Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Τέλος Παναθηναϊκού
Γραμμή 415:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 197|size=90%}}}}'''
ἀνθ᾽ ὧν, ὦ ἄνδρες Ἕλληνες, οὔτε φθόνον εἰκὸς ἔχειν τῇ πόλει οὔθ᾽ ὑποχωροῦντας αἰσχύνεσθαι, ἀλλὰ συναύξειν ἐκ τῶν ἐνόντων καὶ φιλοτιμεῖσθαι. τῶν γὰρ Ἀθηναίων νικώντων, παρ᾽ ὑμῖν ἐστι τὸ νικᾶν. πάντας μὲν γὰρ ἁπάντων εἶναι ἀρίστους ἀδύνατον. ὥσπερ δὲ ὅταν στρατηγὸς προέχῃ, μετέχει τῆς δόξης ἡ πόλις, οὕτω τῆς ἡγουμένης πόλεως τὰ εἰκότα τιμωμένης ἅπασι μέτεστι τῆς φιλοτιμίας. οἶμαι δὲ οὐδ᾽ αὐτοῖς Ἀθηναίοις φέρειν αἰσχύνην, ἄν τις αὐτοῖς πρεσβεύῃ τὴν ἀκρόπολιν. χρὴ τοίνυν καὶ ὑμᾶς, ὥσπερ ἀκρόπολίν τινα ἢ κορυφὴν νομίσαντας τῆς Ἑλλάδος καὶ τῶν ὁμοφύλων τὴν πόλιν καὶ ἔργῳ καὶ λόγῳ κοσμεῖν, καὶ μετέχειν τῆς δόξης, ἀλλ᾽ οὐκ ἀποστερεῖσθαι νομίζοντας. εἴργασται καὶ ἡμῖν ὁ λόγος ἀντὶ τοῦ πέπλου κόσμος Παναθηναίων τῇ θεωρίᾳ: δοῦναι δὲ χάριν τῆς αὐτῆς θεοῦ ἧσπερ καὶ ὁ λόγος καὶ ἡ πόλις.
 
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]