Λόγοι/Ρώμης εγκώμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
221
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 103:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 222|size=90%}}}}'''
τετηρῆσθαι καὶ ἐφ᾽ ὑμῶν πρῶτον εἰρῆσθαι, ὁ δὲ πρότερον τοῦ δέοντος προεξήνεγκεν αὐτό. ἀλλ᾽ οὖν τό γε Λακεδαιμονίων στρατόπεδον κινδυνεύει τοσούτους εἶναι, ὅσους οὐδὲν ἀπεικὸς καὶ πάντας ἄρχοντας εἶναι: τὸ δ᾽ ἐν τοσούτοις ἀριθμοῖς καταλόγων τε καὶ γενῶν, ὧν οὐδὲ τὰ ὀνόματα ἐξευρεῖν ῥᾴδιον, ἀρξαμένους ἀπὸ ἑνὸς τοῦ διὰ πάντων διεξιόντος τε καὶ πάντα ἐφορῶντος, ἔθνη, πόλεις, στρατόπεδα, ἡγεμόνας αὐτοὺς τελευτᾶν εἰς ἕνα τεττάρων καὶ δυοῖν ἄρχοντα ἀνδρῶν, τὸ δ᾽ ἐν μέσῳ πᾶν ἐξελίπομεν, καὶ ὥσπερ νήματος περιστροφὴν ἐκ τῶν πλειόνων εἰς τοὺς ἐλάττους ἀεὶ κατιέναι, καὶ οὕτω διήκειν ἄλλους ἐπ᾽ ἄλλοις ἀεὶ ταττομένους μέχρι τῆς τελευτῆς, πῶς οὐχ ὑπὲρ πᾶσαν ἀνθρωπίνην τάξιν ἐστίν; ἐπέρχεται δέ μοι τὸ Ὁμηρικὸν εἰπεῖν μικρὸν ἐπὶ τῆς τελευτῆς ὑπαλλάξαντι
 
<blockquote>Ζηνός που τοιήδε γ᾽ Ὀλυμπίου ἔνδοθεν ἀρχή:</blockquote>
 
ὅταν γὰρ ἄρχῃ μὲν εἷς τοσούτων, οἱ δὲ ἐπ᾽ αὐτῷ διάκονοί τε καὶ πρέσβεις αὐτοῦ μὲν πολὺ χείρους, ὧν δὲ ἐπιμέλονται πολὺ βελτίους, πάντα δ᾽ ἄνευ θορύβου καὶ ταραχῆς σιωπῇ περαίνωσι, φθόνος δ᾽ ἐκποδὼν ᾖ, δίκης δὲ καὶ αἰδοῦς πάντα πανταχοῦ μεστὰ, καρπὸς δὲ ἀρετῆς μηδένα ἐκφεύγῃ, πῶς οὐχὶ νικᾷ τόδε τὸ ἔπος;
 
δοκεῖ δ᾽ ἔμοιγε οὐδ᾽ ἐν αὐτῇ τῇ πόλει πολιτείαν παραπλησίως τισὶ τῶν ἄλλων ἀνθρώπων καταστήσασθαι. [p. 361] πρότερον μὲν γὰρ ἐδόκουν τρεῖς εἶναι κατ᾽ ἀνθρώπους πολιτεῖαι, δύο μὲν ἐν δυοῖν ὀνόμασιν, ἑκατέρα παρὰ τοὺς τῶν ἐχόντων τρόπους θεωρουμένη, τυραννὶς καὶ ὀλιγαρχία, βασιλεία καὶ ἀριστοκρατία, τρίτον δὲ ὄνομα δημοκρατία, εὖ τε καὶ χεῖρον ἀγομένη. διειλήφεσαν οὖν αἱ πόλεις ὡς ἑκάστοις αἵρεσις ἢ τύχη νικήσειε: τὸ δ᾽ ὑμέτερον οὐδὲν ὁμοίως ἔχει, ἀλλ᾽ οἱονεὶ κρᾶσις ἁπασῶν τῶν πολιτειῶν, ἄνευ γε τῆς ἐφ᾽ ἑκάστῃ χείρονος: οὕτω καὶ τοιοῦτον εἶδος πολιτείας νενίκηκεν. ὥστε ὅταν μὲν εἰς τὴν τοῦ δήμου τις ἰσχὺς βλέψῃ, καὶ ὡς ἁπάντων ὧν ἂν
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 223|size=90%}}}}'''