Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 412:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 196|size=90%}}}}'''
παραδείγματα; ἢ ποίοις ἂν λόγοις χρησάμενος βέλτιον ἂν παρακελεύσαιτο; ἀλλ᾽ ἐν ταῖς πανηγύρεσιν; ἀλλ᾽ αὐτὴ τούτων ἡγεμών. ἀλλ᾽ ἐν ταῖς ἐκκλησίαις καὶ τῇ τῶν κατὰ τὴν πόλιν διοικήσει; καὶ τίς δήμων αὐτὸς ὀξύτερος καὶ πραότερος, ἢ τίνες δημαγωγοὶ μᾶλλον ἄξιοι θαυμάσαι; ἀλλ᾽ ἐν τῇ τῶν λόγων ἀσκήσει καὶ τῆς λοιπῆς σοφίας; ἀλλ᾽ ἔτι καὶ νῦν ἐνταῦθα πάντες συνέρχονται: καὶ τὰ γένη τῶν φιλοσόφων οὐ τέθνηκε τῇ τῆς πόλεως ἀγαθῇ τύχῃ, χωρὶς τοῦ καὶ τοὺς ὅπου δὴ γῆς ἀναγκαίως ἔχειν ἅμα τῶν τε λόγων καὶ τῶν Ἀθηναίων μεμνῆσθαι, καὶ μηδέποτε ἐκβαλεῖν ἂν ἐκ τῆς ψυχῆς τὸ εἴδωλον, ὥσπερ ἐν κατόπτρῳ τοῖς λόγοις ἐμβλέποντας. καὶ γάρ τοι πᾶσι μὲν ἀνθρώποις οὕτως αἰδέσιμον τοὔνομα καὶ τοὔδαφος τῆς πόλεως ὡς οὐδὲν ἄλλο ἓν καὶ τὸ αὐτὸ καὶ οὔτ᾽ ἰδιῶται οὔτε βασιλεῖς μικρὰ ἄττα ἐτίμησαν, ἀλλ᾽ οὕτως ὥστ᾽ αὐτοὺς ἀγάλλεσθαι ταῖς ὑπερβολαῖς τῶν τιμῶν αἷς ἐπεδείκνυντο. φανερὰ δὲ καὶ ἡ παρ᾽ αὐτῶν τῶν θεῶν εὔνοια καὶ ψῆφος καὶ διὰ τοῦ κοινοῦ μάντεως καὶ ἐξηγητοῦ τοῦ πατρῴου τῇ πόλει, θύειν τε ὑπὲρ τῶν Ἑλλήνων τὴν προηροσίαν κελευόντων καὶ μητρόπολιν τῶν καρπῶν αὐτὴν ἐπονομαζόντων, ἔτι δὲ στεφανηφορεῖν ἀξιούντων, ὡς διὰ βίου νικῶσαν. ἀετόν τε ἐν νεφέλαις αὐτὴν ὁ θεὸς καλεῖ πρὸς τἄλλα πολίσματα. μόνῃ δ᾽, ὡς ἔοικε, ταύτῃ πόλεων δύο τἀναντία συμβέβηκε: πλεῖστά τε γὰρ καὶ κάλλιστ᾽ ἀνθρώποις εἴρηται περὶ ταύτης καὶ οὐκ ἔστιν ἥτις ἐλαττόνων τετύχηκε. πρὸ μὲν γὰρ τῶν ἄλλων τεθαύμασται, ἄξιον δ᾽ αὑτῆς οὐδὲν ἤκουσε. πρότερον μὲν οὖν ἠγάμην ἀκούων τὸ τῆς σοφίας πρυτανεῖον καὶ τὴν τῆς Ἑλλάδος ἑστίαν καὶ τὸ ἔρεισμα καὶ ὅσα τοιαῦτα εἰς τὴν πόλιν ᾔδετο, νῦν δέ μοι δοκεῖ πάντα ταῦτα εἴσω πίπτειν. ἀλλ᾽ εἴ τινα χρὴ πόλιν θεῶν ὕπαρχον ἢ συγγενῆ προσειπεῖν ἢ τῆς φύσεως τῆς ἀνθρωπείας εἰκόνα καὶ ὅρον, ἥδ᾽ ἄν μοι δοκεῖ δικαίως κληθῆναι.
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 197|size=90%}}}}'''