτου περ ἴσασιν, ἄρχοντας. ἅτ᾽ οὖν ἐξ ἀρχῆς ὄντες ἐλεύθεροι καὶ οἷον ἐπὶ τὸ ἄρχειν εὐθὺς γενόμενοι, πάντα τὰ πρὸς τοῦτο φέροντα καλῶς ἐξηρτύσασθε, καὶ πολιτείαν γε εὕρετε ἣν οὔπω πρόσθεν οὐδεὶς καὶ θεσμοὺς καὶ τάξεις ἀφύκτους ἅπασιν ἐπεστήσατε.
 
ὃ δὲ ἐκ πολλοῦ μὲν ὕπεισί με καὶ πολλάκις ὤχληκε πρὸς αὐτοῖς τοῖς χείλεσι γιγνόμενον, παρενήνεκται δὲ ὑπὸ τοῦ λόγου δεῦρο ἀεὶ, τοῦτο νῦν εἰπὼν οὐκ ἂν ἴσως ἄπο καιροῦ πέσοιμι. ὅσον γὰρ μεγέθει τῆς ἁπάσης ἀρχῆς, τοσοῦτον ἐγκρατείᾳ καὶ πολιτείας ἐπινοίᾳ πάντας ὑπερβάλλεσθε, ὡς ἔστιν ἐν τοῖς εἰρημένοις. νῦν δέ μοι δοκεῖ κἀκεῖνό τις εἰπὼν οὐκ ἂν ἁμαρτεῖν, ὅτι οἱ μὲν ἄνω πάντες καὶ οἱ ἐπὶ πλεῖστον γῆς ἄρξαντες ὥσπερ σωμάτων γυμνῶν αὐτῶν τῶν ἐθνῶν ἦρξαν. πότε γὰρ πόλεις τοσαῦται κατ᾽ ἤπειρον καὶ κατὰ θάλατταν, ἢ πότε οὕτω διὰ πάντων ἐκοσμήθησαν; ἢ τίς πω οὕτω τῶν τότε διεξήλασεν, ἐπαριθμῶν ταῖς ἡμέραις τὰς πόλεις, ἔστι δ᾽ ὅτε τῆς
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 224|size=90%}}}}'''