Λόγοι/Ρώμης εγκώμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 57:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 209|size=90%}}}}'''
ἀρχῆς καὶ ὄγκῳ πραγμάτων φανεῖται τὰ Ἑλληνικὰ τῶν Περσικῶν. ἀλλὰ τὸ τοὺς μὲν βαρβάρους ταῖς περιουσίαις καὶ ταῖς δυνάμεσιν ὑπερβαλέσθαι, τοὺς δὲ Ἕλληνας σοφίᾳ καὶ σωφροσύνῃ παρελθεῖν, μέγα μοι δοκεῖ καὶ παντελὲς εἰς ἀρετῆς εἶναι λόγον καὶ παντὸς ἀγώνισμα λαμπρότερον. τοῦτ᾽ οὖν ἐρῶν ἔρχομαι, ὅπως ἐκεῖνοι καὶ πηλίκοις οὖσι τοῖς ἑαυτῶν ἐχρήσαντο πράγμασι: κἂν φανῶσι πολὺ μικρότερα διασώσασθαι μὴ δυνηθέντες, δῆλον τὸ συνθησόμενον εἰς τὴν ψῆφον. ἔπραξαν μὲν γὰρ πᾶν ὑπὲρ ἀρχῆς καὶ ἡγεμονίας Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι, καὶ ἦν αὐτῶν ἡ δύναμις πλεῖν τὴν θάλατταν καὶ τῶν Κυκλάδων ἄρχειν καὶ τὰ ἐπὶ Θρᾴκης ἔχειν καὶ Πύλας καὶ Ἑλλήσποντον καὶ Κορυφάσιον: καὶ ταῦτ᾽ ἦν ἡ δύναμις. καὶ ἔπαθον δὴ παραπλήσιον ὥσπερ ἂν εἴ τις σώματος ἐπιθυμῶν γενέσθαι κύριος ὄνυχάς τινας καὶ ἄκρα λάβοι ἀντὶ ὅλου τοῦ σώματος καὶ ταῦτα ἔχειν οἴοιτο ἅπερ ἐβούλετο: ὣς δὲ κἀκεῖνοι ἡγεμονίας ἐπιθυμήσαντες νησίδια καὶ ἄκρας ἐπὶ θαλάττῃ καὶ λιμένας καὶ τοιαῦτα ἐξεκαρπώσαντο καὶ κατετρίφθησαν περὶ τὴν θάλατταν, ὀνειροπολήσαντες ἡγεμονίαν μᾶλλον ἢ κτήσασθαι δυνηθέντες. γενόμενοι δὲ ὅμως ἐπὶ καιρῶν ὥσπερ ἐν κλήρου περιόδῳ ἐπιστάται τῶν Ἑλλήνων ἑκάτεροι οὐδ᾽ εἰς μίαν, ὡς εἰπεῖν, γενεὰν διεσώσαντο τὴν τάξιν: οὔκουν ἀμέμπτως γε: ἀλλὰ τοῦτο δὴ τὸ λεγόμενον τὴν Καδμείαν νίκην ἐνίκων ἀλλήλους περὶ τῆς ἡγεμονίας, ὥσπερ οὐκ ἀξιοῦντες τοὺς ἑτέρους μόνους μισεῖσθαι ἀεὶ οἱ ἕτεροι, ἀλλ᾽ αὐτοὶ τοῦ μέρους μεταλαμβάνειν. τοῦτο μὲν γὰρ Λακεδαιμονίων εἷς ἡγεμὼν οὕτω διέθηκε τοὺς Ἕλληνας ὥστ᾽ ἀπαλλαγέντας ἀπ᾽ αὐτῶν ἑκόντας, μόνους ἑαυτοῖς ἑτέρους ἄρχοντας ζητῆσαι. δόντες δ᾽ ἑαυτοὺς Ἀθηναίοις, ὡς χρόνος οὐ πολὺς διῆλθε, μετέγνωσαν, οὔτε τῶν φόρων φέροντες τὴν ἀμετρίαν οὔτε τοὺς ἐπὶ τῇ τούτων προφάσει παρακλέπτοντας αὐτοὺς, ἀνάσπαστοί γε γενόμενοι καθ᾽ ἕκαστον ἐνιαυτὸν Ἀθήνησι περὶ τῶν παρ᾽
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 210|size=90%}}}}'''