Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 386:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 191|size=90%}}}}'''
μνησθήσομαι: Ἀργείους μὲν γὰρ στασιάζοντας ἐν αὑτοῖς ἔπαυσε, Κρῆτας δὲ πολεμοῦντας πρὸς ἀλλήλους διήλλαξεν. εὐσεβείας τοίνυν ἅμα καὶ πραότητος καὶ φρονήματος τίς ἂν εἰπεῖν ἔχοι δεῖγμα κάλλιον; Κορινθίων γὰρ ψηφισαμένων ποτὲ μὴ δέχεσθαι τῇ πανηγύρει τὴν ἐνθένδε θεωρίαν, ἀλλὰ καὶ διὰ πρεσβείας ἀπειπόντων τῇ πόλει μὴ πέμπειν, κοσμήσαντες ὁμοῦ τούς τε θεωροὺς καὶ τοὺς ὁπλίτας ἀπέστειλαν, ὡς δ᾽ ἦσαν Ἐλευσῖνι, Κορίνθιοι μὲν ἧκον σπενδόμενοι, οἱ δὲ τὴν θεωρίαν πέμψαντες τοὺς ὁπλίτας ἐπανήγαγον. ἀλλὰ μὴν τῶν γε μυστηρίων τὰ μὲν ὡς ἀρχαῖα τετίμηται, τὰ δ᾽ ὡς ἀναγκαῖα, τὰ δ᾽ ὡς πλείστοις γνώριμα. πάσαις τοίνυν ταῖς ψήφοις προφέρει τὰ Ἐλευσίνια. καὶ περὶ μὲν τῶν ἄλλων οὐχ ἡμῶν ὁ λόγος: μόνοι δὲ τῶν Ἑλλήνων καθ᾽ ἕκαστον ἔτος ποιεῖτε πανήγυριν οὐδεμιᾶς πεντετηρίδος φαυλοτέραν καὶ δέχεσθε τῷ Ἐλευσινίῳ πλείους ἢ ἕτεροι τῇ πάσῃ πόλει: καὶ πάντες ἐρίζουσιν ἀεὶ τὴν παροῦσαν ἑορτὴν νικᾶν πολυανθρωπίᾳ. ἀλλὰ μὴν Ἡρακλέα γε καὶ Διοσκούρους ἅπαντες δή που θεοὺς εἶναι νομίζουσι: τούτοις δέ γε, ἕως ὡμίλουν ἀνθρώποις, πρώτοις ξένων ἡ πόλις δείκνυσι τὰ ἱερά: ὥστε οἷς νῦν ἱερὰ δρῶμεν, τούτους ἱεροποιήσασα αὕτη φαίνεται. καὶ μὴν ἀγῶνάς γε τοῦ πρώτου τέλους μία δὴ πόλις αὕτη πλείστους ἁπάντων ἔτι νῦν ἄγει. ὡς δ᾽ εἰπεῖν, ἅπαντα ἢ παρ᾽ ὑμῖν ἐστι μόνοις, ἢ καὶ παρ᾽ ὑμῶν, καὶ τριῶν ἕν γέ τι συμβέβηκε: τὰ μὲν γὰρ παρ᾽ ὑμῶν ἤρξατο, τὰ δ᾽ ὡς κάλλιστα παρ᾽ ὑμῖν ἐστι, τὰ δ᾽ ὡς πλεῖστα. εἰσὶ τοίνυν οἳ μηδὲν ἔχοντες φανερὸν δεῖξαι μηδ᾽ εἰπεῖν ἔργον ἑαυτῶν, μηδὲ ἐφ᾽ ὅτῳ δικαίως ἂν φρονοῖεν, ἐπὶ τοὺς Τρωικοὺς καταφεύγουσι χρόνους καὶ φιλοτιμίας ἀμφισβητοῦσιν, οὐδ᾽ οὕτω λέγοντες οὐδὲν κοινὸν ἑαυτῶν, ἀλλ᾽ ἑνὸς ἀνδρὸς δόξης ἐξαρτώμενοι, οἷον Φθιῶται καὶ Πύλιοι καὶ Ἰθακήσιοι, ὥσπερ τινὲς γεωπεῖναι, δι᾽ ἑνὸς τῶν πλουσίων ἑαυτοὺς ποιούμενοι. ἡ πόλις δὲ πρὸς τῷ
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 192|size=90%}}}}'''