Λόγοι/Ρώμης εγκώμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 48:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 208|size=90%}}}}'''
οὔσης. ἔκκλητοι δὲ ὥσπερ ἔφεσις ἐκ δημοτῶν εἰς δικαστήριον σὺν οὐκ ἐλάττονι τῶν δεξαμένων φόβῳ περὶ τῆς κρίσεως ἢ τῶν ποιουμένων γίγνονται. ὥστε φαίη τις ἂν τοσαῦτα ἄρχεσθαι τοὺς νῦν ὑπὸ τῶν πεμπομένων, ὁπόσα ἂν αὐτοῖς ἀρέσκῃ. πῶς οὖν ταῦτα οὐκ ἐν τοῖς ἐπέκεινα πάσης δημοκρατίας; οὔκουν ἐκεῖ ἔξεστι μετὰ τὴν ἐν τῇ πόλει ψῆφον ἐνεχθεῖσαν ἐλθεῖν ἄλλοσε οὐδ᾽ ἐπ᾽ ἄλλους δικαστὰς, ἀλλὰ στέργειν ἀνάγκη τοῖς ἐγνωσμένοις, εἰ μή τις ἐστὶ μικρὰ πόλις, ὥστε προσδεῖσθαι δικαστῶν ὑπερορίων παρὰ τὴν ἀξίαν, ἢ καὶ διώκοντα μὴ κρατήσαντα, μηδὲ τῷ νενικῆσθαι: ἀλλὰ μένει δικαστὴς ἕτερος μέγας, ὃν οὔποτε οὐδὲν ἐκφεύγει τῶν δικαίων: κἀνταῦθα δὴ πολλὴ καὶ εὐσχήμων ἰσότης μικροῦ πρὸς μέγαν καὶ ἀδόξου πρὸς ἔνδοξον καὶ πένητος δὴ πρὸς πλούσιον καὶ γενναῖον ἀγεννοῦς, καὶ τὸ τοῦ Ἡσιόδου συμβαίνει,
 
<blockquote>ῥεῖα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει</blockquote>
 
οὗτος ὁ δικαστής τε καὶ ἡγεμὼν, ὅπως ἂν τὸ δίκαιον ἄγῃ, ὥσπερ πνεῦμα ἐν νηὶ, οὐ δή που πλουσίῳ μὲν μᾶλλον, πένητι δὲ ἧττον χαριζόμενόν τε καὶ παραπέμπον, ἀλλ᾽ ὅτῳ γένοιτο ἀεὶ, τοῦτον ὁμοίως ὠφελοῦν.
 
δίειμι δὴ καὶ τὰ Ἑλληνικὰ, ἐπειδήπερ ἐνταῦθα ἐγενόμην τοῦ λόγου, αἰσχυνόμενος μὲν καὶ δεδιὼς μὴ δόξω μικρολογεῖσθαι. οὐ μὴν ἀλλ᾽, ὅπερ ἀρτίως εἶπον, οὐκ ἴσα ἴσοις παραβάλλων δίειμι, ἀλλ᾽ οὐκ ὄντων ἑτέρων παραδειγμάτων ἀναγκάζομαι τοῖς οὖσι χρῆσθαι. εἶτα καὶ γελοῖον τοῦτο μὲν αὐτὸ θαυμάζειν καὶ δεικνύειν ὅτι οὐκ ἔστιν εὑρεῖν ἴσα τοῖς ὑμετέροις ἕτερα οὐδ᾽ ἐγγὺς, ἀλλὰ πάντα ὑπὸ τούτων ἀποκρύπτεται, περιμένειν δὲ τηνικαῦτα παρεξετάσαι, ὁπηνίκα ἴσων ἔχοιμεν μνημονεῦσαι, οὐκ οἶμαί γε δεῖν, ὅτι γε οὐδὲ θαυμαστὰ ὁμοίως ἂν ἦν, εἴ τινα εἴχομεν εἰπεῖν ὅμοια. καὶ μὴν οὐδ᾽ ἐκεῖνό γε ἀγνοῶ, ὅτι ταῦτ᾽ ἔτι φαυλότερα ὧν ἀρτίως ἐξήτασα περιβολῇ τε
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 209|size=90%}}}}'''