Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 409:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 195|size=90%}}}}'''
πιστεύουσα καὶ πασῶν ἀξιοῦσα τῶν τιμῶν ἑωρᾶτο οὐ τοὺς ἀπὸ τῶν μεγίστων τιμημάτων, ἀλλὰ τοὺς ἐπιεικεστάτους τὰς φύσεις: ὡς ὅστις εἰς ἀρετῆς λόγον νικῴη, τοῦτον τοῖς πᾶσι νικῶντα. ἔδειξε δ᾽ οὐχ ἥκιστα, ἡνίκα ἴσχυσε τὰ μέγιστα. ὄντων γὰρ κατὰ τοὺς αὐτοὺς χρόνους ἐπιφανῶν ἀνδρῶν παρ᾽ αὐτῇ τῶν μὲν πλουσίων ὑπὲρ τὰ πρῶτα τῶν Ἑλληνικῶν οἴκων, τῶν δ᾽ ὡς οἷόν τε πενεστάτων, ἐπὶ τὴν προστασίαν τῶν Ἑλληνικῶν ἕνα τῶν ἀπὸ τούτων εἵλετο: καὶ γάρ τοι ὁ μὲν οἷς ἔταξεν εὐδοκίμησεν, ἡ πόλις δ᾽ οἷς ἔκρινε. πολλῶν δ᾽ ὄντων ἅ τις ἂν περὶ τῆς πολιτείας εἰπεῖν ἔχοι, τὰ μὲν πολλὰ καὶ προκατείληπται καὶ ὁ καιρὸς ἀφαιρεῖται, καὶ οὐ πᾶσα ἀνάγκη λέγειν: ἓν δέ τι προσθεὶς καταλύσω καὶ τὸν περὶ τούτου λόγον. τὸ γὰρ εἶναι τό τε βέλτιστον καὶ τὸ κατ᾽ ἐξουσίαν συμπεπτωκὸς ἐνταυθοῖ, καὶ τὴν μὲν δίαιταν κοινοτάτην ἅπασι, τὰς δὲ τιμὰς τοῖς ἐπιεικεστάτοις ἀνεῖσθαι, πῶς οὐκ ἐλευθέρας πόλεως καὶ πολιτείας ὡς ἀληθῶς, ἐν ᾗ ζῆν μὲν ἔξεστιν, ὡς ἄν τις βούληται, τιμᾶσθαι δὲ καὶ ἰσχύειν οὐ τοῖς βουλομένοις ἔστιν, ἀλλὰ τοῖς ἐξητασμένοις; καὶ γάρ τοι κἀν τοῖς τῶν πολέμων ἀγῶσι κἀν ταῖς χρείαις τὸ εἰκὸς διεσώσαντο, οὐ τὰς ἐξ ἡμισείας οὐδ᾽ ἂν ἐλάττονος ἔτι μοίρας ἐσπούδαζον ὑπὲρ τῶν πραγμάτων, ἀλλὰ πάντες ἐξ ἴσου ταῖς προθυμίαις κατὰ δύναμιν ἡμιλλῶντο, ὡς ὑπὲρ κοινῆς τῆς πατρίδος καὶ κοινῶν τῶν ἄθλων ἀγωνιζόμενοι, καὶ οὐχ ἑτέροις μὲν τοῦ κινδυνεύειν, ἑτέροις δὲ τοῦ δεσπόζειν, ἂν κρατήσωσι, προκειμένου. ἐξ ὧν ὁμόνοια μὲν καὶ πίστις ἀλλήλων ἤνθει κατὰ τὴν πόλιν, εἰ δέ που καὶ διασταῖεν, οὐ χαλεπῶς ἀλλήλους ἐγνώριζον: ἀνδρείας δ᾽ εἴ που δεήσαι, λῆρος ἅπαντα τἄλλα πρὸς [p. 318] ἐκείνους ἦν, ἐμοὶ μὲν οὐδὲ πένταθλοι δοκοῦσιν οἱ πάντα νικῶντες τοσοῦτον τοῖς πᾶσι κρατεῖν. ἐν ποίοις δ᾽ ἄν τις καιροῖς οὐχὶ βελτίων εἴη τῆς πόλεως μεμνημένος; πότερα ἐπὶ στρατείαις; καὶ πόθεν ἂν λάβοι καλλίω
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 196|size=90%}}}}'''