Λόγοι/Ρώμης εγκώμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
215
Γραμμή 79:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 215|size=90%}}}}'''
μέγιστοι καὶ δυνατώτατοι τὰς ἑαυτῶν πατρίδας ὑμῖν φυλάττουσι: καὶ διπλῇ τὰς πόλεις ἔχετε, ἐνθένδε τε καὶ παρ᾽ αὐτῶν ἑκάστας. φθόνος δὲ οὐδεὶς ἐπιβαίνει τῆς ἀρχῆς: αὐτοὶ γὰρ ὑπήρξατε τοῦ μὴ φθονεῖν, ἅπαντα εἰς τὸ μέσον καταθέντες καὶ παρασχόντες τοῖς δυναμένοις μὴ ἄρχεσθαι μᾶλλον ἢ ἄρχειν ἐν τῷ μέρει. οὐ τοίνυν οὐδὲ μῖσος ἐκ τῶν ἀπολειπομένων ὕπεισι: διὰ γὰρ τὸ κοινὴν εἶναι τὴν πολιτείαν καὶ οἷον πόλεως μιᾶς, εἰκότως οὐχ ὡς ἀλλοτρίων, ἀλλ᾽ ὡς οἰκείων ἄρχοντες ἄρχουσιν. ἔτι δὲ καὶ μέτεστιν αὐτῇ πᾶσιν ἄδεια τοῖς πλήθεσιν ἐκ τῶν παρ᾽ αὐτοῖς δυνατῶν, ἡ παρ᾽ ὑμῶν ἐπ᾽ αὐτοὺς, ἐάν τι τολμῶσι παρακινεῖν, εὐθὺς ἥξουσα ὀργή τε καὶ τιμωρία: οὕτω καὶ πένησι καὶ πλουσίοις εἰκότως τὰ παρόντα καὶ ἀρέσκει καὶ συμφέρει, καὶ ἄλλως οὐ λέλειπται ζῆν: καὶ γέγονε μία ἁρμονία πολιτείας ἅπαντας συγκεκλεικυῖα. καὶ τὸ πρόσθεν δοκοῦν οὐ δυνατὸν εἶναι συμβῆναι συνῆλθεν ἐφ᾽ ὑμῶν, κράτος ἀρχῆς ἅμα καὶ φιλανθρωπίας, καὶ μεγάλης γε, καὶ οὐκ ἐνὸν ἄρχειν ἐγκρατεῖς. οὕτω δὴ καθαραὶ μὲν φρουρῶν πόλεις, μόραι δὲ καὶ ἶλαι ἀποχρῶσιν ἐθνῶν ὅλων εἶναι φυλακὴ, καὶ οὐδ᾽ αὐταὶ κατὰ τὰς πόλεις ἑκάστῳ τῶν γενῶν πολλαὶ ἱδρυμέναι, ἀλλ᾽ ἐν ἀριθμῷ τῶν ἄλλων ἐνεσπαρμέναι ταῖς χώραις: ὥστε πολλὰ τῶν ἐθνῶν ἀγνοεῖν ὅπου ποτ᾽ ἐστὶν αὐτοῖς ἡ φρουρά. εἰ δέ που πόλις δι᾽ ὑπερβολὴν μεγέθους ὑπερῆρκε τὸ δύνασθαι σωφρονεῖν καθ᾽ αὑτὴν, οὐδὲ τούτοις ἐφθονήσατε τῶν ἐπιστησομένων τε καὶ διαφυλαξόντων. καὶ γάρ τοι ἥδιον μὲν ὑμῖν ἅπαντες ἀποπέμπουσι τοὺς φόρους ἢ παρ᾽ ἄλλων ἄν τινες αὐτῶν λαμβάνοιεν: εἰκότως. ἄρχειν μὲν γὰρ οἷς μὴ δύναμις οὐ σωτήριον, ἄρχεσθαι δ᾽ ὑπὸ τῶν κρειττόνων ὁ δεύτερος, φασὶ, πλοῦς, ὑπὸ δὲ ὑμῶν νῦν καὶ πρῶτος ἀπεφάνθη. ἅπαντες οὖν ἀπρὶξ ἔχονται καὶ οὐ πρότερον ἀξιώσαιεν ἂν ἀποστῆναι ἢ οἱ πλέοντες ἂν τοῦ
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 216|size=90%}}}}'''