Λόγοι/Ρώμης εγκώμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
213
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 74:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 214|size=90%}}}}'''
ἀγορὰν συνίασι τευξόμενοι τῆς ἀξίας ἕκαστοι. ὅπερ δὲ πόλις τοῖς αὑτῆς ὁρίοις καὶ χώραις ἐστὶ, τοῦθ᾽ ἥδε ἡ πόλις τῆς ἁπάσης οἰκουμένης, ὥσπερ αὖ τῆς χώρας ἄστυ κοινὸν ἀποδεδειγμένη. φαίης ἂν περιοίκους ἅπαντας ἢ κατὰ δῆμον οἰκοῦντας ἄλλον χῶρον εἰς μίαν ταύτην ἀκρόπολιν συνέρχεσθαι, ἡ δὲ οὐδεπώποτε ἀπεῖπεν, ἀλλ᾽ ὥσπερ τὸ τῆς γῆς ἔδαφος φέρει πάντας, οὕτω καὶ ἥδε δέχεται μὲν τοὺς ἐξ ἁπάσης γῆς, ὥσπερ τοὺς ποταμοὺς θάλαττα. κοινὸν δ᾽ αὐτῇ καὶ τοῦτο πρὸς τὴν θάλαττάν ἐστιν: οὔτε γὰρ ἐκείνη μείζων ὑπὸ τῆς ἐμβολῆς τῶν ποταμῶν γίγνεται, ὡς συνειμαρμένου τούτου σὺν αὐτοῖς εἰς ῥοῦν αὐτὴν ἔχειν τὸ μέγεθος, καὶ τῇδε ὑπὸ μεγέθους οὐδὲν ἐπίδηλον. ὥσπερ δὲ οἱ τοῖς κόλποις δεχόμενοι πάντα οὕτως κρύψασα ἔχει ἐξιόντων καὶ εἰσιόντων, ἴση οὖσά τε καὶ φαινομένη.
 
καὶ τοῦτο μὲν δὴ τοῦ λόγου ὑπενεγκόντος οὕτω παρεφθέγχθω. ὅπερ δὲ ἐλέγομεν, μεγάλοι μεγάλως ἐμετρήσατε τὴν πόλιν, καὶ οὐκ ἀποσεμνυνάμενοι τούτῳ θαυμαστὴν ἐποιήσατε, τῷ μηδενὶ τῶν ἄλλων αὐτῆς μεταδιδόναι, ἀλλὰ τὸ πλήρωμα αὐτῆς ἄξιον ἐζητήσατε, καὶ τὸ Ῥωμαῖον εἶναι ἐποιήσατε οὐ πόλεως, ἀλλὰ γένους ὄνομα κοινοῦ τινος, καὶ τούτου οὐχ ἑνὸς τῶν πάντων, ἀλλ᾽ ἀντιρρόπου πᾶσι τοῖς λοιποῖς. οὐ γὰρ εἰς Ἕλληνας καὶ βαρβάρους διαιρεῖτε νῦν τὰ γένη, οὐδὲ γελοίαν τὴν διαίρεσιν ἀπεφήνατε αὐτοῖς πολυανθρωποτέραν τὴν πόλιν παρεχόμενοι ἢ κατὰ πᾶν, ὡς εἰπεῖν, τὸ Ἑλληνικὸν φῦλον, ἀλλ᾽ εἰς Ῥωμαίους τε καὶ οὐ Ῥωμαίους ἀντιδιείλετε, ἐπὶ τοσοῦτον ἐξηγάγετε τὸ τῆς πόλεως ὄνομα. τούτων δὲ οὕτω διῃρημένων πολλοὶ μὲν ἐν ἑκάστῃ πόλει πολῖται ὑμέτεροι οὐχ ἧττον ἢ τῶν ὁμοφύλων, οὐδ᾽ ἰδόντες πω τινὲς αὐτῶν τὴν πόλιν, φρουρῶν δὲ οὐδὲν δεῖ τὰς ἀκροπόλεις ἐχόντων, ἀλλ᾽ οἱ ἑκασταχόθεν
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 215|size=90%}}}}'''