Λόγοι/Ρώμης εγκώμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
221
Γραμμή 95:
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 220|size=90%}}}}'''
λίθοις, ὥσπερ Ὅμηρος ἔφη τὸν κατ᾽ οἰκίαν τοῖχον, ἅμα καὶ ἀκριβῶς ἡρμοσμένα, ἄπειρά τε μεγέθη καὶ λάμποντα χαλκοῦ στιλπνότερον. ὁ δὲ δὴ πολὺ μείζων καὶ σεμνότερος κύκλος πάντη παντάπασιν ἀρραγὴς καὶ ἄλυτος πολὺ πάντας ὑπερλάμπων, καὶ οὐδεὶς τῶν πώποτε οὕτω παγείς. τούτων τῶν τειχῶν προασπίζουσιν ἄνδρες φυγὴν οὐ νομίσαντες, ἡρμοσμένοι πρὸς ἀλλήλους ἐκείνῃ τῇ ἁρμονίᾳ, ᾗ τοὺς Μυρμιδόνας Ὅμηρός φησι, πρὸς ὂν εἶπον τοῖχον τότε εἰκάζων, πᾶσι τοῖς ὀργάνοις τοῦ πολέμου συνεχῆ μὲν οὕτως, ἀλλήλοις τὰ κράνη, ὡς μὴ εἶναι μέσον ὀϊστὸν διεξελθεῖν, ἀσπίδες δὲ ὑπὲρ κεφαλῆς ἐξαρθεῖσαι μετεώρους ἂν δέχοιντο δρόμους, τοσούτῳ στερροτέρους τῶν κατ᾽ ἄστυ ποιητῶν ὥστε καὶ ἱππεῦσιν ἔξεστιν ἐπιθεῖν, καὶ τοῦτο δὴ τὸ Εὐριπίδου, κατάχαλκον ὁρᾶν πεδίον τότε φήσεις ἀληθῶς. θώρακες δὲ οὕτως ἀλλήλων ἔχονται ὥστε εἰ καὶ γυμνὸν τάξαις τὸν μέσον, ἀρκεῖν αὐτῷ τὰ ἑκατέρωθεν ἀπαντῆσαι μέχρι τοῦ μέσου: οἱ δὲ ἄκοντες οἷον ἐκ Διὸς περιπίπτοντες ἀλλήλους ἐγκαταλαμβάνουσι. τοιαίδε αἱ ἁρμονίαι συγκέκλεινται, ὅ τε τῶν διεξόδων κύκλος τειχῶν τε καὶ ὁ τῆς πάσης ἔφορος γῆς. πάλαι μὲν οὖν Δαρεῖος μετ᾽ Ἀρταφέρνου καὶ Δάτιδος νήσου μιᾶς μίαν πόλιν ἠδυνήθη σαγηνεύσας ἑλεῖν, ὑμεῖς δ᾽ ἅπασαν, εἰ οἷόν τ᾽ εἰπεῖν, σαγηνεύσαντες τὴν οἰκουμένην οὕτως σώζετε τοῖς κοινοῖς αὐτὴν πολίταις τε καὶ ξένοις, οὓς, ὥσπερ ἔφην, ἐξ ἁπάντων προκρίναντες ἐξηγάγετε, ἐλπίδας τε παραστήσαντες τοῖς γιγνομένοις ἀγαθοῖς ἀνδράσι μὴ μεταμελήσειν. οὐ γὰρ ἐξ εὐπατριδῶν ἔσεσθαι τὸν ἀεὶ πρῶτον δυνάμενον καὶ δεύτερον τὸν δεύτερον καὶ τὴν ἄλλην τάξιν ὡσαύτως, ἧς ἂν ἕκαστος ἀξίας ᾖ, ταύτην σχήσειν, ἅτε οὐ λόγων, ἀλλ᾽ ἔργων ἐνταῦθα κρινόντων τοὺς ἀγαθούς: παραδείγματά τε ἐμφανῆ πᾶσι τούτων ποιήσαντες, ὥστε ἅπαντας μὲν ἀργίαν συμφορὰν ἡγεῖσθαι, τὰς δὲ πράξεις
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 221|size=90%}}}}'''
ἀφορμὰς ὧν εὔχονται νομίζειν, καὶ κατὰ μὲν τῶν πολεμίων ὁμοφρονεῖν, πρὸς δὲ ἀλλήλους ὑπὲρ τοῦ πρόσθεν ἀγωνίζεσθαι διὰ βίου, μόνους δὲ ἀνθρώπων εὔχεσθαι εὑρεῖν πολεμίους. ὥστε ὅταν μέν τις εἰς τὴν ἄσκησίν τε καὶ σύνταξιν ἴδῃ τοῦ στρατιωτικοῦ, τοῦτο δὴ νομιεῖ τὸ Ὁμηρικὸν, εἰ καὶ δέκα τόσοι εἶεν οἱ ἀντίπαλοι, ταχέως ἂν αὐτοὺς περιστραφέντας ἄνδρα παρὰ ἕνα λειφθῆναι, ὅταν δὲ εἰς τὴν πλήρωσίν τε καὶ συλλογὴν αὐτοῦ βλέψῃ, τὸ τοῦ Αἰγυπτίου φήσει τε καὶ οἰήσεται, ὃς τῷ Καμβύσῃ διαρπάζοντι τὰ ἐν τῇ χώρᾳ καὶ τὰ ἱερὰ πορθοῦντι, στὰς ἐπὶ τῶν τειχῶν τῶν Θηβαϊκῶν ἀνέτεινε τήν τε βῶλον καὶ κύλικα ὕδατος ἀπὸ τοῦ Νείλου, σύμβολον ποιούμενος ὅτι ἕως ἂν Αἴγυπτον αὐτὴν καὶ τὸν ποταμὸν Νεῖλον μετενεγκεῖν μὴ δύνηται, μηδὲ ἀγαγεῖν ἀνάρπαστον, οὔπω τὸν Αἰγυπτίων πλοῦτον εἴληφεν, ἀλλὰ ταχέως αὐτοῖς ἄλλα τοσαῦτα γενήσεται τούτων μενόντων καὶ οὔποτε ἐπιλείψει πλοῦτος Αἴγυπτον, τοῦτο δὲ καὶ περὶ τοῦ ὑμετέρου στρατιωτικοῦ νομίσαι τε καὶ εἰπεῖν ἔξεστιν, ὅτι ἕως ἂν τὴν χώραν αὐτὴν μὴ δύνωνταί τινες ἐξ ἕδρας ἀναστῆσαι μηδὲ κενώσαντες οἴχεσθαι, ἀλλ᾽ ἀνάγκη ᾖ μένειν αὐτὴν ἐφ᾽ αὑτῆς τὴν οἰκουμένην, ἀμήχανον ἐπιλιπεῖν ὑμᾶς πλήθη στρατιωτικὰ, ἀλλὰ τοσαῦτα ὁπόσα βούλεσθε ὑπάρχειν ἀπὸ πάσης τῆς οὔσης ἀφικνούμενα.
 
καὶ μὴν εἴς γε τακτικῶν λόγον παῖδας ἅπαντας ἀνθρώπους ἀπεφήνατε. οὐ γὰρ πρὸς τοὺς πολεμίους ἀσκεῖν μόνον προὔθεσθε αὐτὰ τοῖς στρατιώταις τε καὶ ἡγεμόσιν, ἀλλὰ πρὸς αὐτοὺς πρῶτον. ὥστε καθ᾽ ἡμέραν ἑκάστην ἐν τάξει ζῆν καὶ μήποτε λιπεῖν μηδένα τὴν προστεταγμένην αὐτῷ, ἀλλ᾽ οἷον ἐν χορῷ τινι αἰωνίῳ ἕκαστον τὴν ἑαυτοῦ χώραν εἰδέναι τε καὶ σώζειν, καὶ τῷ μὲν ἐντιμοτέρῳ τὸν ἥττω μὴ διὰ τοῦτο φθονεῖν, ὧν δ᾽ αὐτὸς μείζων ἐστὶν ἀκριβῶς κρατεῖν. ἄχθομαι δ᾽ ἔγωγε ἑτέρους φθάσαντας εἰπεῖν ἐπὶ Λακεδαιμονίων ὅτι ἄρα πλὴν ὀλίγων τὸ στρατόπεδον αὐτοῖς ἄρχοντες ἀρχόντων εἰσίν: ὑμῖν γὰρ ἥρμοττε
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 222|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 223|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 224|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 225|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 226|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 227|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 228|size=90%}}}}'''
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]