Λόγοι/Ρώμης εγκώμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
216
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 85:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 217|size=90%}}}}'''
ἀλλὰ τὰ περὶ τὴν ὅλην ἀρχήν τε καὶ τὴν περὶ ταύτην πολιτείαν εἴρηται ὅντιν᾽ ἔγνωτε τρόπον καὶ ὅπως κατεστήσασθε: περὶ δὲ τοῦ μαχίμου καὶ τῶν κατὰ στρατείας νῦν καιρὸς εἰπεῖν, ὅπως αὖ καὶ τοῦτ᾽ ἐπενοήσατε καὶ ἥντινα τάξιν αὐτῷ ἀπέδοτε. θαυμαστὴ ἄρ᾽ ἦν καὶ ἡ περὶ τοῦτο σοφία καὶ παράδειγμα εἰς τὸ παντελὲς οὐκ ἔχει. μέχρι γὰρ τοῦ τὸ μάχιμον ἀποκρῖναι καὶ Αἰγύπτιοι προῆλθον καὶ ἐδόκουν τοῦτο σοφώτατον εὑρεῖν, ὅτι αὐτοῖς ἰδίᾳ ἀπὸ τῶν ἄλλων ἵδρυντο οἱ προπολεμοῦντες τῆς χώρας, ὥσπερ καὶ ἄλλα πολλὰ παρὰ τοὺς ἄλλους ἐδόκουν εἶναι, ᾗ φασιν, Αἰγύπτιοι σοφοί. τοῦτο δὲ ὑμεῖς κατὰ ταυτὸ γνόντες οὐ ταυτὸν ἐποιήσατε, ἀλλὰ τοσούτῳ κάλλιον καὶ σοφώτερον αὐτοὶ διείλεσθε, ὥστε ἐν ἐκείνῳ μὲν τῷ συντάγματι οὐκ ἦν ἴσον ἔχειν τῆς πολιτείας ἀλλήλοις, ἀλλ᾽ ἦσαν ἐν τῷ χείρονι οἱ στρατευόμενοι τῶν ἡσυχαζόντων μόνοι πονοῦντες δι᾽ αἰῶνος, οὔκουν ἴσως οὐδὲ ἡδέως εἶχον αὐτοῖς: παρ᾽ ὑμῖν δὲ ἁπάντων ἐχόντων τὸ ἴσον τὸ μάχιμον δυνατὸν χωρὶς ἱδρῦσθαι. οὕτω καὶ Ἑλλήνων τόλμα καὶ Αἰγυπτίων καὶ ὅτων εἴποι τις ἂν τῆς ὑμετέρας ἡττᾶται. καὶ τοσοῦτον ὑμῶν λειπόμενοι πάντες τοῖς ὅπλοις, ἔτι τῇ γνώμῃ πλέον εἰσὶν ὀπίσω: τὸ μὲν γὰρ τοὺς ἀπὸ τῆς πόλεως στρατεύεσθαι καὶ ταλαιπωρεῖν οὐκ ἄξια τῆς ἀρχῆς καὶ τῆς παρούσης εὐδαιμονίας ἀπολαύειν εἶναι ἐνομίσατε, ξένοις δὲ οὐκ ἐπιστεύσατε: ἔδει δὲ στρατιωτῶν πρὸ τῆς ἀνάγκης. πῶς οὖν ἐποιήσατε; εὕρετε οἰκεῖον στράτευμα τῶν πολιτῶν οὐκ ἐνοχλουμένων. τοῦτο δὲ ὑμῖν ἐπόρισεν ἡ περὶ πάσης τῆς ἀρχῆς βουλὴ καὶ τὸ μηδὲν ἐκκρίνειν ξένον εἰς μηδὲν ὧν ἂν δύνηταί τε καὶ δέῃ ποιεῖν. τίς οὖν ἡ συλλογὴ καὶ τίς ὁ τρόπος; ἐλθόντες ἐπὶ πᾶσαν τὴν ὑπήκοον ἐντεῦθεν ἐσκέψασθε τοὺς λειτουργήσοντας
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 218|size=90%}}}}'''