Λόγοι/Ρώμης εγκώμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 28:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 202|size=90%}}}}'''
τοῦτο μὲν δὴ τὴν Περσῶν ἀρχὴν σκεψώμεθα, ἣ πάνυ ποτὲ ἐν τοῖς Ἕλλησιν ἐβεβόητο, καὶ μέγαν παρέσχετο ἐπώνυμον καλεῖσθαι τὸν ἔχοντα αὐτὴν βασιλέα—τὰς γὰρ πρὸ αὐτῆς φαυλοτέρας οὔσας ἐάσω: —καὶ πάντα ἴδωμεν ἑξῆς, τό τε μέγεθος καὶ τὰ γιγνόμενα ἐπ᾽ αὐτῆς. δεῖ γὰρ οὖν καὶ τοῦτο συνεξετάζειν, ὅπως αὐτοί τε ἀπέλαυον ὧν ἐκέκτηντο καὶ τοὺς ἀρχομένους παρεσκεύαζον. πρῶτον μὲν τοίνυν, ὅπερ νῦν ὑμῖν τὸ Ἀτλαντικὸν πέλαγος δύναται, τοῦτ᾽ ἦν ἁπλῶς τότε τῷ βασιλεῖ θάλαττα: ἐνταῦθα ὡρίζετο αὐτῷ ἡ ἀρχὴ, ὥστε Ἴωνας καὶ Αἰολέας ἐν πέρασι γῆς εἶναι τῆς ἐκείνου. εἰς δέ γε τὴν Ἑλλάδα διαβῆναί ποτε ἐπιχειρήσας ὁ τῶν ἀπὸ ἡλίου ἀνίσχοντος μέχρι δυομένου βασιλεὺς τοσοῦτον ἐθαυμάσθη, ὅσον μεγάλως ἠτύχησε: καὶ τοῦτο ἐπίδειγμα ἐποιήσατο τῆς αὑτοῦ λαμπρότητος, ὅτι πολλῶν καὶ μεγάλων ἔσχε στερηθῆναι. ὁ δὴ τῆς μὲν Ἑλλάδος τοσοῦτον ἀποσχὼν τοῦ κρατῆσαι, Ἰωνίαν δὲ ἔχων ἐν ἐσχατιαῖς, ἦ που οὐκ εἰς δίσκου φορὰν λέλειπται τῆς ὑμετέρας ἀρχῆς, ἢ ὅσον τόξευμα ἐξικνεῖται, ἀλλὰ τῷ ἡμίσει παντὶ τῆς οἰκουμένης, καὶ πρὸς αὐτῇ τῇ θαλάττῃ. οὐ τοίνυν οὐδὲ μέχρι τούτων τῶν ὅρων ἐκεῖνός γε κυρίως ἀεὶ βασιλεὺς, ἀλλ᾽ ὅπως ἢ Ἀθηναῖοι δυνάμεως, ἢ Λακεδαιμόνιοι ἔχοιεν τύχης, νῦν μὲν ἕως Ἰώνων καὶ Αἰολέων καὶ θαλάττης βασιλεὺς, πάλιν δὲ οὐκέτι Ἰώνων, οὐδὲ ἕως θαλάττης, ἀλλ᾽ ἄχρι Λυδῶν, οὐχ ὁρῶν θάλατταν ἐκ τῶν πρὸς ἑσπέραν Κυανέων, ἀτεχνῶς ὥσπερ ἐν παίδων παιδιᾷ βασιλεὺς ὢν, ἄνω μένων, πάλιν κατιὼν, τῶν συγχωρησόντων βασιλεύειν δεόμενος. ἐδήλωσε δὲ ἡ σὺν Ἀγησιλάῳ δύναμις καὶ πρὸ ἐκείνου ἡ τῶν σὺν Κλεάρχῳ μυρίων, ἡ μὲν ἕως Φρυγίας ὡς δι᾽ οἰκείας διελθοῦσα, ἡ δὲ ὑπὲρ τὸν Εὐφράτην ὡς δι᾽ ἐρημίας ἀφικομένη. ἅ γε μὴν ἀπέλαυον τῆς ἀρχῆς κατὰ τὴν Οἰβάρου σοφίαν, ὃς πρῶτος εἰπεῖν λέγεται Κύρῳ δυσχεραίνοντι τὴν πολλὴν πλάνην δεῖν αὐτὸν καὶ ἀνάγκην εἶναι πανταχοῖ
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 203|size=90%}}}}'''