Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 389:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 192|size=90%}}}}'''
μηδὲν δεῖσθαι τοιαύτης καταφυγῆς οὐδὲ τούτου στέρεται τοῦ ἡδύσματος. ἀλλ᾽ ὁ κοινὸς τῶν Ἑλλήνων ποιητὴς ἐν τῷ καταλόγῳ τῶν νεῶν τε καὶ πόλεων τὸν Ἀθηναίων στρατηγὸν εἰς ἄκρον φησὶν ἐλθεῖν
 
<blockquote>κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.</blockquote>
 
καὶ τό γε πλείονος ἄξιον καὶ καθαρὸν τῆς εὐφημίας, τοὺς μὲν γὰρ ἄλλους οὓς ἐπαινεῖ κατὰ τὴν τοῦ σώματος ἕξιν ἢ καὶ ἄλλως πως ὡς ἀρίστους, ἂν οὕτω τύχῃ, τῶν Ἀχαιῶν, ἢ τῶν δείνων, οὕτως ἐπαινεῖ: φησὶ γοῦν ‘αὐτῶν ἠδὲ καὶ ἵππων, οἳ ἅμ᾽ Ἀτρείδῃσιν ἕποντο,’ καὶ ἑτέρωθι λέγει, τῶν τότε ἐπὶ τοῦ Ἰλίου λέγων, ὡς ἄρα ἦν κράτιστος τὴν τοξικήν. καὶ Νέστωρ αὐτῷ λέγει πρός τινας τῶν ἐφ᾽ αὑτοῦ λαμπρῶν
 
<blockquote>ἤδη γάρ ποτ᾽ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν<br/>
ἀνδράσιν ὡμίλησα.<blockquote>
 
καὶ ἑξῆς ἀπαριθμεῖ πολλούς τινας, ὡς αὖ κἀκείνους παραπλησίους ἀλλήλοις ὄντας καὶ οὐδένα ὑπερέχοντα ἐπιφανῶς αὐτῶν. τοῦ δὲ Μενεσθέως μνησθεὶς ὁ ποιητὴς οὐδεμιᾷ τοιαύτῃ προσθήκῃ κέχρηται, ἀλλὰ ταῦτα πάντα περικόψας εἰσάπαξ φησὶ
 
τῷ δ᾽ οὔπω τις ὅμοιος ἐπιχθόνιος γένετ᾽ ἀνήρ: ἐν δέ γε τοῖς ἄνω μικρὸν τούτων διηγεῖται περὶ τοῦ Ἐρεχθέως ὡς θρέψειε μὲν αὐτὸν ἡ θεὸς, τέκοι δ᾽ ἡ γῆ. οὐκοῦν ἴσως οὐδὲν ἀπεικὸς τοὺς μὲν ἄλλους, οὓς ἐφ᾽ ἑκάστων κρατίστους ὡρίσατο μετὰ προσθήκης, ἢ τῶν χρόνων, ἢ τῶν γενῶν, αὐτοὺς ἀναγορεύειν: ὃν δὲ τῶν ἀπ᾽ αὐτῆς τῆς γῆς φύντων ὡς ἄριστον ἐπαινεῖ, τοῦτον ὡς διὰ πάντων τῶν ἐν τῇ γῇ φύντων ἄριστον ἐπαινέσαι. δύο τοίνυν ἀρίστους τὰ πρὸς τὸν πόλεμον τιθεὶς τῶν Ἀχαιῶν, Σαλαμίνιον δή που λέγει τὸν ἕτερον τῶν ἐπωνύμων. ἕν τι δή που καὶ τοῦτο λέγεται σεμνὸν κατὰ τὴν Λακεδαιμονίων πολιτείαν, ὅτι αὐτοῖς ὁ θεὸς συνέταξε τὸ κατ᾽ ἀρχὰς τοὺς νόμους: ὁ δέ γε αὐτὸς οὗτος θεὸς τάς τε φυλὰς φαίνεται διελὼν τῇ πόλει καὶ τὰ γένη καὶ τὰς ἑκάστοις προσηκούσας θυσίας θύειν ἀναθεὶς, ὥσπερ οὖν καὶ βασιλέας καὶ ἄρχοντας καὶ τὴν ἄλλην πολιτείαν σχεδὸν ἅπασαν διορίσας αὐτοῖς. ὥστ᾽ οὐχ ἧττον ἂν εἴη τῆς πόλεως ὁ θεὸς νομοθέτης ἢ 'κείνων.
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 193|size=90%}}}}'''