Λόγοι/Ρώμης εγκώμιον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 14:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 198|size=90%}}}}'''
τοῖς θεοῖς. ἀλλ᾽, ὦ ἄνδρες, οἱ τῆς μεγάλης ἔνοικοι πόλεως, εἴ τι μέτεστιν ὑμῖν προνοίας μὴ ἐμὲ ψεύσασθαι τὴν εὐχὴν, συνάρασθε τῷ τολμήματι, ἵνα τῶν ἐγκωμίων πρῶτον ἀρχόμενοι καὶ τοῦτο ἔχωμεν λέγειν ὅτι εὐθὺς μὲν τοιούτοις ἀνδράσιν ἐντυχεῖν ἦν, ὑφ᾽ ὧν τις, κἂν ἄμουσος ᾖ τὸ πρὶν, κατ᾽ Εὐριπίδην, ἐμμελής τε καὶ δεξιὸς εὐθὺς γίγνεται καὶ δύναται λέγειν καὶ περὶ τῶν μειζόνων ἢ καθ᾽ αὑτόν: τὴν δὲ πόλιν ᾁδουσι μὲν πάντες καὶ ᾁσονται, τοσούτῳ δὲ ἐλάττω ποιοῦσιν ἢ σιωπῶντες, ὅσῳ παρὰ μὲν τὴν σιωπὴν οὔτε μείζονα οὔτ᾽ ἐλάττονα ἔστι ποιῆσαι τῆς οὔσης, ἀλλ᾽ ἀκέραιος τῇ γνώσει μένει, οἱ δὲ λόγοι τοὐναντίον οὗ βούλονται ποιοῦσιν: ἐπαινοῦντες γὰρ οὐ δεικνύουσιν ἀκριβῶς ὃ θαυμάζουσιν, ἀλλ᾽ ὥσπερ ἂν εἴ τις ζωγράφος σῶμα καλὸν καὶ περίβλεπτον ἐπιχειρῶν δεῖξαι διὰ τέχνης, εἶτα ἀπολείποιτο, πᾶς τις ἂν φαίη δή που λυσιτελεῖν μὴ γράφειν, ἀλλ᾽ ἢ αὐτὸ ἰδεῖν ἐᾶν, ἢ μὴ δεικνύειν αὐτοῖς ἐπὶ τὸ χεῖρον μιμούμενον, ὣς δὲ καὶ περὶ ταύτης μοι δοκεῖ τῆς πόλεως ἔχειν: ἀφαιροῦσιν οἱ λόγοι τὰ πολλὰ τῶν θαυμάτων καὶ ποιεῖν δοκοῦσί μοι παραπλήσιον ὥσπερ ἂν εἴ τις στρατιᾶς πλῆθος ἐξαγγεῖλαι βουλόμενος, οἷον τῆς Ξέρξου, καὶ πάνυ δὴ θαυμάζων, εἶτα λέγοι μυρίους ἢ δισμυρίους στρατιώτας ἰδεῖν, ἵππον δὲ τόσην καὶ τόσην, οὐδὲ πολλοστὸν μέρος τοῦ παντὸς λέγων ἐν οἷς θαυμάζει.
 
ἡ γὰρ δὴ πρώτη λόγου δύναμιν ἐξελέγξασα οὐκ ἐπὶ πᾶν ἐφικνουμένην ἥδε ἐστί: περὶ ἧς μὴ ὅτι εἰπεῖν κατὰ τὴν ἀξίαν ἔστιν, ἀλλ᾽ οὐδ᾽ ἰδεῖν ἀξίως αὐτὴν, ἀλλ᾽ ὡς ἀληθῶς Ἄργου τινὸς πανόπτου, μᾶλλον δὲ τοῦ κατέχοντος αὐτὴν πανόπτου θεοῦ δεῖ. τίς γὰρ ἂν τοσάσδε ὀρῶν κορυφὰς κατειλημμένας, ἢ πεδίων νομοὺς ἐκπεπολισμένους, ἢ γῆν τοσήνδε εἰς μιᾶς πόλεως ὄνομα συνηγμένην, εἶτα
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 14. 199|size=90%}}}}'''